Πέμπτη 13 Οκτωβρίου 2011

Αριστοτέλης, Μικρά Φυσικά 3


Ἀριστοτέλης
Περὶ μνήμης καὶ ἀναμνήσεως


[449b4] Περὶ μνήμης καὶ τοῦ μνημονεύειν λεκτέον τί ἐστι καὶ διὰ τίν΄ αἰτίαν γίγνεται καὶ τίνι τῶν τῆς ψυχῆς μορίων συμβαίνει τοῦτο τὸ πάθος καὶ τὸ ἀναμιμνήσκεσθαι· οὐ γὰρ οἱ αὐτοί εἰσι μνημονικοὶ καὶ ἀναμνηστικοί͵ ἀλλ΄ ὡς ἐπὶ τὸ πολὺ μνημονικώτεροι μὲν οἱ βραδεῖς͵ ἀναμνηστικώτεροι δὲ οἱ ταχεῖς καὶ εὐμαθεῖς. πρῶτον μὲν οὖν σκεπτέον ποῖά ἐστι τὰ μνημονευτά· πολλάκις γὰρ ἐξαπατᾷ τοῦτο. οὔτε γὰρ τὸ μέλλον ἐνδέχεται μνημονεύειν͵ ἀλλ΄ ἔστι δοξαστὸν καὶ ἐλπιστόν (εἴη δ΄ ἂν καὶ ἐπιστήμη τις ἐλπιστική͵ καθάπερ τινές φασι τὴν μαντικήν)͵ οὔτε τοῦ παρόντος͵ ἀλλ΄ αἴσθησις· ταύτῃ γὰρ οὔτε τὸ μέλλον οὔτε τὸ γενόμενον γνωρίζομεν͵ ἀλλὰ τὸ παρὸν μόνον. ἡ δὲ μνήμη τοῦ γενομένου· τὸ δὲ παρὸν ὅτε πάρεστιν͵ οἷον τοδὶ τὸ λευκὸν ὅτε ὁρᾷ͵ οὐδεὶς ἂν φαίη μνημονεύειν͵ οὐδὲ τὸ θεωρούμενον͵ ὅτε θεωρῶν τυγχάνει καὶ νοῶν͵ ἀλλὰ τὸ μὲν αἰσθάνεσθαί φησι͵ τὸ δ΄ ἐπίστασθαι μόνον· ὅταν δ΄ ἄνευ τῶν ἔργων σχῇ τὴν ἐπιστήμην καὶ τὴν αἴσθησιν͵ οὕτω μέμνηται [τὰς τοῦ τριγώνου ὅτι δύο ὀρθαῖς ἴσαι]͵ τὸ μὲν ὅτι ἔμαθεν ἢ ἐθεώρησεν͵ τὸ δὲ ὅτι ἤκουσεν ἢ εἶδεν ἤ τι τοι οῦτον· ἀεὶ γὰρ ὅταν ἐνεργῇ κατὰ τὸ μνημονεύειν͵ οὕτως ἐν τῇ ψυχῇ λέγει͵ ὅτι πρότερον τοῦτο ἤκουσεν ἢ ᾔσθετο ἢ ἐνόησεν. ἔστι μὲν οὖν ἡ μνήμη οὔτε αἴσθησις οὔτε ὑπόληψις͵ ἀλλὰ τούτων τινὸς ἕξις ἢ πάθος͵ ὅταν γένηται χρόνος. τοῦ δὲ νῦν ἐν τῷ νῦν οὐκ ἔστι μνήμη͵ καθάπερ εἴρηται [καὶ πρότερον]͵ ἀλλὰ τοῦ μὲν παρόντος αἴσθησις͵ τοῦ δὲ μέλλοντος ἐλπίς͵ τοῦ δὲ γενομένου μνήμη· διὸ μετὰ χρόνου πᾶσα μνήμη. ὥσθ΄ ὅσα χρόνου αἰσθάνεται͵ ταῦτα μόνα τῶν ζῴων μνημονεύει͵ καὶ τούτῳ ᾧ αἰσθάνεται. ἐπεὶ δὲ περὶ φαντασίας εἴρηται πρότερον ἐν τοῖς περὶ ψυχῆς͵ καὶ νοεῖν οὐκ ἔστιν ἄνευ φαντάσματος [450a] συμβαίνει γὰρ τὸ αὐτὸ πάθος ἐν τῷ νοεῖν ὅπερ καὶ ἐν τῷ διαγράφειν· ἐκεῖ τε γὰρ οὐθὲν προσχρώμενοι τῷ τὸ ποσὸν ὡρισμένον εἶναι τοῦ τριγώνου͵ ὅμως γράφομεν ὡρισμένον κατὰ τὸ ποσόν͵ καὶ ὁ νοῶν ὡσαύτως͵ κἂν μὴ ποσὸν νοῇ͵ τίθεται πρὸ ὀμμάτων ποσόν͵ νοεῖ δ΄ οὐχ ᾗ ποσόν· ἂν δ΄ ἡ φύσις ᾖ τῶν ποσῶν͵ ἀορίστων δέ͵ τίθεται μὲν ποσὸν ὡρισμένον͵ νοεῖ δ΄ ᾗ ποσὸν μόνονδιὰ τίνα μὲν οὖν αἰτίαν οὐκ ἐν δέχεται νοεῖν οὐδὲν ἄνευ συνεχοῦς͵ οὐδ΄ ἄνευ χρόνου τὰ μὴ ἐν χρόνῳ ὄντα͵ ἄλλος λόγος· μέγεθος δ΄ ἀναγκαῖον γνωρίζειν καὶ κίνησιν ᾧ καὶ χρόνον· [καὶ τὸ φάντασμα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν] ὥστε φανερὸν ὅτι τῷ πρώτῳ αἰσθητικῷ τούτων ἡ γνῶσίς ἐστιν· ἡ δὲ μνήμη͵ καὶ ἡ τῶν νοητῶν͵ οὐκ ἄνευ φαντάσματός ἐστιν͵ καὶ τὸ φάντασμα τῆς κοινῆς αἰσθήσεως πάθος ἐστίν· ὥστε τοῦ νοῦ μὲν κατὰ συμβεβηκὸς ἂν εἴη͵ καθ΄ αὑτὸ δὲ τοῦ πρώτου αἰσθητικοῦ. διὸ καὶ ἑτέροις τισὶν ὑπάρχει τῶν ζῴων͵ καὶ οὐ μόνον ἀνθρώποις καὶ τοῖς ἔχουσι δόξαν ἢ φρόνησιν. εἰ δὲ τῶν νοητικῶν τι μορίων ἦν͵ οὐκ ἂν ὑπῆρχε πολλοῖς τῶν ἄλλων ζῴων͵ ἴσως δ΄ οὐδενὶ τῶν ἀνοήτων͵ ἐπεὶ οὐδὲ νῦν πᾶσι διὰ τὸ μὴ πάντα χρόνου αἴσθησιν ἔχειν· ἀεὶ γὰρ ὅταν ἐνεργῇ τῇ μνήμῃ͵ καθάπερ καὶ πρότερον εἴπομεν͵ ὅτι εἶδε τοῦτο ἢ ἤκουσεν ἢ ἔμαθε͵ προσαισθάνεται ὅτι πρότερον· τὸ δὲ πρότερον καὶ ὕστερον ἐν χρόνῳ ἐστίν. τίνος μὲν οὖν τῶν τῆς ψυχῆς ἐστι μνήμη͵ φανερόν͵ ὅτι οὗπερ καὶ ἡ φαντασία· καί ἐστι μνημονευτὰ καθ΄ αὑτὰ μὲν ὧν ἐστι φαντασία͵ κατὰ συμβεβηκὸς δὲ ὅσα μὴ ἄνευ φαντασίας. ἀπορήσειε δ΄ ἄν τις πῶς ποτε τοῦ μὲν πάθους παρόντος τοῦ δὲ πράγματος ἀπόντος μνημονεύεται τὸ μὴ παρόν. δῆλον γὰρ ὅτι δεῖ νοῆσαι τοιοῦτον τὸ γιγνόμενον διὰ τῆς αἰσθήσεως ἐν τῇ ψυχῇ καὶ τῷ μορίῳ τοῦ σώματος τῷ ἔχοντι αὐτήνοἷον ζωγράφημά τι [τὸ πάθος] οὗ φαμεν τὴν ἕξιν μνήμην εἶναι· ἡ γὰρ γιγνομένη κίνησις ἐνσημαίνεται οἷον τύπον τινὰ τοῦ αἰσθήματος͵ καθάπερ οἱ σφραγιζόμενοι τοῖς δακτυλίοις. διὸ καὶ τοῖς [450b] μὲν ἐν κινήσει πολλῇ διὰ πάθος ἢ δι΄ ἡλικίαν οὖσιν οὐ γίγνεται μνήμη͵ καθάπερ ἂν εἰς ὕδωρ ῥέον ἐμπιπτούσης τῆς κι νήσεως καὶ τῆς σφραγῖδος· τοῖς δὲ διὰ τὸ ψήχεσθαι͵ καθάπερ τὰ παλαιὰ τῶν οἰκοδομημάτων͵ καὶ διὰ σκληρότητα τοῦ δεχομένου τὸ πάθος οὐκ ἐγγίγνεται ὁ τύπος. διόπερ οἵ τε σφόδρα νέοι καὶ οἱ γέροντες ἀμνήμονές εἰσιν· ῥέουσι γὰρ οἱ μὲν διὰ τὴν αὔξησιν͵ οἱ δὲ διὰ τὴν φθίσιν. ὁμοίως δὲ καὶ οἱ λίαν ταχεῖς καὶ οἱ λίαν βραδεῖς οὐδέτεροι φαίνονται μνήμονες· οἱ μὲν γάρ εἰσιν ὑγρότεροι τοῦ δέοντος͵ οἱ δὲ σκληρότεροι· τοῖς μὲν οὖν οὐ μένει τὸ φάντασμα ἐν τῇ ψυχῇ͵ τῶν δ΄ οὐχ ἅπτεται. ἀλλ΄ εἰ δὴ τοιοῦτόν ἐστι τὸ συμβαῖνον περὶ τὴν μνήμην͵ πότερον τοῦτο μνημονεύει τὸ πάθος͵ ἢ ἐκεῖνο ἀφ΄ οὗ ἐγένετο; εἰ μὲν γὰρ τοῦτο͵ τῶν ἀπόντων οὐδὲν ἂν μνημονεύοιμεν· εἰ δ΄ ἐκεῖνο͵ πῶς αἰσθανόμενοι τοῦτο μνημονεύομεν οὗ μὴ αἰσθανόμεθα͵ τὸ ἀπόν; εἴ τ΄ ἐστὶν ὅμοιον ὥσπερ τύπος ἢ γραφὴ ἐν ἡμῖν͵ ἡ τούτου αἴσθησις διὰ τί ἂν εἴη μνήμη ἑτέρου͵ ἀλλ΄ οὐκ αὐτοῦ τούτου; ὁ γὰρ ἐνεργῶν τῇ μνήμῃ θεωρεῖ τὸ πάθος τοῦτο καὶ αἰσθάνεται τούτου. πῶς οὖν τὸ μὴ παρὸν μνημονεύσει; εἴη γὰρ ἂν καὶ ὁρᾶν τὸ μὴ παρὸν καὶ ἀκούειν. ἢ ἔστιν ὡς ἐνδέχεται καὶ συμβαίνειν τοῦτο; οἷον γὰρ τὸ ἐν πίνακι γεγραμμένον ζῷον καὶ ζῷόν ἐστι καὶ εἰ κών͵ καὶ τὸ αὐτὸ καὶ ἓν τοῦτ΄ ἐστὶν ἄμφω͵ τὸ μέντοι εἶναι οὐ ταὐτὸν ἀμφοῖν͵ καὶ ἔστι θεωρεῖν καὶ ὡς ζῷον καὶ ὡς εἰκόνα͵ οὕτω καὶ τὸ ἐν ἡμῖν φάντασμα δεῖ ὑπολαβεῖν καὶ αὐτό τι καθ΄ αὑτὸ εἶναι καὶ ἄλλου [φάντασμα]. ᾗ μὲν οὖν καθ΄ αὑτό͵ θεώρημα ἢ φάντασμά ἐστιν͵ ᾗ δ΄ ἄλλου͵ οἷον εἰκὼν καὶ μνημόνευμα. ὥστε καὶ ὅταν ἐνεργῇ ἡ κίνησις αὐτοῦ͵ ἂν μὲν ᾗ καθ΄ αὑτό ἐστι͵ ταύτῃ αἰσθάνηται ἡ ψυχὴ αὐτοῦ͵ οἷον νόημά τι ἢ φάντασμα φαίνεται ἐπελθεῖν· ἂν δ΄ ᾗ ἄλλου καὶ ὥσπερ ἐν τῇ γραφῇ ὡς εἰκόνα θεωρεῖ καί͵ μὴ ἑωρακὼς τὸν Κορίσκον͵ ὡς Κορίσκου͵ ἐνταῦθά τε ἄλλο τὸ πάθος τῆς θεωρίας ταύτης καὶ ὅταν ὡς ζῷον γεγραμμένον [451a] θεωρῇ͵ ἔν τε τῇ ψυχῇ τὸ μὲν γίγνεται ὥσπερ νόημα μόνον͵ τὸ δ΄ ὡς ἐκεῖ ὅτι εἰκών͵ μνημόνευμα. καὶ διὰ τοῦτο ἐνίοτ΄ οὐκ ἴσμεν͵ ἐγγινομένων ἡμῖν ἐν τῇ ψυχῇ τοιούτων κινήσεων ἀπὸ τοῦ αἰσθέσθαι πρότερον͵ εἰ κατὰ τὸ ᾐσθῆσθαι συμβαίνει͵ καὶ εἰ ἔστι μνήμη ἢ οὔ͵ διστάζομεν· ὁτὲ δὲ συμβαίνει ἐννοῆσαι καὶ ἀναμνησθῆναι ὅτι ἠκούσαμέν τι πρότερον ἢ εἴδομεν. τοῦτο δὲ συμβαίνει͵ ὅταν θεωρῶν ὡς αὐτὸ μεταβάλλῃ καὶ θεωρῇ ὡς ἄλλου. γίγνεται δὲ καὶ τοὐναντίον͵ οἷον συνέβη Ἀντιφέροντι τῷ Ὠρείτῃ καὶ ἄλλοις ἐξισταμένοις· τὰ γὰρ φαντάσματα ἔλεγον ὡς γενόμενα καὶ ὡς μνημονεύοντες. τοῦτο δὲ γίγνεται ὅταν τις τὴν μὴ εἰκόνα ὡς εἰκόνα θεωρῇ. αἱ δὲ μελέται τὴν μνήμην σῴζουσι τῷ ἐπαναμιμνήσκειν· τοῦτο δ΄ ἐστὶν οὐδὲν ἕτερον ἢ τὸ θεωρεῖν πολλά κις ὡς εἰκόνα καὶ μὴ ὡς καθ΄ αὑτό. τί μὲν οὖν ἐστι μνήμη καὶ τὸ μνημονεύειν͵ εἴρηται͵ ὅτι φαντάσματος͵ ὡς εἰκόνος οὗ φάντασμα͵ ἕξις͵ καὶ τίνος μορίου τῶν ἐν ἡμῖν͵ ὅτι τοῦ πρώτου αἰσθητικοῦ καὶ ᾧ χρόνου αἰσθανόμεθα.

Περὶ δὲ τοῦ ἀναμιμνήσκεσθαι λοιπὸν εἰπεῖν. πρῶτον μὲν οὖν ὅσα ἐν τοῖς ἐπιχειρηματικοῖς λόγοις ἐστὶν ἀληθῆ͵ δεῖ τι θέναι ὡς ὑπάρχοντα. οὔτε γὰρ μνήμης ἐστὶν ἀνάληψις ἡ ἀνάμνησις οὔτε λῆψις· ὅταν γὰρ τὸ πρῶτον μάθῃ ἢ πάθῃ͵ οὔτ΄ ἀναλαμβάνει μνήμην οὐδεμίαν (οὐδεμία γὰρ προγέγονεν) οὔτ΄ ἐξ ἀρχῆς λαμβάνει· ὅταν γὰρ ἐγγένηται ἡ ἕξις ἢ τὸ πάθος͵ τότε μνήμη ἐστίν͵ ὥστε μετὰ τοῦ πάθους ἐγγινομένου οὐκ ἐγγίνεται. ἔτι δ΄ ὅτε τὸ πρῶτον ἐγγέγονε τῷ ἀτόμῳ καὶ ἐσχάτῳ͵ τὸ μὲν πάθος ἐνυπάρχει ἤδη τῷ παθόντι καὶ ἡ ἐπιστήμη͵ εἰ δεῖ καλεῖν ἐπιστήμην τὴν ἕξιν ἢ τὸ πάθος (οὐθὲν δὲ κωλύει κατὰ συμβεβηκὸς καὶ μνημονεύειν ἔνια ὧν ἐπιστάμεθα)· τὸ δὲ μνημονεύειν καθ΄ αὑτὸ οὐχ ὑπάρχει πρὶν χρονισθῆναι· μνημονεύει γὰρ νῦν ὃ εἶδεν ἢ ἔπαθε πρότερον͵ οὐχ ὃ νῦν ἔπαθε͵ νῦν μνημονεύει. ἔτι δὲ φανερὸν [451b] ὅτι μνημονεύειν ἔστι μὴ νῦν ἀναμνησθέντα͵ ἀλλ΄ ἐξ ἀρχῆς αἰσθόμενον ἢ παθόντα· ἀλλ΄ ὅταν ἀναλαμβάνῃ ἣν πρότερον εἶχεν ἐπιστήμην ἢ αἴσθησιν ἢ οὗ ποτε τὴν ἕξιν ἐλέγομεν μνήμην͵ τοῦτ΄ ἐστὶ καὶ τότε τὸ ἀναμιμνήσκεσθαι τῶν εἰρημένων τι͵ τῷ δὲ μνημονεύειν συμβαίνει καὶ μνήμην ἀκολουθεῖν. οὐδὲ δὴ ταῦτα ἁπλῶς͵ ἐὰν ἔμπροσθεν ὑπάρξαντα πάλιν ἐγγένηται͵ ἀλλ΄ ἔστιν ὡς͵ ἔστι δ΄ ὡς οὔ. δὶς γὰρ μαθεῖν καὶ εὑρεῖν ἐνδέχεται τὸν αὐτὸν τὸ αὐτό· δεῖ οὖν διαφέρειν τὸ ἀναμιμνήσκεσθαι τούτων͵ καὶ ἐνούσης πλείονος ἀρχῆς ἢ ἐξ ἧς μανθάνουσιν ἀναμιμνήσκεσθαι. συμβαίνουσι δ΄ αἱ ἀναμνήσεις ἐπειδὴ πέφυκεν ἡ κίνησις ἥδε γενέσθαι μετὰ τήνδε· εἰ μὲν ἐξ ἀνάγκης͵ δῆλον ὡς ὅταν ἐκείνην κινηθῇ͵ τήνδε κινηθήσεται· εἰ δὲ μὴ ἐξ ἀνάγκης ἀλλ΄ ἔθει͵ ὡς ἐπὶ τὸ πολὺ κινηθήσεται. συμβαίνει δ΄ ἐνίας ἅπαξ ἐθισθῆναι μᾶλλον ἢ ἑτέρας πολλάκις κινουμένους· διὸ ἔνια ἅπαξ ἰδόντες μᾶλλον μνημονεύομεν ἢ ἕτερα πολλάκις. ὅταν οὖν ἀναμιμνησκώμεθα͵ κινούμεθα τῶν προτέρων τινὰ κινήσεων͵ ἕως ἂν κινηθῶμεν μεθ΄ ἣν ἐκείνη εἴωθεν. διὸ καὶ τὸ ἐφεξῆς θηρεύομεν νοήσαντες ἀπὸ τοῦ νῦν ἢ ἄλλου τινός͵ καὶ ἀφ΄ ὁμοίου ἢ ἐναντίου ἢ τοῦ σύνεγγυς. διὰ τοῦτο γίγνεται ἡ ἀνάμνησις· αἱ γὰρ κινήσεις τούτων τῶν μὲν αἱ αὐταί͵ τῶν δ΄ ἅμα͵ τῶν δὲ μέρος ἔχουσιν͵ ὥστε τὸ λοιπὸν μικρὸν ὃ ἐκινήθη μετ΄ ἐκεῖνο. ζητοῦσι μὲν οὖν οὕτω͵ καὶ μὴ ζητοῦντες δ΄ οὕτως ἀναμιμνήσκονται͵ ὅταν μεθ΄ ἑτέραν κίνησιν ἐκείνη γένηται· ὡς δὲ τὰ πολλὰ ἑτέρων γενομένων κινήσεων οἵων εἴπομεν ἐγένετο ἐκείνη. οὐδὲν δὲ δεῖ σκοπεῖν τὰ πόρρω͵ πῶς μεμνήμεθα͵ ἀλλὰ τὰ σύνεγγυς· δῆλον γὰρ ὅτι ὁ αὐτός ἐστι τρόπος. [λέγω δὲ τὸ ἐφεξῆς οὐ προζητήσας οὐδ΄ ἀναμνησθείς.] τῷ γὰρ ἔθει ἀκολουθοῦσιν αἱ κινήσεις ἀλλήλαις͵ ἥδε μετὰ τήνδε͵ καὶ ὅταν τοίνυν ἀναμιμνήσκεσθαι βούληται͵ τοῦτο ποιήσει· ζητήσει λαβεῖν ἀρχὴν κινήσεως͵ μεθ΄ ἣν ἐκείνη ἔσται. διὸ τάχιστα καὶ κάλλιστα [452a] γίνονται ἀπ΄ ἀρχῆς αἱ ἀναμνήσεις· ὡς γὰρ ἔχουσι τὰ πράγμα τα πρὸς ἄλληλα τῷ ἐφεξῆς͵ οὕτω καὶ αἱ κινήσεις. καὶ ἔστιν εὐμνημόνευτα ὅσα τάξιν τινὰ ἔχει͵ ὥσπερ τὰ μαθήματα· τὰ δὲ φαύλως καὶ χαλεπῶς. καὶ τούτῳ διαφέρει τὸ ἀναμιμνήσκεσθαι τοῦ πάλιν μανθάνειν͵ ὅτι δυνήσεταί πως δι΄ αὑτοῦ κινηθῆναι ἐπὶ τὸ μετὰ τὴν ἀρχήν. ὅταν δὲ μή͵ ἀλλὰ δι΄ ἄλλου͵ οὐκέτι μέμνηται. πολλάκις δ΄ ἤδη μὲν ἀδυνατεῖ ἀναμνησθῆναι͵ ζητῶν δὲ δύναται καὶ εὑρίσκει. τοῦτο δὲ γίγνεται κινοῦντι πολλά͵ ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ᾗ ἀκολουθήσει τὸ πρᾶγμα. τὸ γὰρ μεμνῆσθαί ἐστι τὸ ἐνεῖναι δύναμιν τὴν κινοῦσαν· τοῦτο δέ͵ ὥστ΄ ἐξ αὑτοῦ καὶ ὧν ἔχει κινήσεων κινηθῆναι͵ ὥσπερ εἴρηται. δεῖ δὲ λαβέσθαι ἀρχῆς· διὸ ἀπὸ τόπων δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε. τὸ δ΄ αἴτιον ὅτι ταχὺ ἀπ΄ ἄλλου ἐπ΄ ἄλλο ἔρχονται͵ οἷον ἀπὸ γάλακτος ἐπὶ λευκόν͵ ἀπὸ λευκοῦ δ΄ ἐπ΄ ἀέρα͵ καὶ ἀπὸ τούτου ἐφ΄ ὑγρόν͵ ἀφ΄ οὗ ἐμνήσθη μετοπώρου͵ ταύτην ἐπιζητῶν τὴν ὥραν. ἔοικε δὲ καθόλου ἀρχῇ καὶ τὸ μέσον πάντων· εἰ γὰρ μὴ πρότερον͵ ὅταν ἐπὶ τοῦτο ἔλθῃ μνησθήσεται͵ ἢ οὐκέτ΄ οὐδὲ ἄλλοθεν͵ οἷον εἴ τις νοήσειεν ἐφ΄ ὧν Α Β Γ Δ Ε Ζ Η Θ Ι· εἰ γὰρ μὴ ἐπὶ τοῦ Ι μέμνηται͵ ἐπὶ τοῦ Ε μνησθήσεται· ἐντεῦθεν γὰρ ἐπ΄ ἄμφω κινηθῆναι ἐνδέχεται͵ καὶ ἐπὶ τὸ Δ καὶ ἐπὶ τὸ Ζ. εἰ δὲ μὴ τούτων τι ἐζήτει͵ ἐπὶ τὸ Γ ἐλθὼν μνησθήσεται͵ εἰ τὸ Α ἢ τὸ Β ἐπιζητεῖ͵ εἰ δὲ μή͵ ἐπὶ τὸ Η· καὶ οὕτως ἀεί. τοῦ δ΄ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι͵ ἐνίοτε δὲ μή͵ αἴτιον ὅτι ἐπὶ πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς͵ οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Β ἢ τὸ Δ. ἐὰν οὖν διὰ πολλοῦ κινηθῇ͵ ἐπὶ τὸ συνηθέστερον κινεῖται· ὥσπερ γὰρ φύσις ἤδη τὸ ἔθος. διὸ ἃ πολλάκις ἐννοοῦμεν͵ ταχὺ ἀναμιμνησκόμεθα· ὥσπερ γὰρ φύσει τόδε μετὰ τόδε ἐστίν͵ οὕτω καὶ ἐνεργείᾳ· τὸ δὲ πολλάκις φύσιν ποιεῖ. ἐπεὶ δ΄ ὥσπερ [452b] ἐν τοῖς φύσει γίγνεται καὶ παρὰ φύσιν καὶ ἀπὸ τύχης͵ ἔτι μᾶλλον ἐν τοῖς δι΄ ἔθος͵ οἷς ἡ φύσις γε μὴ ὁμοίως ὑπάρχει͵ ὥστε κινηθῆναι ἐνίοτε κἀκεῖ καὶ ἄλλως͵ ἄλλως τε καὶ ὅταν ἀφέλκῃ τι ἐκεῖθεν αὐτόσε πῃ͵ διὰ τοῦτο καὶ ὅταν δέῃ ὄνομα μνημονεῦσαι͵ παρόμοιον εἰ ἴσμεν͵ εἰς ἐκεῖνο σολοικίζομεν. τὸ μὲν οὖν ἀναμιμνήσκεσθαι τοῦτον συμβαίνει τὸν τρόπον. τὸ δὲ μέγιστον͵ γνωρίζειν δεῖ τὸν χρόνον͵ ἢ μέτρῳ ἢ ἀορίστως. ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάττω· εὔλογον δ΄ ὥσπερ τὰ μεγέθη· νοεῖ γὰρ τὰ μεγάλα καὶ πόρρω οὐ τῷ ἀποτείνειν ἐκεῖ τὴν διάνοιαν ὥσπερ τὴν ὄψιν φασί τινες (καὶ γὰρ μὴ ὄντων ὁμοίως νοήσει)͵ ἀλλὰ τῇ ἀνάλογον κινήσει· ἔστι γὰρ ἐν αὐτῇ τὰ ὅμοια σχήματα καὶ κινήσεις. τίνι οὖν διοίσει͵ ὅταν τὰ μείζω νοῇ͵ ὅτι ἐκεῖνα νοεῖ ἢ τὰ ἐλάττω; πάντα γὰρ τὰ ἐντὸς ἐλάττω͵ καὶ ἀνὰλόγον [καὶ τὰ ἐκτός]. ἔστι δ΄ ἴσως ὥσπερ καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν ἄλλο ἐν αὑτῷ͵ οὕτως καὶ τοῖς ἀποστήμασιν. ὥσπερ οὖν εἰ τὴν Α Β Β Ε κινεῖται͵ ποιεῖ τὴν Γ Δ· ἀνάλογον γὰρ ἡ Α Γ καὶ ἡ Γ Δ. τί οὖν μᾶλλον τὴν Γ Δ ἢ τὴν Ζ Η ποιεῖ; ἢ ὡς ἡ Α Γ πρὸς τὴν Α Β ἔχει͵ οὕτως ἡ Θ πρὸς τὴν Ι ἔχει; ταύτας οὖν ἅμα κινεῖται. ἂν δὲ τὴν Ζ Η βούληται νοῆσαι͵ τὴν μὲν Β Ε ὁμοίως νοεῖ͵ ἀντὶ δὲ τῶν Θ Ι τὰς Κ Λ νοεῖ· αὗται γὰρ ἔχουσιν ὡς Ζ Α πρὸς Β Α. ὅταν οὖν ἅμα ἥ τε τοῦ πράγματος γίγνηται κίνησις καὶ ἡ τοῦ χρόνου͵ τότε τῇ μνήμῃ ἐνεργεῖ. ἂν δ΄ οἴηται μὴ ποιῶν͵ οἴε ται μνημονεύειν· οὐθὲν γὰρ κωλύει διαψευσθῆναί τινα καὶ δοκεῖν μνημονεύειν μὴ μνημονεύοντα. ἐνεργοῦντα δὲ τῇ μνήμῃ μὴ οἴεσθαι ἀλλὰ λανθάνειν μεμνημένον οὐκ ἔστιν· τοῦτο γὰρ ἦν αὐτὸ τὸ μεμνῆσθαι. ἀλλ΄ ἐὰν ἡ τοῦ πράγματος γένηται χωρὶς τῆς τοῦ χρόνου ἢ αὕτη ἐκείνης͵ οὐ μέμνηται. ἡ δὲ τοῦ χρόνου διττή ἐστιν· ὁτὲ μὲν γὰρ μέτρῳ οὐ μέμνηται αὐτόν͵ [453a] οἷον ὅτι τρίτῃ ἡμέρᾳ ὁδήποτε ἐποίησεν͵ ὁτὲ δὲ καὶ μέτρῳ· ἀλλὰ μέμνηται καὶ ἐὰν μὴ μέτρῳ. εἰώθασι δὲ λέγειν ὅτι μέμνηνται μέν͵ πότε μέντοι οὐκ ἴσασιν͵ ὅταν μὴ γνωρίζωσι τοῦ πότε τὸ ποσὸν μέτρῳ. ὅτι μὲν οὖν οὐχ οἱ αὐτοὶ μνημονικοὶ καὶ ἀναμνηστικοί͵ ἐν τοῖς πρότερον εἴρηται. διαφέρει δὲ τοῦ μνημονεύειν τὸ ἀναμιμνήσκεσθαι οὐ μόνον κατὰ τὸν χρόνον͵ ἀλλ΄ ὅτι τοῦ μὲν μνημονεύειν καὶ τῶν ἄλλων ζῴων μετέχει πολλά͵ τοῦ δ΄ ἀναμιμνήσκεσθαι οὐδὲν ὡς εἰπεῖν τῶν γνωριζομένων ζῴων͵ πλὴν ἄνθρωπος. αἴτιον δ΄ ὅτι τὸ ἀναμιμνήσκεσθαί ἐστιν οἷον συλλογισμός τις· ὅτι γὰρ πρότερον εἶδεν ἢ ἤκουσεν ἤ τι τοιοῦτον ἔπαθε͵ συλλογίζεται ὁ ἀναμιμνησκόμενος͵ καὶ ἔστιν οἷον ζήτησίς τις. τοῦτο δ΄ οἷς καὶ τὸ βουλευτικὸν ὑπάρχει͵ φύσει μόνοις συμβέβηκεν· καὶ γὰρ τὸ βουλεύεσθαι συλλογισμός τίς ἐστιν. ὅτι δ΄ ἐστὶ σωματικόν τι τὸ πάθος͵ καὶ ἡ ἀνάμνησις ζήτησις ἐν τοιούτῳ φαντάσματος͵ σημεῖον τὸ παρενοχλεῖν ἐνίους ἐπειδὰν μὴ δύνωνται ἀναμνησθῆναι καὶ πάνυ ἐπέχοντες τὴν διάνοιαν͵ καὶ οὐκέτ΄ ἐπιχειροῦντας ἀναμιμνήσκεσθαι οὐδὲν ἧττον͵ καὶ μάλιστα τοὺς μελαγχολικούς· τούτους γὰρ φαντάσματα κινεῖ μάλιστα. αἴτιον δὲ τοῦ μὴ ἐπ΄ αὐτοῖς εἶναι [τὸ ἀναμιμνήσκεσθαι]͵ ὅτι καθάπερ τοῖς βάλλουσιν οὐκέτι ἐπ΄ αὐτοῖς τὸ στῆσαι͵ οὕτως καὶ ὁ ἀναμιμνησκόμενος καὶ θηρεύων σωματικόν τι κινεῖ͵ ἐν ᾧ τὸ πάθος. μάλιστα δ΄ ἐνοχλοῦνται οἷς ἂν ὑγρότης τύχῃ ὑπάρχουσα περὶ τὸν αἰσθητικὸν τόπον· οὐ γὰρ ῥᾳδίως παύεται κινηθεῖσα͵ ἕως ἂν ἐπανέλθῃ τὸ ζητούμενον καὶ εὐθυπορήσῃ ἡ κίνησις. διὸ καὶ ὀργαὶ καὶ φόβοι͵ ὅταν τι κινήσωσιν͵ ἀντικινούντων πάλιν τούτων οὐ καθίστανται͵ ἀλλ΄ ἐπὶ τὸ αὐτὸ ἀντικινοῦσιν. καὶ ἔοικε τὸ πάθος τοῖς ὀνόμασι καὶ μέλεσι καὶ λόγοις͵ ὅταν διὰ στόματος γένηταί τι αὐτῶν σφόδρα· παυσαμένοις γὰρ καὶ οὐ βουλομένοις ἐπέρχεται πάλιν ᾄδειν ἢ λέγειν. εἰσὶ δὲ καὶ οἱ τὰ ἄνω μείζω ἔχοντες καὶ οἱ [453b] νανώδεις ἀμνημονέστεροι τῶν ἐναντίων διὰ τὸ πολὺ βάρος ἔχειν ἐπὶ τῷ αἰσθητικῷ͵ καὶ μήτ΄ ἐξ ἀρχῆς τὰς κινήσεις δύνασθαι ἐμμένειν ἀλλὰ διαλύεσθαι μήτ΄ ἐν τῷ ἀναμιμνήσκεσθαι ῥᾳδίως εὐθυπορεῖν. οἱ δὲ πάμπαν νέοι καὶ λίαν γέρον τες ἀμνήμονες διὰ τὴν κίνησιν· οἱ μὲν γὰρ ἐν φθίσει͵ οἱ δ΄ ἐν αὐξήσει πολλῇ εἰσίν· ἔτι δὲ τά γε παιδία καὶ νανώδη ἐστὶ μέχρι πόρρω τῆς ἡλικίας. περὶ μὲν οὖν μνήμης καὶ τοῦ μνημονεύειν͵ τίς ἡ φύσις αὐτῶν καὶ τίνι τῶν τῆς ψυχῆς μνημονεύει τὰ ζῷα͵ καὶ περὶ τοῦ ἀναμιμνήσκεσθαι͵ τί ἐστι καὶ πῶς γίγνεται καὶ διὰ τίνας αἰτίας͵ εἴρηται.

Ἀριστοτέλης
Περὶ Νεότητος καὶ Γήρως καὶ Ζωῆς καὶ Θανάτου


[467b10] Περὶ δὲ νεότητος καὶ γήρως καὶ περὶ ζωῆς καὶ θανάτου λεκτέον νῦν· ἅμα δὲ καὶ περὶ ἀναπνοῆς ἀναγκαῖον ἴσως τὰς αἰτίας εἰπεῖν· ἐνίοις γὰρ τῶν ζῴων διὰ τοῦτο συμβαίνει τὸ ζῆν καὶ τὸ μὴ ζῆν. ἐπεὶ δὲ περὶ ψυχῆς ἐν ἑτέροις διώρισται͵ καὶ δῆλον ὅτι οὐχ οἷόν τ΄ εἶναι σῶμα τὴν οὐσίαν αὐτῆς͵ ἀλλ΄ ὅμως ὅτι γ΄ ἔν τινι τοῦ σώματος ὑπάρχει μορίῳ φανερόν͵ καὶ ἐν τούτῳ τινὶ τῶν ἐχόντων δύναμιν ἐν τοῖς μορίοις͵ τὰ μὲν οὖν ἄλλα τῆς ψυχῆς ἢ μόρια ἢ δυνάμεις͵ ὁποτέρως ποτὲ δεῖ καλεῖν͵ ἀφείσθω τὰ νῦν· ὅσα δὲ ζῷα λέγεται καὶ ζῆν͵ ἐν μὲν τοῖς ἀμφοτέρων τούτων τετυχηκόσι (λέγω δ΄ ἀμφοτέρων τοῦ τε ζῷον εἶναι καὶ τοῦ ζῆν) ἀνάγκη ταὐτὸν εἶναι καὶ ἓν μόριον καθ΄ ὅ τε ζῇ καὶ καθ΄ ὃ προσαγορεύομεν αὐτὸ ζῷον· τὸ μὲν γὰρ ζῷον ᾗ ζῷον ἀδύνατον μὴ ζῆν· ᾗ δὲ ζῇ͵ ταύτῃ ζῷον ὑπάρχειν οὐκ ἀναγκαῖον· τὰ γὰρ φυτὰ ζῇ μέν͵ οὐκ ἔχει δ΄ αἴσθησιν͵ τῷ δ΄ αἰσθάνεσθαι τὸ ζῷον πρὸς τὸ μὴ ζῷον διορίζομεν. ἀριθμῷ μὲν οὖν ἀναγκαῖον ἓν εἶναι καὶ τὸ αὐτὸ τοῦτο τὸ μόριον͵ τῷ δ΄ εἶναι πλείω καὶ ἕτερα· οὐ γὰρ ταὐτὸ τὸ ζῴῳ εἶναι καὶ τὸ ζῆν. ἐπεὶ οὖν τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν αἰσθητήριον͵ εἰς ὃ τὰς κατ΄ ἐνέργειαν αἰσθήσεις ἀναγκαῖον ἀπαντᾶν͵ τοῦτο δ΄ ἂν εἴη μέσον τοῦ πρόσθεν καλουμένου καὶ ὄπισθεν (ἔμπροσθεν μὲν γὰρ λέγεται ἐφ΄ ὅ ἐστιν ἡμῖν ἡ αἴσθησις͵ ὄπισθεν δὲ τὸ ἀντικείμενον)͵ ἔτι δὲ διῃρημένου τοῦ σώματος τῶν ζώντων πάντων τῷ τ΄ ἄνω καὶ κάτω (πάντα γὰρ ἔχει τὸ ἄνω καὶ τὸ κάτω͵ ὥστε καὶ τὰ φυτά)͵ δῆλον ὅτι τὴν [468a] θρεπτικὴν ἀρχὴν ἔχοι ἂν ἐν μέσῳ τούτων· καθ΄ ὃ μὲν γὰρ εἰσέρχεται μόριον ἡ τροφή͵ ἄνω καλοῦμεν͵ πρὸς αὐτὸ βλέποντες ἀλλ΄ οὐ πρὸς τὸ περιέχον ὅλον͵ κάτω δὲ καθ΄ ὃ τὸ περίττωμα ἀφίησι τὸ πρῶτον. ἔχει δ΄ ἐναντίως τοῖς φυτοῖς τοῦτο καὶ τοῖς ζῴοις· τῷ μὲν γὰρ ἀνθρώπῳ διὰ τὴν ὀρθότητα μάλιστα ὑπάρχει τοῦτο τῶν ζῴων͵ τὸ ἔχειν τὸ ἄνω μόριον πρὸς τὸ τοῦ παντὸς ἄνω͵ τοῖς δ΄ ἄλλοις μεταξύ· τοῖς δὲ φυτοῖς ἀκινήτοις οὖσι καὶ λαμβάνουσιν ἐκ τῆς γῆς τὴν τροφὴν ἀναγκαῖον ἀεὶ κάτω τοῦτ΄ ἔχειν τὸ μόριον. ἀνάλογον γάρ εἰσιν αἱ ῥίζαι τοῖς φυτοῖς καὶ τὸ καλούμενον στόμα τοῖς ζῴοις͵ δι΄ οὗ τὴν τροφὴν τὰ μὲν ἐκ τῆς γῆς λαμβάνει͵ τὰ δὲ δι΄ αὑτῶν.

Τριῶν δὲ μερῶν ὄντων εἰς ἃ διαιρεῖται πάντα τὰ τέλεια τῶν ζῴων͵ ἑνὸς μὲν ᾗ δέχεται τὴν τροφήν͵ ἑνὸς δ΄ ᾗ τὸ περίττωμα προΐεται͵ τρίτου δὲ τοῦ μέσου τούτων͵ τοῦτο ἐν μὲν τοῖς μεγίστοις τῶν ζῴων καλεῖται στῆθος͵ ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον͵ διήρθρωται δὲ μᾶλλον ἑτέροις ἑτέρων. ὅσα δ΄ αὐτῶν ἐστι πορευτικά͵ πρόσκειται καὶ μόρια τὰ πρὸς ταύτην τὴν ὑπηρεσίαν͵ οἷς τὸ πᾶν οἴσουσι κύτος͵ σκέλη τε καὶ πόδες καὶ τὰ τούτοις ἔχοντα τὴν αὐτὴν δύναμιν. ἀλλ΄ ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον· πολλὰ γὰρ τῶν ζῴων ἀφαιρουμένου ἑκατέρου τῶν μορίων͵ τῆς τε καλουμένης κεφαλῆς καὶ τοῦ δεκτικοῦ τῆς τροφῆς͵ ζῇ μεθ΄ οὗπερ ἂν ᾖ τὸ μέσον. δῆλον δ΄ ἐπὶ τῶν ἐντόμων͵ οἷον σφηκῶν τε καὶ μελιττῶν͵ τοῦτο συμβαῖνον· καὶ τῶν μὴ ἐντόμων δὲ πολλὰ διαιρούμενα δύναται ζῆν διὰ τὸ θρεπτικόν. τὸ δὲ τοιοῦτον μόριον ἐνεργείᾳ μὲν ἔχει ἕν͵ δυνάμει δὲ πλείω· τὸν αὐτὸν γὰρ συνέστηκε τοῖς φυτοῖς τρόπον· καὶ γὰρ τὰ φυτὰ διαιρούμενα ζῇ χωρίς͵ καὶ γίνεται πολλὰ ἀπὸ μιᾶς ἀρχῆς δένδρα. δι΄ ἓν δ΄ αἰτίαν τὰ μὲν οὐ δύναται διαιρούμενα ζῆν͵ τὰ δ΄ ἀποφυτεύεται τῶν φυτῶν͵ ἕτερος [468b] ἔσται λόγος. ἀλλ΄ ὁμοίως ἔχει κατά γε τοῦτο τά τε φυτὰ καὶ τὸ τῶν ἐντόμων γένος. ἀνάγκη δὲ καὶ τὴν θρεπτικὴν ψυχὴν ἐνεργείᾳ μὲν ἐν τοῖς ἔχουσιν εἶναι μίαν͵ δυνάμει δὲ πλείους͵ ὁμοίως δὲ καὶ τὴν αἰσθητικήν· φαίνεται γὰρ ἔχοντα αἴσθησιν τὰ διαιρούμενα αὐτῶν. ἀλλὰ πρὸς τὸ σῴζεσθαι τὴν φύσιν͵ τὰ μὲν φυτὰ δύναται͵ ταῦτα δ΄ οὐ δύναται διὰ τὸ μὴ ἔχειν ὄργανα πρὸς σωτηρίαν͵ ἐνδεᾶ τ΄ εἶναι τὰ μὲν τοῦ ληψομένου τὰ δὲ τοῦ δεξομένου τὴν τροφήν͵ τὰ δ΄ ἄλλων τε καὶ τούτων ἀμφοτέρων. ἐοίκασι γὰρ τὰ τοιαῦτα τῶν ζῴων πολλοῖς ζῴοις συμπεφυκόσιν (τὰ δ΄ ἄριστα συνεστηκότα τοῦτ΄ οὐ πάσχει τῶν ζῴων διὰ τὸ εἶναι τὴν φύσιν αὐτῶν ὡς ἐνδέχεται μάλιστα μίαν). διὸ καὶ μικρὰν αἴσθησιν ἔνια ποιεῖ διαιρούμενα τῶν μορίων ὅτι ἔχει τι ψυχικὸν πάθος· χωριζομένων γὰρ τῶν σπλάγχνων ποιεῖται κίνησιν͵ οἷον καὶ αἱ χελῶναι τῆς καρδίας ἀφῃρημένης.

Ἔτι δὲ ἐπί τε τῶν φυτῶν δῆλον καὶ ἐπὶ τῶν ζῴων͵ τῶν μὲν φυτῶν τήν τ΄ ἐκ τῶν σπερμάτων γένεσιν ἐπισκοποῦσι καὶ τὰς ἐμφυτείας τε καὶ τὰς ἀποφυτείας. ἥ τε γὰρ ἐκ τῶν σπερμάτων γένεσις συμβαίνει πᾶσιν ἐκ τοῦ μέσου (διθύρων γὰρ ὄντων πάντων͵ ᾗ συμπέφυκεν καὶ τὸ μέσον ἔστιν ἑκατέρου τῶν μορίων͵ ἐντεῦθεν ὅ τε καυλὸς ἐκφύεται καὶ ἡ ῥίζα τῶν φυομένων͵ ἡ δ΄ ἀρχὴ τὸ μέσον αὐτῶν ἐστιν)͵ ἔν τε ταῖς ἐμφυτείαις καὶ ταῖς ἀποφυτείαις μάλιστα συμβαίνει τοῦτο περὶ τοὺς ὄζους· ἔστι γὰρ ἀρχή τις ὁ ὄζος τοῦ κλάδου͵ ἅμα δὲ καὶ μέσον͵ ὥστε ἢ τοῦτο ἀφαιροῦ σιν ἢ εἰς τοῦτο ἐμβάλλουσιν͵ ἵνα ἢ ὁ κλάδος ἢ αἱ ῥίζαι ἐκ τούτου γίνωνται͵ ὡς οὔσης τῆς ἀρχῆς ἐκ τοῦ μέσου κλάδου καὶ ῥίζης. καὶ τῶν ζῴων τῶν ἐναίμων ἡ καρδία γίνεται πρῶτον· τοῦτο δὲ δῆλον ἐξ ὧν ἐν τοῖς ἐνδεχομένοις ἔτι γινομένοις ἰδεῖν τεθεωρήκαμεν. ὥστε καὶ ἐν τοῖς ἀναίμοις ἀναγκαῖον τὸ ἀνάλογον τῇ καρδίᾳ γίνεσθαι πρῶτον. ἡ δὲ καρδία ὅτι ἐστὶν ἀρχή͵ τῶν φλεβῶν ἐν τοῖς περὶ τὰ Πέρη τῶν ζῴων εἴρηται [469a] πρότερον· καὶ ὅτι τὸ αἷμα τοῖς ἐναίμοις ἐστὶ τελευταία τροφή͵ ἐξ οὗ γίνεται τὰ μόρια. φανερὸν τοίνυν ὅτι μίαν μέν τινα ἐργασίαν ἡ τοῦ στόματος λειτουργεῖ δύναμις͵ ἑτέραν δ΄ ἡ τῆς κοιλίας͵ περὶ τὴν τροφήν͵ ἡ δὲ καρδία κυριωτάτη͵ καὶ τὸ τέλος ἐπιτίθησιν. ὥστ΄ ἀνάγκη καὶ τῆς αἰσθητικῆς καὶ τῆς θρεπτικῆς ψυχῆς ἐν τῇ καρδίᾳ τὴν ἀρχὴν εἶναι τοῖς ἐναίμοις· τὰ γὰρ τῶν ἄλλων μορίων ἔργα περὶ τὴν τροφὴν τοῦ ταύτης ἔργου χάριν ἐστί· δεῖ μὲν γὰρ τὸ κύριον πρὸς τὸ οὗ ἕνεκα διατελεῖν͵ ἀλλ΄ οὐκ ἐν τοῖς τούτου ἕνεκα͵ οἷον ἰατρὸς πρὸς τὴν ὑγίειαν. ἀλλὰ μὴν τό γε κύριον τῶν αἰσθήσεων ἐν ταύτῃ τοῖς ἐναίμοις πᾶσιν· ἐν τούτῳ γὰρ ἀναγκαῖον εἶναι τὸ πάντων τῶν αἰσθητηρίων κοινὸν αἰσθητήριον. δύο δὲ φανερῶς ἐνταῦθα συντεινούσας ὁρῶμεν͵ τήν τε γεῦσιν καὶ τὴν ἁφήν͵ ὥστε καὶ τὰς ἄλλας ἀναγκαῖον· ἐν τούτῳ μὲν γὰρ τοῖς ἄλλοις αἰσθητηρίοις ἐνδέχεται ποιεῖσθαι τὴν κίνησιν͵ ταῦτα δ΄ οὐδὲν συντείνει πρὸς τὸν ἄνω τόπον. χωρὶς δὲ τούτων͵ εἰ τὸ ζῆν ἐν τούτῳ τῷ μορίῳ πᾶσίν ἐστι͵ δῆλον ὅτι καὶ τὴν αἰσθητικὴν ἀρχὴν ἀναγκαῖον· ᾗ μὲν γὰρ ζῷον͵ ταύτῃ καὶ ζῆν φαμεν͵ ᾗ δ΄ αἰσθητικόν͵ ταύτῃ τὸ σῶμα ζῷον εἶναι λέγομεν. διὰ τί δ΄ αἱ μὲν τῶν αἰσθήσεων φανερῶς συντείνουσι πρὸς τὴν καρδίαν͵ αἱ δ΄ εἰσὶν ἐν τῇ κεφαλῇ (διὸ καὶ δοκεῖ τισιν αἰσθάνεσθαι τὰ ζῷα διὰ τὸν ἐγκέφαλον)͵ τὸ αἴτιον τούτων ἐν ἑτέροις εἴρηται χωρίς. κατὰ μὲν οὖν τὰ φαινόμενα δῆλον ἐκ τῶν εἰρημένων ὅτι ἐν τούτῳ τε καὶ ἐν τῷ μέσῳ τοῦ σώματος τῶν τριῶν μορίων ἥ τε τῆς αἰσθητικῆς ψυχῆς ἀρχή ἐστι καὶ ἡ τῆς αὐξητικῆς καὶ θρεπτικῆς· κατὰ δὲ τὸν λόγον͵ ὅτι τὴν φύσιν ὁρῶμεν ἐν πᾶσιν ἐκ τῶν δυνατῶν ποιοῦσαν τὸ κάλλιστον· ἐν τῷ μέσῳ δὲ τῆς οὐσίας τῆς ἀρχῆς οὔσης ἑκατέρας μάλιστα ἂν ἀποτελοῖ τῶν μορίων ἑκάτερον τὸ αὑτοῦ ἔργον͵ τό τε κατεργαζόμενον τὴν ἐσχάτην τροφὴν καὶ τὸ δεκτικόν· πρὸς ἑκατέρῳ γὰρ αὐτῶν οὕτως ἔσται͵ καὶ ἔστιν ἡ τοῦ τοιούτου μέσου χώρα ἄρχοντος [469b] χώρα. ἔτι τὸ χρώμενον καὶ ᾧ χρῆται τὸ χρώμενον δεῖ διαφέρειν (ὥσπερ δὲ τὴν δύναμιν͵ οὕτως͵ ἂν ἐνδέχηται͵ καὶ τὸν τόπον)͵ ὥσπερ οἵ τ΄ αὐλοὶ καὶ τὸ κινοῦν τοὺς αὐλούς͵ ἡ χείρ. εἴπερ οὖν τὸ ζῷον ὥρισται τῷ τὴν αἰσθητικὴν ἔχειν ψυχήν͵ τοῖς μὲν ἐναίμοις ἀναγκαῖον ἐν τῇ καρδίᾳ ταύτην ἔχειν τὴν ἀρχήν͵ τοῖς δ΄ ἀναίμοις ἐν τῷ ἀνάλογον μορίῳ. πάντα δὲ τὰ μόρια καὶ πᾶν τὸ σῶμα τῶν ζῴων ἔχει τινὰ σύμφυτον θερμότητα φυσικήν· διὸ ζῶντα μὲν φαίνεται θερμά͵ τελευτῶντα δὲ καὶ στερισκόμενα τοῦ ζῆν τοὐναντίον. ἀναγκαῖον δὴ ταύτης τὴν ἀρχὴν τῆς θερμότητος ἐν τῇ καρδίᾳ τοῖς ἐναίμοις εἶναι͵ τοῖς δ΄ ἀναίμοις ἐν τῷ ἀνάλογον· ἐργάζεται γὰρ καὶ πέττει τῷ φυσικῷ θερμῷ τὴν τροφὴν πάντα͵ μάλιστα δὲ τὸ κυριώτατον. διὸ τῶν μὲν ἄλλων μορίων ψυχομένων ὑπομένει τὸ ζῆν͵ τοῦ δ΄ ἐν ταύτῃ φθείρεται πάμπαν͵ διὰ τὸ τὴν ἀρχὴν ἐντεῦθεν τῆς θερμότητος ἠρτῆσθαι πᾶσι͵ καὶ τῆς ψυχῆς ὥσπερ ἐμπεπυρευμένης ἐν τοῖς μορίοις τούτοις͵ τῶν μὲν ἀναίμων ἐν τῷ ἀνάλογον͵ ἐν δὲ τῇ καρδίᾳ τῶν ἐναίμων. ἀνάγκη τοίνυν ἅμα τό τε ζῆν ὑπάρχειν καὶ τὴν τοῦ θερμοῦ τούτου σωτηρίαν͵ καὶ τὸν καλούμενον θάνατον εἶναι τὴν τούτου φθοράν.

Ἀλλὰ μὴν πυρός γε δύο ὁρῶμεν φθοράς͵ μάρανσίν τε καὶ σβέσιν. καλοῦμεν δὲ τὴν μὲν ὑφ΄ αὑτοῦ μάρανσιν͵ τὴν δ΄ ὑπὸ τῶν ἐναντίων σβέσιν͵ [τὴν μὲν γήρᾳ͵ τὴν δὲ βίαιον͵] συμβαίνει δ΄ ἀμφοτέρας διὰ ταὐτὸ γίνεσθαι τὰς φθοράς· ὑπολειπούσης γὰρ τῆς τροφῆς͵ οὐ δυναμένου λαμβάνειν τοῦ θερμοῦ τὴν τροφήν͵ φθορὰ γίνεται τοῦ πυρός. τὸ μὲν γὰρ ἐναντίον παῦον τὴν πέψιν κωλύει τρέφεσθαι· ὁτὲ δὲ μαραίνεσθαι συμβαίνει͵ πλείονος ἀθροιζομένου θερμοῦ διὰ τὸ μὴ ἀναπνεῖν μηδὲ καταψύχεσθαι· ταχὺ γὰρ καὶ οὕτω καταναλίσκει τὴν τροφὴν πολὺ συναθροιζόμενον τὸ θερμόν͵ καὶ φθάνει καταναλίσκον πρὶν ἐπιστῆναι τὴν ἀναθυμίασιν. διόπερ οὐ μόνον μαραίνεται τὸ ἔλαττον παρὰ τὸ πλεῖον πῦρ͵ ἀλλὰ καὶ αὐτὴ καθ΄ αὑτὴν ἡ τοῦ λύχνου φλὸξ ἐντιθεμένη πλείονι φλογὶ [470a] κατακαίεται͵ καθάπερ ὁτιοῦν ἄλλο τῶν καυστῶν. αἴτιον δ΄ ὅτι τὴν μὲν οὖσαν ἐν τῇ φλογὶ τροφὴν φθάνει λαμβάνουσα ἡ μείζων φλὸξ πρὶν ἐπελθεῖν ἑτέραν͵ τὸ δὲ πῦρ ἀεὶ διατελεῖ γινόμενον καὶ ῥέον ὥσπερ ποταμός͵ ἀλλὰ λανθάνει διὰ τὸ τάχος. δῆλον τοίνυν ὡς εἴπερ δεῖ σῴζεσθαι τὸ θερμόν (τοῦτο δ΄ ἀναγκαῖον͵ εἴπερ μέλλει ζῆν)͵ δεῖ γίνεσθαί τινα τοῦ θερμοῦ τοῦ ἐν τῇ ἀρχῇ κατάψυξιν. παράδειγμα δὲ τούτου λαβεῖν ἔστι τὸ συμβαῖνον ἐπὶ τῶν καταπνιγομένων ἀνθράκων· ἂν μὲν γὰρ ὦσι περιπεπωμασμένοι τῷ καλουμένῳ πνιγεῖ συνεχῶς͵ ἀποσβέννυνται ταχέως· ἂν δὲ παρ΄ ἄλληλά τις ποιῇ πυκνὰ τὴν ἀφαίρεσιν καὶ τὴν ἐπίθεσιν͵ μένουσι πεπυρωμένοι πολὺν χρόνον. ἡ δ΄ ἔγκρυψις σῴζει τὸ πῦρ· οὔτε γὰρ ἀποπνεῖν κωλύεται͵ διὰ μανότητα τῆς τέφρας͵ ἀντιφράττει τε τῷ πέριξ ἀέρι πρὸς τὸ μὴ σβεννύναι͵ τῷ πλήθει τῆς ἐνυπαρχούσης αὐτῷ θερμότητος. ἀλλὰ περὶ μὲν τῆς αἰτίας ταύτης͵ ὅτι τὸ ἐναντίον συμβαίνει τῷ ἐγκρυπτομένῳ καὶ καταπνιγομένῳ πυρί (τὸ μὲν γὰρ μαραίνεται͵ τὸ δὲ διαμένει πλείω χρόνον)͵ εἴρηται ἐν τοῖς προβλήμασιν.

Ἐπεὶ δὲ πᾶν ζῶν ἔχει ψυχήν͵ αὕτη δ΄ οὐκ ἄνευ φυσικῆς ὑπάρχει θερμότητος͵ ὥσπερ εἴπομεν͵ τοῖς μὲν φυτοῖς ἡ διὰ τῆς τροφῆς καὶ τοῦ περιέχοντος ἱκανὴ γίνεται βοήθεια πρὸς τὴν τοῦ φυσικοῦ θερμοῦ σωτηρίαν. καὶ γὰρ ἡ τροφὴ ποιεῖ κατάψυξιν εἰσιοῦσα͵ καθάπερ καὶ τοῖς ἀνθρώποις τὸ πρῶτον προσενεγκαμένοις͵ αἱ δὲ νηστεῖαι θερμαίνουσι καὶ δίψας ποιοῦσιν· ἀκίνητος γὰρ ὢν ὁ ἀὴρ ἀεὶ θερμαίνεται͵ τῆς δὲ τροφῆς εἰσιούσης καταψύχεται κινούμενος͵ ἕως ἂν λάβῃ τὴν πέψιν. ἐὰν δὲ τὸ περιέχον ὑπερβάλλῃ ψυχρότητι διὰ τὴν ὥραν͵ ἰσχυρῶν γινομένων πάγων͵ ἐξαυαίνεται ἡ τοῦ θερμοῦ ἰσχύς͵ ἂν δὲ συμβαίνῃ καύματα καὶ μὴ δύνηται τὸ σπώμενον ἐκ τῆς γῆς ὑγρὸν καταψύχειν͵ φθείρεται μαραινόμενον τὸ θερμόν͵ καὶ λέγεται σφακελίζειν καὶ ἀστρόβλητα γίνεσθαι τὰ δένδρα περὶ τοὺς καιροὺς τούτους. διὸ καὶ γένη τινὰ λίθων ταῖς ῥίζαις ὑποβάλλουσι καὶ ὕδωρ ἐν [470b] ἀγγείοις͵ ὅπως αἱ ῥίζαι ψύχωνται τῶν φυτῶν. τῶν δὲ ζῴων ἐπεὶ τὰ μέν ἐστιν ἔνυδρα τὰ δ΄ ἐν τῷ ἀέρι ποιεῖται τὴν δίαιταν͵ ἐκ τούτων καὶ διὰ τούτων πορίζεται τὴν κατά ψυξιν͵ τὰ μὲν τῷ ὕδατι τὰ δὲ τῷ ἀέρι. τίνα δὲ τρόπον καὶ πῶς͵ λεκτέον ἐπιστήσασι τὸν λόγον μᾶλλον.

Ἀριστοτέλους
Περὶ ὕπνου καὶ ἐγρηγόρσεως


Περὶ δὲ ὕπνου καὶ ἐγρηγόρσεως ἐπισκεπτέον τίνα τε τυγχάνει ὄντα͵ καὶ πότερον ἴδια τῆς ψυχῆς ἢ τοῦ σώματος ἢ κοινά͵ καὶ εἰ κοινά͵ τίνος μορίου τῆς ψυχῆς ἢ τοῦ σώματος͵ καὶ διὰ τίν΄ αἰτίαν ὑπάρχει τοῖς ζῴοις· καὶ πότερον ἅπαντα κεκοινώνηκεν ἀμφοτέρων͵ ἢ τὰ μὲν θατέρου τὰ δὲ θατέρου μόνον͵ ἢ τὰ μὲν οὐδετέρου τὰ δὲ ἀμφοτέρων· πρὸς δὲ τούτοις τί ἐστι τὸ ἐνύπνιον͵ καὶ διὰ τίνα αἰτίαν οἱ καθεύδοντες ὁτὲ μὲν ὀνειρώττουσιν ὁτὲ δὲ οὔ͵ ἢ συμβαίνει μὲν ἀεὶ τοῖς καθεύδουσιν ἐνυπνιάζειν͵ ἀλλ΄ οὐ μνημονεύουσιν͵ καὶ εἰ τοῦτο γίγνεται͵ διὰ τίνα αἰτίαν γίγνεται· καὶ πότερον ἐνδέχεται τὰ μέλλοντα προορᾶν ἢ οὐκ ἐνδέχεται͵ καὶ τίνα τρόπον εἰ ἐνδέχεται· καὶ πότερον τὰ μέλλοντα ὑπ΄ ἀνθρώπου πράσσεσθαι μόνον͵ ἢ καὶ ὧν τὸ δαιμόνιον ἔχει τὴν αἰτίαν͵ καὶ φύσει γίγνεται ἢ ἀπὸ ταὐτομάτου. πρῶτον μὲν οὖν τοῦτό γε φανερόν͵ ὅτι τῷ αὐτῷ τοῦ ζῴου ἥ τε ἐγρήγορσις ὑπάρχει καὶ ὁ ὕπνος· ἀντίκεινται γάρ͵ καὶ φαίνεται στέρησίς τις ὁ ὕπνος τῆς ἐγρηγόρσεως· ἀεὶ γὰρ τὰ ἐναντία καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐν τοῖς φυσικοῖς ἐν τῷ αὐτῷ δεκτικῷ φαίνεται γιγνόμενα͵ καὶ τοῦ αὐτοῦ ὄντα πάθη͵ λέγω δ΄ οἷον ὑγίεια καὶ νόσος͵ καὶ κάλλος καὶ αἶσχος͵ καὶ ἰσχὺς καὶ ἀσθένεια͵ καὶ ὄψις καὶ τυφλότης͵ καὶ ἀκοὴ καὶ κωφότης. ἔτι δὲ [454a] καὶ ἐκ τῶνδε δῆλον· ᾧ γὰρ τὸν ἐγρηγορότα γνωρίζομεν͵ τούτῳ καὶ τὸν καθυπνοῦντα· τὸν δὲ αἰσθανόμενον ἐγρηγορέναι νομίζομεν͵ καὶ τὸν ἐγρηγορότα πάντα ἢ τῶν ἔξωθέν τινος αἰσθάνεσθαι ἢ τῶν ἐν αὑτῷ κινήσεων. εἰ τοίνυν τὸ ἐγρηγορέναι ἐν μηδενὶ ἄλλῳ ἐστὶν ἢ τῷ αἰσθάνεσθαι͵ δῆλον ὅτι ᾧ περ αἰσθάνεται͵ τούτῳ καὶ ἐγρήγορε τὰ ἐγρηγορότα καὶ καθεύδει τὰ καθεύδοντα. ἐπεὶ δὲ οὔτε τῆς ψυχῆς ἴδιον τὸ αἰσθάνεσθαι οὔτε τοῦ σώματος (οὗ γὰρ ἡ δύναμις͵ τούτου καὶ ἡ ἐνέργεια· ἡ δὲ λεγομένη αἴσθησις ὡς ἐνέργεια κίνησίς τις διὰ τοῦ σώματος τῆς ψυχῆς ἐστι)͵ φανερὸν ὡς οὔτε τῆς ψυχῆς τὸ πάθος ἴδιον͵ οὔτ΄ ἄψυχον σῶμα δυνατὸν αἰσθάνεσθαι. διωρι σμένων δὲ πρότερον ἐν ἑτέροις περὶ τῶν λεγομένων ὡς μορίων τῆς ψυχῆς͵ καὶ τοῦ μὲν θρεπτικοῦ χωριζομένου τῶν ἄλλων ἐν τοῖς ἔχουσι σώμασι ζωήν͵ τῶν δ΄ ἄλλων οὐδενὸς ἄνευ τούτου͵ δῆλον ὡς ὅσα μὲν αὐξήσεως καὶ φθίσεως μετέχει μόνον τῶν ζώντων͵ [ὅτι] τούτοις οὐχ ὑπάρχει ὕπνος οὐδὲ ἐγρήγορσις͵ οἷον τοῖς φυτοῖς (οὐ γὰρ ἔχουσι τὸ αἰσθητικὸν μόριον͵ οὔτε εἰ χωριστόν ἐστιν οὔτε εἰ μὴ χωριστόν· τῇ γὰρ δυνάμει καὶ τῷ εἶναι χωριστόν ἐστιν)· ὁμοίως δὲ καὶ ὅτι οὐδέν ἐστιν ὃ ἀεὶ ἐγρήγορεν ἢ ἀεὶ καθεύδει͵ ἀλλὰ τοῖς αὐτοῖς ὑπάρχει τῶν ζῴων ἀμφότερα τὰ πάθη ταῦτα. οὐ γάρ͵ εἴ τι ἔστι ζῷον μὴ ἔχον αἴσθησιν͵ τοῦτ΄ ἐνδέχεται οὔτε καθεύδειν οὔτε ἐγρηγορέναι (ἄμφω γάρ ἐστι τὰ πάθη ταῦτα περὶ αἴσθησιν τοῦ πρώτου αἰσθητικοῦ)· οὐκ ἐνδέχεται δὲ οὐδὲ θάτερον τούτων ἀεὶ ὑπάρχειν τῷ αὐτῷ͵ οἷον ἀεί τι γένος ζῴων καθεύδειν ἢ ἀεί τι ἐγρηγορέναι. ἔτι ὅσων ἔστι τι ἔργον κατὰ φύσιν͵ ὅταν ὑπερβάλλῃ τὸν χρόνον ὅσον δύναταί τι ποιεῖν͵ ἀνάγκη ἀδυνατεῖν͵ οἷον τὰ ὄμματα ὁρῶντα͵ καὶ παύεσθαι τοῦτο ποιοῦντα͵ ὁμοίως δὲ καὶ χεῖρα καὶ ἄλλο πᾶν οὗ ἔστι τι ἔργον. εἰ δή τινός ἐστιν ἔργον τὸ αἰσθάνεσθαι͵ καὶ τοῦτο͵ ἂν ὑπερβάλλῃ ὅσον ἦν χρόνον δυνάμενον αἰσθάνεσθαι συνεχῶς͵ ἀδυνατήσει καὶ οὐκέτι τοῦτο ποιήσει. εἰ τοίνυν τὸ ἐγρηγορέναι ὥρισται τῷ [454b] λελύσθαι τὴν αἴσθησιν͵ τῶν δ΄ ἐναντίων τῶν μὲν ἀνάγκη θάτερον ἀεὶ παρεῖναι τῶν δ΄ οὔ͵ τῷ δ΄ ἐγρηγορέναι τὸ καθεύδειν ἐναντίον͵ καὶ ἀναγκαῖον ἅπαντι θάτερον ὑπάρχειν͵ ἀναγκαῖον ἂν εἴη καθεύδειν. εἰ οὖν τὸ τοιοῦτον πάθος ὕπνος͵ τοῦτο δ΄ ἐστὶν ἀδυναμία δι΄ ὑπερβολὴν τοῦ ἐγρηγορέναι͵ ἡ δὲ τοῦ ἐγρηγορέναι ὑπερβολὴ ὁτὲ μὲν νοσώδης ὁτὲ δὲ ἄνευ νόσου γίγνεται͵ ὥστε καὶ ἡ ἀδυναμία καὶ ἡ διάλυσις ὡσαύτως ἔσται͵ ἀνάγκη πᾶν τὸ ἐγρηγορὸς ἐνδέχεσθαι καθεύδειν· ἀδύνατον γὰρ ἀεὶ ἐνεργεῖν. ὁμοίως δὲ οὐδὲ καθεύδειν οὐδὲν ἀεὶ ἐνδέχεται. ὁ γὰρ ὕπνος πάθος τι τοῦ αἰσθητικοῦ μορίου ἐστίν͵ οἷον δεσμός τις καὶ ἀκινησία͵ ὥστ΄ ἀνάγκη πᾶν τὸ καθεῦδον ἔχειν τὸ αἰσθητικὸν μόριον. αἰσθητικὸν δὲ τὸ δυνατὸν αἰσθάνεσθαι κατ΄ ἐνέργειαν· ἐνεργεῖν δὲ τῇ αἰσθήσει κυρίως καὶ ἁπλῶς ἀδύνατον καθεῦδον ἅμα· διὸ ἀναγκαῖον ὕπνον πάντα ἐγερτὸν εἶναι. τὰ μὲν οὖν ἄλλα σχεδὸν ἅπαντα δῆλα κοινωνοῦνθ΄ ὕπνου͵ καὶ πλωτὰ καὶ πτηνὰ καὶ πεζά· καὶ γὰρ τὰ τῶν ἰχθύων γένη πάντα καὶ τὰ τῶν μαλακίων ὦπται καθεύδοντα͵ καὶ τἆλλα πάντα ὅσαπερ ἔχει ὀφθαλμούς· καὶ γὰρ τὰ σκληρόφθαλμα φανερὰ καὶ τὰ ἔντομα κοιμώμενα· βραχύυπνα δὲ τὰ τοιαῦτα πάντα͵ διὸ καὶ λάθοι ἄν τινα πολλάκις πότερον μετέχουσι τοῦ καθεύδειν ἢ οὔ. τῶν δ΄ ὀστρακοδέρμων κατὰ μὲν τὴν αἴσθησιν οὐδέ πω γέγονε φανερὸν εἰ καθεύδουσιν· εἰ δέ τῳ πιθανὸς ὁ λεχθεὶς λόγος͵ τοῦτο πεισθήσεται. ὅτι μὲν οὖν ὕπνου κοινωνεῖ τὰ ζῷα πάντα͵ φανερὸν ἐκ τούτων. τῷ γὰρ αἴσθησιν ἔχειν ὥρισται τὸ ζῷον͵ τῆς δ΄ αἰσθήσεως τρόπον τινὰ τὴν μὲν ἀκινησίαν καὶ οἷον δεσμὸν τὸν ὕπνον εἶναί φαμεν͵ τὴν δὲ λύσιν καὶ τὴν ἄνεσιν ἐγρήγορσιν. τῶν δὲ φυτῶν οὐδὲν οἷόν τε κοινωνεῖν οὐδετέρου τούτων τῶν παθημάτων· ἄνευ μὲν γὰρ αἰσθήσεως οὐχ ὑπάρχει οὔτε ὕπνος οὔτε ἐγρήγορσις· οἷς δ΄ αἴσθησις ὑπάρχει͵ καὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν· οἷς δὲ ταῦτα͵ καὶ ἐπιθυμία· τοῖς δὲ φυτοῖς οὐδὲν ὑπάρχει τούτων. σημεῖον δ΄ ὅτι καὶ τὸ ἔργον τὸ αὑτοῦ ποιεῖ τὸ [455a] θρεπτικὸν μόριον ἐν τῷ καθεύδειν μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· τρέφεται γὰρ καὶ αὐξάνεται τότε μᾶλλον͵ ὡς οὐδὲν προσδεόμενα πρὸς ταῦτα τῆς αἰσθήσεως.

Διὰ τί δὲ καθεύδει καὶ ἐγρήγορε καὶ διὰ ποίαν τινὰ αἴσθησιν ἢ ποίας͵ εἰ διὰ πλείους͵ σκεπτέον. ἐπεὶ δ΄ ἔνια μὲν τῶν ζῴων ἔχει τὰς αἰσθήσεις πάσας͵ ἔνια δ΄ οὐκ ἔχει͵ οἷον ὄψιν͵ τὴν δ΄ ἁφὴν καὶ τὴν γεῦσιν ἅπαντα ἔχει͵ πλὴν εἴ τι τῶν ζῴων ἀτελές (εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς)͵ ἀδύνατον δ΄ ἐστὶν ἁπλῶς ὁποιανοῦν αἴσθησιν αἰσθάνεσθαι τὸ καθεῦδον ζῷον͵ φανερὸν ὅτι πάσαις ἀναγκαῖον ὑπάρχειν τὸ αὐτὸ πάθος ἐν τῷ καλουμένῳ ὕπνῳ· εἰ γὰρ τῇ μέν͵ τῇ δὲ μή͵ ταύτῃ καθεῦδον αἰσθήσεται͵ τοῦτο δ΄ ἀδύνατον. ἐπεὶ δ΄ ὑπάρχει καθ΄ ἑκάστην αἴσθησιν τὸ μέν τι ἴδιον͵ τὸ δέ τι κοινόν͵ ἴδιον μὲν οἷον τῇ ὄψει τὸ ὁρᾶν͵ τῇ δ΄ ἀκοῇ τὸ ἀκούειν͵ καὶ ταῖς ἄλλαις ἑκάστῃ κατὰ τὸν αὐτὸν τρόπον͵ ἔστι δέ τις καὶ κοινὴ δύναμις ἀκολουθοῦσα πάσαις͵ ᾗ καὶ ὅτι ὁρᾷ καὶ ἀκούει αἰσθάνεται (οὐ γὰρ δὴ τῇ γε ὄψει ὁρᾷ ὅτι ὁρᾷ͵ καὶ κρίνει δὴ καὶ δύναται κρίνειν ὅτι ἕτερα τὰ γλυκέα τῶν λευκῶν οὔτε γεύσει οὔτε ὄψει οὔτε ἀμφοῖν͵ ἀλλά τινι κοινῷ μορίῳ τῶν αἰσθητηρίων ἁπάντων· ἔστι μὲν γὰρ μία αἴσθησις͵ καὶ τὸ κύριον αἰσθητήριον ἕν͵ τὸ δ΄ εἶναι αἰσθήσει τοῦ γένους ἑκάστου ἕτερον͵ οἷον ψόφου καὶ χρώματος)͵ τοῦτο δ΄ ἅμα τῷ ἁπτικῷ μάλιστα ὑπάρχει (τοῦτο μὲν γὰρ χωρίζεται τῶν ἄλλων αἰσθητηρίων͵ τὰ δ΄ ἄλλα τούτου ἀχώριστα͵ εἴρηται δὲ περὶ αὐτῶν ἐν τοῖς Περὶ ψυχῆς θεωρήμασιν)͵ φανερὸν τοίνυν ὅτι τούτου ἐστὶ πάθος ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. διὸ καὶ πᾶσιν ὑπάρχει τοῖς ζῴοις· καὶ γὰρ ἡ ἁφὴ μόνη πᾶσιν· εἰ γὰρ τῷ πάσας τι πεπονθέναι τὰς αἰσθήσεις ἐγίγνετο τὸ καθεύδειν͵ ἄτοπον εἰ αἷς οὔτε ἀνάγκη οὔτε δυνατὸν τρόπον τινὰ ἐνεργεῖν ἅμα͵ ταύτας ἀναγκαῖον ἀργεῖν ἅμα καὶ ἀκινητί ζειν· τοὐναντίον γὰρ εὐλογώτερον συνέβαινεν ἂν αὐταῖς͵ τὸ μὴ ἅμα ἠρεμεῖν. ὡς δὲ νῦν λέγομεν͵ εὐλόγως ἔχει καὶ περὶ τούτων· τοῦ γὰρ κυρίου τῶν ἄλλων πάντων αἰσθητηρίου͵ καὶ πρὸς ὃ συντείνει τἆλλα͵ πεπονθότος τι συμπάσχειν [455b] ἀναγκαῖον καὶ τὰ λοιπὰ πάντα͵ ἐκείνων δέ τινος ἀδυνατοῦν τος οὐκ ἀνάγκη τοῦτ΄ ἀδυνατεῖν. φανερὸν δὲ ἐκ πολλῶν ὅτι οὐκ ἐν τῷ τὰς αἰσθήσεις ἀργεῖν καὶ μὴ χρῆσθαι αὐταῖς ὁ ὕπνος͵ οὐδ΄ ἐν τῷ μὴ δύνασθαι αἰσθάνεσθαι (καὶ γὰρ ἐν ταῖς λειποψυχίαις τοιοῦτόν τι συμβαίνει· ἀδυναμία γὰρ αἰσθήσεως ἡ λειποψυχία͵ γίγνονται δὲ καὶ ἔκνοιαί τινες τοιαῦται· ἔτι δ΄ οἱ τὰς ἐν τῷ αὐχένι φλέβας καταλαμβανόμενοι ἀναίσθητοι γίγνονται)͵ ἀλλ΄ ὅταν ἡ ἀδυναμία τῆς χρήσεως μήτ΄ ἐν τῷ τυχόντι αἰσθητηρίῳ͵ μήτε δι΄ ἣν ἔτυχεν αἰτίαν͵ ἀλλά͵ καθάπερ εἴρηται νῦν͵ ἐν τῷ πρώτῳ ᾧ αἰσθάνεται πάντων· ὅταν μὲν γὰρ τοῦτ΄ ἀδυνατήσῃ͵ ἀνάγκη καὶ τοῖς αἰσθητηρίοις πᾶσιν ἀδυνατεῖν αἰσθέσθαι͵ ὅταν δ΄ ἐκείνων τι͵ οὐκ ἀνάγκη τούτῳ. δι΄ ἣν δ΄ αἰτίαν συμβαίνει τὸ καθεύδειν͵ καὶ ποῖόν τι τὸ πάθος ἐστί͵ λεκτέον. ἐπεὶ δὲ τρόποι πλείους τῆς αἰτίας (καὶ γὰρ τὸ τίνος ἕνεκεν͵ καὶ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως͵ καὶ τὴν ὕλην καὶ τὸν λόγον αἴτιον εἶναί φαμεν)͵ πρῶτον μὲν οὖν ἐπειδὴ λέγομεν τὴν φύσιν ἕνεκά του ποιεῖν͵ τοῦτο δὲ ἀγαθόν τι͵ τὴν δ΄ ἀνάπαυσιν παντὶ τῷ πεφυκότι κινεῖσθαι͵ μὴ δυναμένῳ δ΄ ἀεὶ καὶ συνεχῶς κινεῖσθαι μεθ΄ ἡδονῆς͵ ἀναγκαῖον εἶναι καὶ ὠφέλιμον͵ τῷ δὲ ὕπνῳ αὐτῇ τῇ ἀληθείᾳ προσάπτουσι τὴν μεταφορὰν ταύτην ὡς ἀναπαύσει ὄντι ὥστε σωτηρίας ἕνεκα τῶν ζῴων ὑπάρχει. ἡ δ΄ ἐγρήγορσις τέλος· τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν πᾶσι τέλος οἷς ὑπάρχει θάτερον αὐτῶν. βέλτιστα γὰρ ταῦτα͵ τὸ δὲ τέλος βέλτιστον. ἔτι δὲ ἀναγκαῖον ἑκάστῳ τῶν ζῴων ὑπάρχειν τὸν ὕπνον. λέγω δ΄ ἐξ ὑποθέσεως τὴν ἀνάγκην͵ ὅτι εἰ ζῷον ἔσται ἔχον τὴν αὑτοῦ φύσιν͵ ἐξ ἀνάγκης τινὰ ὑπάρχειν αὐτῷ δεῖ͵ καὶ τούτων ὑπαρχόντων ἕτερα ὑπάρχειν. ἔτι δὲ ποίας κινήσεως καὶ πράξεως ἐν τοῖς σώμασι γιγνομένης συμβαίνει τότε ἐγρηγορέναι καὶ τὸ καθεύδειν τοῖς ζῴοις͵ μετὰ ταῦτα λεκτέον. τοῖς μὲν οὖν ἄλλοις ζῴοις καθάπερ τοῖς ἐναίμοις ὑποληπτέον εἶναι τὰ αἴτια τοῦ πάθους ἢ ταὐτὰ ἢ τὰ ἀνάλογον͵ τοῖς δ΄ ἐναίμοις ἅπερ τοῖς ἀνθρώποις· ὥστε ἐκ τούτων πάντα θεωρητέον. ὅτι μὲν οὖν ἡ τῆς αἰσθήσεως ἀρχὴ γίγνεται [456a] ἀπὸ τοῦ αὐτοῦ μέρους τοῖς ζῴοις ἀφ΄ οὗπερ καὶ ἡ τῆς κινήσεως͵ διώρισται πρότερον ἐν ἑτέροις. αὕτη δέ ἐστι τριῶν διωρισμένων τόπων ὁ μέσος κεφαλῆς καὶ τῆς κάτω κοιλίας. τοῖς μὲν οὖν ἐναίμοις τοῦτ΄ ἐστὶ τὸ περὶ τὴν καρδίαν μέρος. πάντα γὰρ τὰ ἔναιμα καρδίαν ἔχει͵ καὶ ἡ ἀρχὴ τῆς κινήσεως καὶ τῆς αἰσθήσεως τῆς κυρίας ἐντεῦθέν ἐστιν. τῆς μὲν οὖν κινήσεως φανερὸν ὅτι καὶ ἡ τοῦ πνεύματος ἀρχὴ καὶ ὅλως ἡ τῆς καταψύξεώς ἐστιν ἐνταῦθα͵ καὶ τὸ ἀναπνεῖν τε καὶ τὸ τῷ ὑγρῷ καταψύχεσθαι πρός γε τὴν σωτηρίαν τοῦ ἐν τούτῳ μορίῳ θερμοῦ ἡ φύσις πεπόρικεν· ῥηθήσεται δὲ περὶ αὐτῆς ὕστερον καθ΄ αὑτήν. τοῖς δὲ ἀναίμοις καὶ τοῖς ἐντόμοις καὶ μὴ δεχομένοις πνεῦμα ἐν τῷ ἀνάλογον τὸ σύμφυτον πνεῦμα ἀναφυσώμενον καὶ συνιζάνον φαίνεται. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ὁλοπτέρων͵ οἷον σφηκῶν καὶ μελιττῶν͵ καὶ ἐν ταῖς μυίαις καὶ ὅσα τοιαῦτα. ἐπεὶ δὲ κινεῖν μέν τι ἢ ποιεῖν ἄνευ ἰσχύος ἀδύνατον͵ ἰσχὺν δὲ ποιεῖ ἡ τοῦ πνεύματος κάθεξις͵ τοῖς μὲν εἰσφερομένοις ἡ θύραθεν͵ τοῖς δὲ μὴ ἀναπνέουσιν ἡ σύμφυτος (διὸ καὶ βομβοῦντα φαίνεται τὰ πτερωτά͵ ὅταν κινῆται͵ τῇ τρίψει τοῦ πνεύματος προσπίπτοντος πρὸς τὸ ὑπόζωμα τῶν ὁλοπτέρων)͵ κινεῖται δὲ πᾶν αἰσθήσεώς τινος γενομένης͵ ἢ οἰκείας ἢ ἀλλοτρίας͵ ἐν τῷ πρώτῳ αἰσθητηρίῳεἰ δή ἐστιν ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις πάθη τοῦ μορίου τούτου͵ ἐν ᾧ μὲν τόπῳ καὶ ἐν ᾧ μορίῳ πρώτῳ γίγνεται ὁ ὕπνος καὶ ἡ ἐγρήγορσις͵ φανερόν. κινοῦνται δ΄ ἔνιοι καθεύδοντες καὶ ποιοῦσι πολλὰ ἐγρηγορικά͵ οὐ μέντοι ἄνευ φαντάσματος καὶ αἰσθήσεώς τινος· τὸ γὰρ ἐνύπνιόν ἐστιν αἴσθημα τρόπον τινά· λεκτέον δὲ περὶ αὐτῶν ὕστερον. διότι δὲ τὰ μὲν ἐνύπνια μνημονεύουσιν ἐγερθέντες͵ τὰς δ΄ ἐγρηγορικὰς πράξεις ἀμνημονοῦσιν͵ ἐν τοῖς Προβληματικοῖς εἴρηται.

Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν τίνων γιγνομένων καὶ πόθεν ἡ ἀρχὴ τοῦ πάθους γίγνεται͵ τοῦ τ΄ ἐγρηγορέναι καὶ τοῦ καθεύδειν. φανερὸν δὴ ὅτι ἐπεὶ ἀναγκαῖον τῷ ζῴῳ͵ ὅταν αἴσθησιν ἔχῃ͵ τότε πρῶτον τροφήν τε λαμβάνειν καὶ αὔξησιν͵ τροφὴ δ΄ ἐστὶ πᾶσιν ἡ ἐσχάτη τοῖς μὲν ἐναίμοις ἡ τοῦ αἵματος φύσις͵ τοῖς δ΄ ἀναίμοις τὸ ἀνάλογον͵ [456b] τόπος δὲ τοῦ αἵματος αἱ φλέβες͵ τούτων δ΄ ἀρχὴ ἡ καρδία (φανερὸν δὲ τὸ λεχθὲν ἐκ τῶν ἀνατομῶν)τῆς μὲν οὖν θύραθεν τροφῆς εἰσιούσης εἰς τοὺς δεκτικοὺς τόπους γίγνεται ἡ ἀναθυμίασις εἰς τὰς φλέβας͵ ἐκεῖ δὲ μεταβάλλουσα ἐξαιματοῦται καὶ πορεύεται ἐπὶ τὴν ἀρχήν. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς Περὶ τροφῆς· νῦν δὲ ἀναληπτέον ὑπὲρ αὐτῶν τούτου χάριν͵ ὅπως τὰς ἀρχὰς τῆς κινήσεως θεωρήσωμεν͵ καὶ τί πάσχοντος τοῦ μορίου τοῦ αἰσθητικοῦ συμβαίνει ἡ ἐγρήγορσις καὶ ὁ ὕπνος. οὐ γάρ ἐστιν ὁ ὕπνος ἡτισοῦν ἀδυναμία τοῦ αἰσθητικοῦ͵ καθάπερ εἴρηται· καὶ γὰρ ἔκνοια καὶ πνιγμός τις καὶ λειποψυχία ποιεῖ τὴν τοιαύτην ἀδυναμίαν. ἤδη δὲ γεγένηταί τισι καὶ φαντασία λειποψυχήσασιν ἰσχυρῶς. τοῦτο μὲν οὖν ἔχει τινὰ ἀπορίαν· εἰ γὰρ ἐνδέχεται καταδαρθεῖν τὸν λειποψυχήσαντα͵ ἐνδέχοιτ΄ ἂν ἐνύπνιον εἶναι καὶ τὸ φάντασμα. πολλὰ δ΄ ἐστὶν ἃ λέγουσιν οἱ σφόδρα λειποψυχήσαντες καὶ δόξαντες τεθνάναι· περὶ ὧν τὸν αὐτὸν λόγον ὑποληπτέον εἶναι πάντων. ἀλλὰ γάρ͵ ὥσπερ εἴπομεν͵ οὐκ ἔστιν ὁ ὕπνος ἀδυναμία πᾶσα τοῦ αἰσθητικοῦ͵ ἀλλ΄ ἐκ τῆς περὶ τὴν τροφὴν ἀναθυμιάσεως γίγνεται τὸ πάθος τοῦτο· ἀνάγκη γὰρ τὸ ἀναθυμιώμενον μέχρι του ὠθεῖσθαι͵ εἶτ΄ ἀντιστρέφειν καὶ μεταβάλλειν καθάπερ εὔριπον. τὸ δὲ θερ μὸν ἑκάστου τῶν ζῴων πρὸς τὸ ἄνω πέφυκε φέρεσθαι· ὅταν δ΄ ἐν τοῖς ἄνω τόποις γένηται͵ ἀθρόον πάλιν ἀντιστρέφει καὶ καταφέρεται. διὸ μάλιστα γίγνονται ὕπνοι ἀπὸ τῆς τροφῆς· ἀθρόον γὰρ πολὺ τό τε ὑγρὸν καὶ τὸ σωματῶδες ἀναφέρεται. ἱστάμενον μὲν οὖν βαρύνει καὶ ποιεῖ νυστάζειν· ὅταν δὲ ῥέψῃ κάτω καὶ ἀντιστρέψαν ἀπώσῃ τὸ θερμόν͵ τότε γίγνεται ὁ ὕπνος καὶ τὸ ζῷον καθεύδει. σημεῖον δὲ τούτων καὶ τὰ ὑπνωτικά· πάντα γὰρ καρηβαρίαν ποιεῖ͵ καὶ τὰ ποτὰ καὶ τὰ βρωτά͵ μήκων͵ μανδραγόρας͵ οἶνος͵ αἶραι. καὶ καταφερόμενοι καὶ νυστάζοντες τοῦτο δοκοῦσι πάσχειν͵ καὶ ἀδυνατοῦσιν αἴρειν τὴν κεφαλὴν καὶ τὰ βλέφαρα. καὶ μετὰ τὰ σιτία μάλιστα τοιοῦτος ὁ ὕπνος· πολλὴ γὰρ ἡ ἀπὸ τῶν σιτίων ἀναθυμίασις. ἔτι δ΄ ἐκ κόπων ἐνίων· ὁ μὲν γὰρ κόπος συντηκτικόν͵ τὸ δὲ σύντηγμα γίγνεται ὥσπερ τροφὴ [457a] ἄπεπτος͵ ἂν μὴ ψυχρὸν ᾖ. καὶ νόσοι δέ τινες τὸ αὐτὸ τοῦτο ποιοῦσιν͵ ὅσαι ἀπὸ περιττώματος ὑγροῦ καὶ θερμοῦ͵ οἷον συμβαίνει τοῖς πυρέττουσι καὶ ἐν τοῖς ληθάργοις. ἔτι δ΄ ἡ πρώτη ἡλικία· τὰ γὰρ παιδία καθεύδει σφόδρα διὰ τὸ τὴν τροφὴν ἄνω φέρεσθαι πᾶσαν. σημεῖον δὲ τὸ ὑπερβάλλειν τὸ μέγεθος τῶν ἄνω πρὸς τὰ κάτω κατὰ τὴν πρώτην ἡλικίαν͵ διὰ τὸ ἐπὶ ταῦτα γίγνεσθαι τὴν αὔξησιν. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ ἐπιληπτικὰ γίγνεται· ὅμοιον γὰρ ὁ ὕπνος ἐπιλήψει͵ καὶ ἔστιν τρόπον τινὰ ὁ ὕπνος ἐπίληψις. διὸ καὶ συμβαίνει τισὶν ἡ ἀρχὴ τούτου τοῦ πάθους καθεύδουσιν͵ καὶ καθεύδοντες μὲν ἁλίσκονται͵ ἐγρηγορότες δ΄ οὔ· ὅταν γὰρ πολὺ φέρηται τὸ πνεῦμα ἄνω͵ καταβαῖνον πάλιν τὰς φλέβας ὀγκοῖ͵ καὶ συνθλίβει τὸν πόρον δι΄ οὗ ἡ ἀναπνοὴ γίγνεται. διὸ τοῖς παιδίοις οὐ συμφέρουσιν οἱ οἶνοι͵ οὐδὲ ταῖς τίτθαις (διαφέρει γὰρ ἴσως οὐδὲν αὐτὰ πίνειν ἢ τὰς τίτθας)͵ ἀλλὰ δεῖ πίνειν ὑδαρῆ καὶ ὀλίγον· πνευματῶδες γὰρ ὁ οἶ νος καὶ τούτου μᾶλλον ὁ μέλας. οὕτω δὲ τὰ ἄνω πλήρη τροφῆς τοῖς παιδίοις͵ ὥστε πέντε μηνῶν οὐδὲ στρέφουσι τὸν αὐχένα· ὥσπερ γὰρ τοῖς σφόδρα μεθύουσιν͵ ὑγρότης ἀναφέρεται πολλή. εὔλογον δὲ τοῦτ΄ εἶναι τὸ πάθος αἴτιον καὶ τοῦ ἠρεμεῖν ἐν ταῖς μήτραις τὰ ἔμβρυα τὸ πρῶτον. καὶ τὸ ὅλον δὲ φίλυπνοι οἱ ἀδηλόφλεβοι καὶ οἱ νανώδεις καὶ οἱ μεγαλοκέφαλοι· τῶν μὲν γὰρ αἱ φλέβες στεναί͵ ὥστ΄ οὐ ῥᾴδιον διαρρεῖν κατιὸν τὸ ὑγρόν͵ τοῖς δὲ νανώδεσι καὶ μεγαλοκεφάλοις ἡ ἄνω ὁρμὴ πολλὴ καὶ ἀναθυμίασις. οἱ δὲ φλεβώδεις οὐχ ὑπνωτικοὶ δι΄ εὔροιαν τῶν πόρων͵ ἂν μή τι ἄλλο πάθος ἔχωσιν ὑπεναντίον. οὐδ΄ οἱ μελαγχολικοί· κατέψυκται γὰρ ὁ εἴσω τόπος͵ ὥστ΄ οὐ γίγνεται πλῆθος αὐτοῖς ἀναθυμιάσεως. διὰ τοῦτο γὰρ καὶ βρωτικοί͵ σκληφροὶ ὄντες· ὥσπερ γὰρ οὐδὲν ἀπολελαυκότα διάκειται τὰ σώματα αὐτοῖς. ἡ δὲ μέλαινα χολὴ φύσει ψυχρὰ οὖσα καὶ τὸν θρεπτικὸν τόπον ψυχρὸν ποιεῖ καὶ τὰ ἄλλα μόρια͵ ὅπου ἂν ὑπάρχῃ δυνάμει τὸ τοιοῦτον περίττωμα. ὥστε φανερὸν ἐκ [457b] τῶν εἰρημένων ὅτι ὁ ὕπνος ἐστὶ σύνοδός τις τοῦ θερμοῦ εἴσω καὶ ἀντιπερίστασις φυσικὴ διὰ τὴν εἰρημένην αἰτίαν· διὸ πολλὴ ἡ κίνησις τοῦ ὑπνοῦντος. ὅθεν δ΄ ἐκλείπει͵ καταψύχε ται καὶ διὰ ψῦξιν καταπίπτει τὰ βλέφαρα͵ καὶ τὰ μὲν ἄνω κατέψυκται καὶ τὰ ἔξω͵ τὰ δ΄ ἔντος καὶ τὰ κάτω θερμά͵ οἷον τὰ περὶ τοὺς πόδας καὶ τὰ εἴσω. καίτοι τοῦτό τις ἀπορήσειεν ἄν͵ ὅτι μετὰ τὰ σιτία ἰσχυρότατος ὁ ὕπνος γίγνεται͵ καὶ ἔστιν ὑπνωτικὰ οἶνος καὶ ἄλλα θερμότητα ἔχοντα τοιαῦτα͵ ἔστι δ΄ οὐκ εὔλογον τὸν μὲν ὕπνον εἶναι κατάψυξιν͵ τὰ δ΄ αἴτια τοῦ καθεύδειν θερμά. πότερον οὖν τοῦτο συμβαίνει ὅτι ὥσπερ ἡ κοιλία κενὴ μὲν οὖσα θερμή ἐστιν͵ ἡ δὲ πλήρωσις αὐτὴν καταψύχει διὰ τὴν κίνησιν͵ οὕτω καὶ οἱ ἐν τῇ κεφαλῇ πόροι καὶ τόποι καταψύχονται ἀναφερομένης τῆς ἀναθυμιάσεως; ἢ ὥσπερ τοῖς προσχεομένοις τὸ θερμὸν ἐξαίφνης φρίκη γίγνεται͵ κἀκεῖ ἀνιόντος τοῦ θερμοῦ ἀθροιζόμενον τὸ ψυχρὸν καταψύχει͵ καὶ τὸ κατὰ φύσιν θερμὸν ποιεῖ ἐξαδυνατεῖν καὶ ὑποχωρεῖν; ἔτι δὲ πολλῆς ἐμπιπτούσης τροφῆς͵ ἣν ἀνάγει τὸ θερμόν͵ ὥσπερ τὸ πῦρ ἐπιτιθεμένων τῶν ξύλων͵ καταψύχεται͵ ἕως ἂν καταπεφθῇ. γίγνεται γὰρ ὁ ὕπνος͵ ὥσπερ εἴρηται͵ τοῦ σωματώδους ἀναφερομένου ὑπὸ τοῦ θερμοῦ διὰ τῶν φλεβῶν πρὸς τὴν κεφαλήν· ὅταν δὲ μηκέτι δύνηται͵ ἀλλὰ τῷ πλήθει ὑπερβάλλῃ τὸ ἀναχθέν͵ πάλιν ἀνταπωθεῖται καὶ κάτω ῥεῖ (διὸ καὶ πίπτουσί γε ὑποσπωμένου τοῦ θερμοῦ τοῦ ἀνάγοντος οἱ ἄνθρωποι· μόνον γὰρ ὀρθὸν τῶν ζῴων)͵ καὶ ἐπιπεσὸν μὲν ἔκνοιαν ποιεῖ͵ ὕστερον δὲ φαντασίαν. ἢ αἱ μὲν νῦν λεγόμεναι λύσεις ἐνδεχόμεναι μέν εἰσι τοῦ γίγνεσθαι τὴν κατάψυξιν͵ οὐ μὴν ἀλλὰ κύριός γ΄ ἐστὶν ὁ τόπος ὁ περὶ τὸν ἐγκέφαλον͵ ὥσπερ ἐν ἄλλοις εἴρηται. πάντων δ΄ ἐστὶ τῶν ἐν τῷ σώματι ψυχρότατον ὁ ἐγκέφαλος͵ τοῖς δὲ μὴ ἔχουσι τὸ ἀνάλογον τούτῳ μόριον. ὥσπερ οὖν τὸ ἀπατμίζον ὑγρὸν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος͵ ὅταν ἔλθῃ εἰς τὸν ἄνω τόπον͵ διὰ τὴν ψυχρότητα αὐτοῦ καταψύχεται καὶ συστὰν καταφέρεται [458a] γενόμενον πάλιν ὕδωρ͵ οὕτως ἐν τῇ ἀναφορᾷ τοῦ θερμοῦ τῇ πρὸς τὸν ἐγκέφαλον ἡ μὲν περιττωματικὴ ἀναθυμίασις εἰς φλέγμα συνίσταται (διὸ καὶ οἱ κατάρροι φαίνονται γιγνόμενοι ἐκ τῆς κεφαλῆς)͵ ἡ δὲ τρόφιμος καὶ μὴ νοσώδης καταφέρεται συνισταμένη καὶ καταψύχει τὸ θερμόν. πρὸς δὲ τὸ καταψύχεσθαι καὶ μὴ δέχεσθαι ῥᾳδίως τὴν ἀναθυμίασιν συμβάλλεται καὶ ἡ λεπτότης καὶ [ἡ] στενότης τῶν περὶ τὸν ἐγκέφαλον φλεβῶν. τῆς μὲν οὖν καταψύξεως τοῦτ΄ ἐστὶν αἴτιον͵ καίπερ τῆς ἀναθυμιάσεως ὑπερβαλλούσης τῇ θερμότητι. ἐγείρεται δ΄ ὅταν πεφθῇ καὶ κρατήσῃ ἡ συνεωσμένη θερμότης ἐν ὀλίγῳ πολλὴ ἐκ τοῦ περιεστῶτος͵ καὶ διακριθῇ τό τε σωματωδέστερον αἷμα καὶ τὸ καθαρώτερον. ἔστι δὲ λεπτότατον μὲν αἷμα καὶ καθαρώτατον τὸ ἐν τῇ κεφαλῇ͵ παχύτατον δὲ καὶ θολερώτατον τὸ ἐν τοῖς κάτω μέρεσιν. παντὸς δὲ τοῦ αἵματος ἀρχή͵ ὥσπερ εἴρηται καὶ ἐνταῦθα καὶ ἐν ἄλλοις͵ ἡ καρδία. τῶν δ΄ ἐν τῇ καρδίᾳ ἑκατέρας τῆς θαλάμης κοινὴ ἡ μέση· ἐκείνων δ΄ ἑκατέρα δέχεται ἐξ ἑκατέρας τῆς φλεβός͵ τῆς τε μεγάλης καλουμένης καὶ τῆς ἀορτῆς· ἐν δὲ τῇ μέσῃ γίγνεται ἡ διάκρισις. ἀλλὰ τὸ μὲν διορίζειν περὶ τούτων ἑτέρων ἐστὶ λόγων οἰκειότερον· διὰ δὲ τὸ γίγνεσθαι ἀδιακριτώτερον τὸ αἷμα μετὰ τὴν τῆς τροφῆς προσφορὰν ὕπνος γίγνεται͵ ἕως ἂν διακριθῇ τοῦ αἵματος τὸ μὲν καθαρώτερον εἰς τὰ ἄνω͵ τὸ δὲ θολερώτερον εἰς τὰ κάτω· ὅταν δὲ τοῦτο συμβῇ͵ ἐγείρονται ἀπολυθέντα τοῦ ἐκ τῆς τροφῆς βάρους. τί μὲν οὖν τὸ αἴτιον τοῦ καθεύδειν εἴρηται͵ ὅτι ἡ [ὑπὸ] τοῦ σωματώδους τοῦ ἀναφερομένου ὑπὸ τοῦ συμφύτου θερμοῦ ἀντιπερίστασις ἀθρόως ἐπὶ τὸ πρῶτον αἰσθητήριον· καὶ τί ἐστιν ὁ ὕπνος͵ ὅτι τοῦ πρώτου αἰσθητηρίου κατάληψις πρὸς τὸ μὴ δύνασθαι ἐνεργεῖν͵ ἐξ ἀνάγκης μὲν γινόμενος (οὐ γὰρ ἐνδέχεται ζῷον εἶναι μὴ συμβαινόντων τῶν ἀπεργαζομένων αὐτό)͵ ἕνεκα δὲ σωτηρίας· σῴζει γὰρ ἡ ἀνάπαυσις.

ΤΕΛΟΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου