Πέμπτη 13 Οκτωβρίου 2011

ΑΡΙΣΤΟΤΕΛΗΣ: ΠΕΡΙ ΑΡΕΤΩΝ ΚΑΙ ΚΑΚΙΩΝ


ΑΡΙΣΤΟΤΕΛΗΣ: ΠΕΡΙ ΑΡΕΤΩΝ ΚΑΙ ΚΑΚΙΩΝ


Ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ
τῶν μὲν καλῶν ἡγοῦνται αἱ ἀρεταί, τῶν δ᾿ αἰσχρῶν αἱ
κακίαι. ἐπαινετὰ δ᾿ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ
παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπ᾿ αὐτῶν καὶ
τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς
ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ
ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ
ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ
ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ
ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δ᾿ ἐστὶ τοῦ μὲν
λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης
καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ
ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθε-
ριότης καὶ μικροψυχία.
Ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρα-
σκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δ᾿
ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾿ ἣν ὑπὸ ὀργῆς γίνονται δυσ-
κίνητοι. ἀνδρεία δ᾿ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθ᾿ ἣν
δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφρο-
σύνη δ᾿ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾿ ἣν ἀνόρεκτοι γί-
νονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκρά-
τεια δ᾿ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ᾿ ἣν κατέχουσι τῷ
λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς.
δικαιοσύνη δ᾿ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ᾿ ἀξίαν.
ἐλευθεριότης δ᾿ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά.
μεγαλοψυχία δ᾿ ἐστὶν ἀρετὴ ψυχῆς, καθ᾿ ἣν δύναται φέ-
ρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
Ἀφροσύνη δ᾿ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν
κακῶς. ὀργιλότης δ᾿ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθ᾿ ἣν
εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δ᾿ ἐστὶ κακία τοῦ
θυμοειδοῦς, καθ᾿ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα
τῶν περὶ θάνατον. ἀκολασία δ᾿ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ,
καθ᾿ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. [περὶ μὲν τῆς ἀκρα-
τείας οὐδέν. οὕτω δὲ σὺ δύνασαι ὁρίζειν.] ἀκράτεια δ᾿ ἐστὶ
κακία τοῦ ἐπιθυμητικοῦ, καθ᾿ ἣν παρασύρουσι τῇ ἀλογίᾳ τὴν
ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύ-
σεις. ἀδικία δ᾿ ἐστὶ κακία ψυχῆς, καθ᾿ ἣν πλεονεκτικοὶ
γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δ᾿ ἐστὶ κακία ψυ-
χῆς, καθ᾿ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία
δ᾿ ἐστὶ κακία ψυχῆς, καθ᾿ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυ-
χίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
Τῆς δὲ φρονήσεώς ἐστι τὸ βουλεύσασθαι, τὸ κρῖναι τὰ
ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ
φευκτά, τὸ χρῆσθαι πᾶσι καλῶς τοῖς ὑπάρχουσιν ἀγαθοῖς,
τὸ ὁμιλῆσαι ὀρθῶς, τὸ συνιδεῖν τοὺς καιρούς, τὸ ἀγχίνως
χρήσασθαι καὶ λόγῳ καὶ ἔργῳ, τὸ τὴν ἐμπειρίαν ἔχειν
τῶν χρησίμων πάντων. ἡ μνήμη δὲ καὶ ἐμπειρία καὶ
ἀγχίνοια ἤτοι ἀπὸ τῆς φρονήσεως ἑκάστη αὐτῶν ἐστίν, ἢ
παρέπεται τῇ φρονήσει. ἢ τὰ μὲν αὐτῶν οἷον συναίτια τῆς
φρονήσεώς ἐστι, καθάπερ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον
μέρη αὐτῆς, οἷον εὐβουλία καὶ ἀγχίνοια. πραότητος
δ᾿ ἐστὶ τὸ δύνασθαι φέρειν μετρίως ἐγκλήματα καὶ ὀλιγω-
ρίας, καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὰς τιμωρίας, καὶ τὸ
μὴ εὐκίνητον εἶναι πρὸς τὰς ὀργάς, ἄπικρον δὲ τῷ ἤθει
καὶ ἀφιλόνεικον, ἔχοντα τὸ ἠρεμαῖον ἐν τῇ ψυχῇ καὶ
στάσιμον. ἀνδρείας δ᾿ ἐστὶ τὸ δυσέκπληκτον ὑπὸ φόβων
τῶν περὶ θάνατον, καὶ τὸ εὐθαρσῆ ἐν τοῖς δεινοῖς, καὶ τὸ
εὔτολμον πρὸς τοὺς κινδύνους, καὶ τὸ μᾶλλον αἱρεῖσθαι τε-
θνάναι καλῶς ἢ αἰσχρῶς σωθῆναι, καὶ τὸ νίκης αἴτιον
εἶναι. ἔτι δὲ ἀνδρείας ἐστὶ καὶ τὸ πονεῖν καὶ καρτερεῖν καὶ
αἱρεῖσθαι ἀνδραγαθίζεσθαι. παρέπεται δὲ τῇ ἀνδρείᾳ καὶ
ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος καὶ τὸ θράσος,
ἔτι δὲ καὶ ἡ φιλοπονία καὶ ἡ καρτερία. σωφροσύνης
δ᾿ ἐστὶ τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσεις τῶν σωματικῶν
ἡδονῶν, καὶ τὸ εἶναι πάσης ἀπολαύσεως αἰσχρᾶς ἡδονῆς
ἀνόρεκτον, καὶ τὸ φοβεῖσθαι καὶ τὴν δικαίαν ἄδειαν, καὶ
τὸ τετάσθαι περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγά-
λοις. παρέπεται δὲ τῇ σωφροσύνῃ εὐταξία, κοσμιότης,
αἰδώς, εὐλάβεια. ἐγκρατείας δ᾿ ἐστὶ τὸ δύνασθαι κα-
τασχεῖν τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας
ἀπολαύσεις καὶ ἡδονάς, καὶ τὸ καρτερεῖν, καὶ τὸ ὑπομο-
νητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας καὶ λύπης. δι-
καιοσύνης δ᾿ ἐστὶ τὸ διανεμητικὸν εἶναι τοῦ κατ᾿ ἀξίαν, καὶ
σώζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα, καὶ τὸ σώζειν τοὺς
γεγραμμένους νόμους, καὶ τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι,
καὶ τὸ διαφυλάττειν τὰς ὁμολογίας. ἔστι δὲ πρώτη τῶν
δικαιοσυνῶν πρὸς τοὺς θεούς, εἶτα πρὸς δαίμονας, εἶτα πρὸς
πατρίδα καὶ γονεῖς, εἶτα πρὸς τοὺς κατοιχομένους. ἐν οἷς
ἐστὶν ἡ εὐσέβεια, ἤτοι μέρος οὖσα δικαιοσύνης ἢ παρακολου-
θοῦσα. ἀκολουθεῖ δὲ τῇ δικαιοσύνῃ καὶ ὁσιότης καὶ ἀλήθεια
καὶ ἡ πίστις καὶ ἡ μισοπονηρία. ἐλευθεριότητος δ᾿ ἐστὶ
τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά, καὶ δα-
ψιλῆ ἐπὶ τῷ εἰς τὰ δέοντα ἀναλωθῆναι, καὶ τὸ βοηθητι-
κὸν εἶναι ἐν τῷ διαφόρῳ, καὶ τὸ μὴ λαβεῖν ὅθεν μὴ δεῖ.
ἔστι δὲ ὁ ἐλευθέριος καὶ περὶ ἐσθῆτα καθαρὸς καὶ περὶ
οἴκησιν, καὶ κατασκευαστικὸς τῶν περιττῶν καὶ καλῶν καὶ
διαγωγὴν ἐχόντων ἡδεῖαν ἄνευ τοῦ λυσιτελοῦντος, καὶ θρε-
πτικὸς τῶν ζῴων τῶν ἴδιον ἐχόντων τι ἢ θαυμαστόν. ἀκο-
λουθεῖ δὲ τῇ ἐλευθεριότητι τοῦ ἤθους ὑγρότης καὶ εὐαγωγία
καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ φιλόφιλον
καὶ φιλόξενον καὶ φιλόκαλον. μεγαλοψυχίας δ᾿ ἐστὶ
τὸ καλῶς ἐνεγκεῖν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν
καὶ ἀτιμίαν, καὶ τὸ θαυμάζειν μήτε τρυφὴν μήτε θερα-
πείαν μήτε ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους, ἔχειν
δέ τι βάθος τῆς ψυχῆς καὶ μέγεθος. ἔστι δὲ μεγαλόψυ-
χος οὔθ᾿ ὁ τὸ ζῆν περὶ πολλοῦ ποιούμενος οὔθ᾿ ὁ φιλόζωος.
ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος, ἀδικεῖσθαι δυνάμενος, καὶ
οὐ τιμωρητικός. ἀκολουθεῖ δὲ τῇ μεγαλοψυχίᾳ ἁπλότης
καὶ ἀλήθεια.
Ἀφροσύνης δ᾿ ἐστὶ τὸ κρίνειν κακῶς τὰ πράγματα,
τὸ βουλεύσασθαι κακῶς, τὸ ὁμιλῆσαι κακῶς, τὸ χρήσα-
σθαι κακῶς τοῖς παροῦσιν ἀγαθοῖς, τὸ ψευδῶς δοξάζειν
Περὶ τῶν εἰς τὸν βίον καλῶν καὶ ἀγαθῶν. παρακολουθεῖ
δὲ τῇ ἀφροσύνῃ ἀπειρία, ἀμαθία, ἀκρασία, ἐπαριστερότης,
ἀμνημοσύνη. ὀργιλότητος δ᾿ ἐστὶν εἴδη τρία, ἀκροχολία
πικρία βαρυθυμία. ἔστι δὲ τοῦ ὀργίλου μὴ δύνασθαι φέρειν
μήτε τὰς μικρὰς ὀλιγωρήσεις μήτε ἐλαττώσεις, εἶναι δὲ
κολαστικὸν καὶ τιμωρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν καὶ
ὑπὸ ἔργου καὶ ὑπὸ λόγου τοῦ τυχόντος. ἀκολουθεῖ δὲ τῇ ὀρ-
γιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ εὐμετάβολον, καὶ ἡ
πικρολογία, καὶ τὸ ἐπὶ μικροῖς λυπεῖσθαι, καὶ τὸ ταῦτα
πάσχειν ταχέως καὶ παρὰ βραχὺν καιρόν. δειλίας δ᾿
ἐστὶ τὸ ὑπὸ τῶν τυχόντων φόβων εὐκίνητον εἶναι, καὶ μά-
λιστα τῶν περὶ θάνατον καὶ τὰς σωματικὰς πηρώσεις, καὶ
τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν σωθῆναι ἢ τελευ-
τῆσαι καλῶς. ἀκολουθεῖ δὲ τῇ δειλίᾳ μαλακία, ἀνανδρία,
ἀπονία, φιλοψυχία. ὕπεστι δέ τις εὐλάβεια καὶ τὸ ἀφι-
λόνεικον τοῦ ἤθους. ἀκολασίας δ᾿ ἐστὶ τὸ αἱρεῖσθαι τὰς
ἀπολαύσεις τῶν ἡδονῶν τῶν βλαβερῶν καὶ αἰσχρῶν, καὶ
τὸ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύ-
ταις ἡδοναῖς ὄντας, καὶ τὸ φιλογέλοιον εἶναι καὶ τὸ φι-
λοσκώπτην καὶ φιλευτράπελον, καὶ τὸ ῥᾳδιουργὸν εἶναι ἐν
τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις. ἀκολουθεῖ δὲ τῇ ἀκολασίᾳ
ἀταξία, ἀναίδεια, ἀκοσμία, τρυφή, ῥᾳθυμία, ἀμέλεια, ὀλι-
γωρία, ἔκλυσις. ἀκρασίας δ᾿ ἐστὶ τὸ κωλύοντος τοῦ λο-
γισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι, καὶ τὸ ὑπο-
λαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν μὲν αὐτῶν, με-
τέχειν δὲ μηδὲν ἧττον, καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν
καὶ τὰ καλὰ καὶ τὰ συμφέροντα, ἀφίστασθαι δὲ αὐτῶν
διὰ τὰς ἡδονάς. ἀκολουθεῖ δὲ τῇ ἀκρασίᾳ μαλακία καὶ
μεταμέλεια καὶ τὰ πλεῖστα ταὐτὰ ἃ καὶ τῇ ἀκολασίᾳ.
ἀδικίας δ᾿ ἐστὶν εἴδη τρία, ἀσέβεια πλεονεξία ὕβρις.
ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια καὶ περὶ δαίμονας ἢ
καὶ περὶ τοὺς κατοιχομένους, καὶ περὶ γονεῖς καὶ περὶ πα-
τρίδα. πλεονεξία δὲ περὶ τὰ συμβόλαια, παρὰ τὴν ἀξίαν
αἱρουμένη τὸ διάφορον. ὕβρις δέ, καθ᾿ ἣν τὰς ἡδονὰς αὑτοῖς
παρασκευάζουσιν, εἰς ὄνειδος ἀγαγόντες ἑτέρους,
ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει

ἥτις κερδαίνουσ᾿ οὐδὲν ὅμως ἀδικεῖ.

ἔστι δὲ τῆς ἀδικίας τὸ παραβαίνειν τὰ πάτρια ἔθη καὶ τὰ νό-
μιμα, καὶ τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι, τὸ
ψεύδεσθαι, τὸ ἐπιορκεῖν, τὸ παραβαίνειν τὰς ὁμολογίας
καὶ τὰς πίστεις. ἀκολουθεῖ δὲ τῇ ἀδικίᾳ συκοφαντία, ἀλα-
ζονεία, φιλανθρωπία προσποίητος, κακοήθεια, πανουργία.
ἀνελευθερίας δ᾿ ἐστὶν εἴδη τρία, αἰσχροκερδία φειδωλία
κιμβεία. αἰσχροκερδία μέν, καθ᾿ ἣν κερδαίνειν ζητοῦσι
πανταχόθεν, καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος
ποιοῦνται. φειδωλία δ᾿ ἐστὶ καθ᾿ ἣν ἀδάπανοι γίνονται τῶν
χρημάτων εἰς τὸ δέον. κιμβεία δ᾿ ἐστὶ καθ᾿ ἣν δαπανῶσι
μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς, καὶ πλέον βλάπτονται
τῷ μὴ κατὰ καιρὸν ποιεῖσθαι τὸ διάφορον. ἔστι δὲ τῆς
ἀνελευθερίας τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα, καὶ τὸ
μηδὲν ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων τὸ κέρδος, βίος θητι-
κὸς καὶ δουλοπρεπὴς καὶ ῥυπαρός, φιλοτιμίας καὶ ἐλευθε-
ρίας ἀλλότριος. ἀκολουθεῖ δὲ τῇ ἀνελευθεριότητι μικρολο-
γία, βαρυθυμία καὶ μικροψυχία, ταπεινότης, ἀμετρία,
ἀγένεις, μισανθρωπία. μικροψυχίας δ᾿ ἐστὶ τὸ μήτε
τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν μήτε ἀτυχίαν δύνα-
σθαι φέρειν, ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι, μικρὰ δὲ
εὐτυχήσαντα ὑπεξαίρεσθαι, ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχί-
στην ἐνεγκεῖν δύνασθαι, ἀπότευγμα δ᾿ ἄτην καὶ ἀτυχίαν
κρίνειν μεγάλην, ὀδύρεσθαι δ᾿ ἐπὶ πᾶσι καὶ δυσφορεῖν.
ἔτι δὲ τοιοῦτός ἐστιν ὁ μικρόψυχος οἷος πάντα τὰ ὀλιγω-
ρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν, καὶ τὰ δι᾿ ἄγνοιαν ἢ
λήθην γιγνόμενα. ἀκολουθεῖ δὲ τῇ μικροψυχίᾳ μικρολο-
γία, μεμψιμοιρία, δυσελπιστία, ταπεινότης.
Καθόλου δὲ τῆς μὲν ἀρετῆς ἐστὶ τὸ ποιεῖν σπουδαίαν
τὴν διάθεσιν περὶ τὴν ψυχήν, ἠρεμαίαις καὶ τεταγμέναις
κινήσεσι χρωμένην, συμφωνοῦσαν κατὰ πάντα τὰ μέρη.
διὸ καὶ δοκεῖ παράδειγμα πολιτείας ἀγαθῆς εἶναι ψυχῆς
σπουδαία διάθεσις. ἔστι δὲ ἀρετῆς καὶ τὸ εὐεργετεῖν τοὺς
ἀξίους, καὶ τὸ φιλεῖν τοὺς ἀγαθούς, καὶ τὸ μήτε κολαστικὸν
εἶναι μήτε τιμωρητικόν, ἀλλὰ ἵλεων καὶ εὐμενικὸν καὶ
συγγνωμονικόν. ἀκολουθεῖ δὲ τῇ ἀρετῇ χρηστότης, ἐπιείκεια,
εὐγνωμοσύνη, ἐλπὶς ἀγαθή. ἔτι δὲ καὶ τὰ τοιαῦτα οἷον
φίλοικον εἶναι καὶ φιλόφιλον, φιλέταιρον, φιλόξενον, φι-
λάνθρωπον καὶ φιλόκαλον. ἃ δὴ πάντα τῶν ἐπαινουμένων
ἐστίν. τῆς δὲ κακίας ἐστὶ τὰ ἐναντία.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου