Πέμπτη 13 Οκτωβρίου 2011

Αριστοφάνης, Ιππείς


Αριστοφάνης, Ιππείς

Δημοσθένης
ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. 5
Νικίας
κάκιστα δῆθ᾽ οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς.
Δημοσθένης
ὦ κακόδαιμον πῶς ἔχεις;
Νικίας
κακῶς καθάπερ σύ.
Δημοσθένης
δεῦρο δὴ πρόσελθ᾽, ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
Δημοσθένης καὶ Νικίας
μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. 10
Δημοσθένης
τί κινυρόμεθ᾽ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
Νικίας
τίς οὖν γένοιτ᾽ ἄν;
Δημοσθένης
λέγε σύ.
Νικίας
σὺ μὲν οὖν μοι λέγε,
ἵνα μὴ μάχωμαι. 14
Δημοσθένης
μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.
Νικίας
πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; 16
Δημοσθένης
ἀλλ᾽ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. 15
Νικίας
ἀλλ᾽ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε 17
εἴποιμ᾽ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
Δημοσθένης
μὴ ᾽μοί γε, μὴ ᾽μοί, μὴ διασκανδικίσῃς·
ἀλλ᾽ εὑρέ τιν᾽ ἀπόκινον ἀπὸ τοῦ δεσπότου. 20
Νικίας
λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
Δημοσθένης
καὶ δὴ λέγω μόλωμεν.
Νικίας
ἐξόπισθε νῦν
αὐτὸ φάθι τοῦ μόλωμεν.
Δημοσθένης
αὐτό.
Νικίας
πάνυ καλῶς.
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
τὸ μόλωμεν, εἶτα δ᾽ αὐτό, κᾆτ᾽ ἐπάγων πυκνόν. 25
Δημοσθένης
μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
Νικίας
ἢν
οὐχ ἡδύ;
Δημοσθένης
νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν.
Νικίας
τί δαί;
Δημοσθένης
ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
Νικίας
κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, 30
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
Δημοσθένης
“ποῖον βρέτας;” ἐτεὸν ἡγεῖ γὰρ θεούς;
Νικίας
ἔγωγε.
Δημοσθένης
ποίῳ χρώμενος τεκμηρίῳ;
Νικίας
ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ᾽. οὐκ εἰκότως;
Δημοσθένης
εὖ προσβιβάζεις μ᾽. ἀλλ᾽ ἑτέρᾳ πῃ σκεπτέον. 35
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
Νικίας
οὐ χεῖρον· ἓν δ᾽ αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
Δημοσθένης
λέγοιμ᾽ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης 40
ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,
πανουργότατον καὶ διαβολώτατόν τινα. 45
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλ᾽ ἐθώπευ᾽ ἐκολάκευ᾽ ἐξηπάτα
κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·
ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, 50
ἐνθοῦ ῥόφησον ἔντραγ᾽ ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτ᾽ ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ᾽ ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, 55
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπ᾽ ἐμοῦ μεμαγμένην,
ἡμᾶς δ᾽ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων
δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. 60
ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
ὁ δ᾽ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας 65
αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·
“ὁρᾶτε τὸν Ὕλαν δι᾽ ἐμὲ μαστιγούμενον;
εἰ μή μ᾽ ἀναπείσετ᾽, ἀποθανεῖσθε τήμερον”.
ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. 70
νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
Νικίας
κράτιστ᾽ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
Δημοσθένης
ἀλλ᾽ οὐχ οἷόν τε τὸν Παφλαγόν᾽ οὐδὲν λαθεῖν·
ἐφορᾷ γὰρ οὗτος πάντ᾽. ἔχει γὰρ τὸ σκέλος 75
τὸ μὲν ἐν Πύλῳ, τὸ δ᾽ ἓτερον ἐν τἠκκλησίᾳ.
τοσόνδε δ᾽ αὐτοῦ βῆμα διαβεβηκότος
ὁ πρωκτός ἐστιν αὐτόχρημ᾽ ἐν Χάοσιν,
τὼ χεῖρ᾽ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ᾽ ἐν Κλωπιδῶν.
Νικίας
κράτιστον οὖν νῷν ἀποθανεῖν. 80
Δημοσθένης
ἀλλὰ σκόπει,
ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
Νικίας
πῶς δῆτα πῶς γένοιτ᾽ ἂν ἀνδρικώτατα;
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
Δημοσθένης
μὰ Δί᾽ ἀλλ᾽ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. 85
ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
Νικίας
ἰδού γ᾽ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;
πῶς δ᾽ ἂν μεθύων χρηστόν τι βουλεύσαιτ᾽ ἀνήρ;
Δημοσθένης
ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.
οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; 90
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε
πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας
εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
ἀλλ᾽ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, 95
τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας
οἴμοι τί ποθ᾽ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
Δημοσθένης
ἀγάθ᾽· ἀλλ᾽ ἔνεγκ᾽· ἐγὼ δὲ κατακλινήσομαι.
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. 100
Νικίας
ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον.
Δημοσθένης
εἰπέ μοι Παφλαγὼν τί δρᾷ;
Νικίας
ἐπίπαστα λείξας δημιόπραθ᾽ ὁ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
Δημοσθένης
ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν 105
σπονδήν.
Νικίας
λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
Δημοσθένης
ἕλχ᾽ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ᾽, οὐκ ἐμόν.
Νικίας
εἴπ᾽, ἀντιβολῶ, τί ἔστι;
Δημοσθένης
τοὺς χρησμοὺς ταχὺ
κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, 110
ἕως καθεύδει.
Νικίας
ταῦτ᾽. ἀτὰρ τοῦ δαίμονος
δέδοιχ᾽ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
Δημοσθένης
φέρε νυν ἐγὼ μ᾽ αὐτῷ προσαγάγω τὸν χοᾶ.
τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν.
Νικίας
ὡς μεγάλ᾽ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, 115
ὥστ᾽ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μάλιστ᾽ ἐφύλαττεν.
Δημοσθένης
ὦ σοφώτατε.
φέρ᾽ αὐτὸν ἵν᾽ ἀναγνῶ· σὺ δ᾽ ἔγχεον πιεῖν
ἀνύσας τι. φέρ᾽ ἴδω τί ἄρ᾽ ἔνεστιν αὐτόθι.
ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. 120
Νικίας
ἰδού. τί φησ᾽ ὁ χρησμός;
Δημοσθένης
ἑτέραν ἔγχεον.
Νικίας
ἐν τοῖς λογίοις ἔνεστιν “ἑτέραν ἔγχεον;”
Δημοσθένης
ὦ Βάκι.
Νικίας
τί ἔστι;
Δημοσθένης
δὸς τὸ ποτήριον ταχύ.
Νικίας
πολλῷ γ᾽ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
Δημοσθένης
ὦ μιαρὲ Παφλαγὼν ταῦτ᾽ ἄρ᾽ ἐφυλάττου πάλαι, 125
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
Νικίας
τιή;
Δημοσθένης
ἐνταῦθ᾽ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
Νικίας
καὶ πῶς;
Δημοσθένης
ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. 130
Νικίας
εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
Δημοσθένης
μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
Νικίας
δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;
Δημοσθένης
κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ᾽ ἀπόλλυται. 135
ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
Νικίας
τὸν προβατοπώλην ἦν ἄρ᾽ ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου;
Δημοσθένης
νὴ Δί᾽.
Νικίας
οἴμοι δείλαιος.
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος; 140
Δημοσθένης
ἔτ᾽ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
Νικίας
εἴπ᾽, ἀντιβολῶ, τίς ἐστιν;
Δημοσθένης
εἴπω;
Νικίας
νὴ Δία.
Δημοσθένης
ἀλλαντοπώλης ἔσθ᾽ ὁ τοῦτον ἐξολῶν.
Νικίας
ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; 145
Δημοσθένης
ζητῶμεν αὐτόν.
Νικίας
ἀλλ᾽ ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
Δημοσθένης
ὦ μακάριε
ἀλλαντοπῶλα, δεῦρο δεῦρ᾽ ὦ φίλτατε
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
Ἀλλαντοπώλης
τί ἔστι; τί με καλεῖτε; 150
Δημοσθένης
δεῦρ᾽ ἔλθ᾽, ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
Νικίας
ἴθι δὴ κάθελ᾽ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δ᾽ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
Δημοσθένης
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· 155
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
Ἀλλαντοπώλης
ἰδού· τί ἔστιν;
Δημοσθένης
ὦ μακάρι᾽ ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδεὶς αὔριον δ᾽ ὑπέρμεγας,
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
Ἀλλαντοπώλης
τί μ᾽ ὦγάθ᾽ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας 160
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
Δημοσθένης
ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
Ἀλλαντοπώλης
ὁρῶ.
Δημοσθένης
τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· 165
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
Ἀλλαντοπώλης
ἐγώ;
Δημοσθένης
σὺ μέντοι· κοὐδέπω γε πάνθ᾽ ὁρᾷς.
ἀλλ᾽ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ. 170
Ἀλλαντοπώλης
καθορῶ.
Δημοσθένης
τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
Ἀλλαντοπώλης
ἔγωγε.
Δημοσθένης
πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ᾽ ἐς Καρίαν
τὸν δεξιόν, τὸν δ᾽ ἕτερον ἐς Καρχηδόνα.
Ἀλλαντοπώλης
εὐδαιμονήσω δ᾽ εἰ διαστραφήσομαι; 175
Δημοσθένης
οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος.
Ἀλλαντοπώλης
εἰπέ μοι καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
Δημοσθένης
δι᾽ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, 180
ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
Ἀλλαντοπώλης
οὐκ ἀξιῶ ᾽γὼ ᾽μαυτὸν ἰσχύειν μέγα.
Δημοσθένης
οἴμοι τί ποτ᾽ ἔσθ᾽ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; 185
Ἀλλαντοπώλης
μὰ τοὺς θεοὺς
εἰ μὴ ᾽κ πονηρῶν γ᾽.
Δημοσθένης
ὦ μακάριε τῆς τύχης
ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.
Ἀλλαντοπώλης
ἀλλ᾽ ὦγάθ᾽ οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
Δημοσθένης
τουτὶ μόνον σ᾽ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. 190
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτ᾽ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλ᾽ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἅ σοι διδόασ᾽ ἐν τοῖς λογίοισιν οἱ θεοί.
Ἀλλαντοπώλης
πῶς δῆτά φησ᾽ ὁ χρησμός; 195
Δημοσθένης
εὖ νὴ τοὺς θεοὺς
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·
ἀλλ᾽ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, 200
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
Ἀλλαντοπώλης
πῶς οὖν πρὸς ἐμὲ ταῦτ᾽ ἐστίν; ἀναδίδασκέ με.
Δημοσθένης
βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ᾽ οὑτοσί.
Ἀλλαντοπώλης
τί δ᾽ ἀγκυλοχήλης ἐστίν;
Δημοσθένης
αὐτό που λέγει,
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. 205
Ἀλλαντοπώλης
ὁ δράκων δὲ πρὸς τί;
Δημοσθένης
τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ᾽ ἀλλᾶς αὖ μακρόν.
εἶθ᾽ αἱματοπώτης ἔσθ᾽ ὅ τ᾽ ἀλλᾶς χὠ δράκων·
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. 210
Ἀλλαντοπώλης
τὰ μὲν λόγι᾽ αἰκάλλει με· θαυμάζω δ᾽ ὅπως
τὸν δῆμον οἷός τ᾽ ἐπιτροπεύειν εἴμ᾽ ἐγώ.
Δημοσθένης
φαυλότατον ἔργον· ταῦθ᾽ ἅπερ ποιεῖς ποίει·
τάραττε καὶ χόρδευ᾽ ὁμοῦ τὰ πράγματα
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ 215
ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
τὰ δ᾽ ἄλλα σοι πρόσεστι δημαγωγικά,
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. 220
ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·
χὤπως ἀμυνεῖ τὸν ἄνδρα.
Ἀλλαντοπώλης
καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
Δημοσθένης
ἀλλ᾽ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι 225
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,
κἀγὼ μετ᾽ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
καὶ μὴ δέδιθ᾽· οὐ γάρ ἐστιν ἐξῃκασμένος, 230
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
Ἀλλαντοπώλης
οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
Κλέων
οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, 235
ὁτιὴ ᾽πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθ᾽ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω.
Δημοσθένης
οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα 240
ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.
Δημοσθένης
ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
ὦ Παναίτι᾽ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;
ἅνδρες ἐγγύς. ἀλλ᾽ ἀμύνου κἀπαναστρέφου πάλιν.
ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. 245
ἀλλ᾽ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.
Χορός Ἱππεῶν
παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ᾽ ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. 250
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ ᾽κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
Κλέων
ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, 255
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθ᾽, ὡς ὑπ᾽ ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
Χορός
ἐν δίκῃ γ᾽, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν,
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων, 260
κἄν τιν᾽ αὐτῶν γνῷς ἀπράγμον᾽ ὄντα καὶ κεχηνότα,
καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας
εἶτ᾽ ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας·
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. 265
Κλέων
ξυνεπίκεισθ᾽ ὑμεῖς; ἐγὼ δ᾽ ἄνδρες δι᾽ ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
Χορός
ὡς δ᾽ ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷ᾽ ὑπέρχεται
ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται; 270
ἀλλ᾽ ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἢν δ᾽ ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει.
Κλέων
ὦ πόλις καὶ δῆμ᾽ ὑφ᾽ οἵων θηρίων γαστρίζομαι.
Χορός
καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
Κλέων
ἀλλ᾽ ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι. 275
Χορός
ἀλλ᾽ ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ·
ἢν δ᾽ ἀναιδείᾳ παρέλθῃ σ᾽, ἡμέτερος ὁ πυραμοῦς.
Κλέων
τουτονὶ τὸν ἄνδρ᾽ ἐγὼ ᾽νδείκνυμι, καὶ φήμ᾽ ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
Ἀλλαντοπώλης
ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ 280
ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
Δημοσθένης
νὴ Δί᾽ ἐξάγων γε τἀπόρρηθ᾽, ἅμ᾽ ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
Κλέων
ἀποθανεῖσθον αὐτίκα μάλα.
Ἀλλαντοπώλης
τριπλάσιον κεκράξομαί σου. 285
Κλέων
καταβοήσομαι βοῶν σε.
Ἀλλαντοπώλης
κατακεκράξομαί σε κράζων.
Κλέων
διαβαλῶ σ᾽ ἐὰν στρατηγῇς.
Ἀλλαντοπώλης
κυνοκοπήσω σου τὸ νῶτον.
Κλέων
περιελῶ σ᾽ ἀλαζονείαις. 290
Ἀλλαντοπώλης
ὑποτεμοῦμαι τὰς ὁδούς σου.
Κλέων
βλέψον ἔς μ᾽ ἀσκαρδάμυκτος.
Ἀλλαντοπώλης
ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
Κλέων
διαφορήσω σ᾽ εἴ τι γρύξει.
Ἀλλαντοπώλης
κοπροφορήσω σ᾽ εἰ λαλήσεις. 295
Κλέων
ὁμολογῶ κλέπτειν· σὺ δ᾽ οὐχί.
Ἀλλαντοπώλης
νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων.
Κλέων
ἀλλότρια τοίνυν σοφίζει,
καὶ φανῶ σε τοῖς πρυτάνεσιν 300
ἀδεκατεύτους τῶν θεῶν ἱερὰς
ἔχοντα κοιλίας.
Χορός
ὦ μιαρὲ καὶ βδελυρὲ “καὶ κεκράκτα”, τοῦ σοῦ θράσους
πᾶσα μὲν γῆ πλέα, πᾶσα δ᾽ ἐκκλησία, καὶ τέλη 305
καὶ γραφαὶ καὶ δικαστήρι᾽, ὦ βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς, 310
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν,
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν. 313
Κλέων
οἶδ᾽ ἐγὼ τὸ πρᾶγμα τοῦθ᾽ ὅθεν πάλαι καττύεται.
Ἀλλαντοπώλης
εἰ δὲ μὴ σύ γ᾽ οἶσθα κάττυμ᾽, οὐδ᾽ ἐγὼ χορδεύματα, 315
ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν.
Δημοσθένης
νὴ Δία κἀμὲ τοῦτ᾽ ἔδρασε ταὐτόν, ὥστε κατάγελων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν· 320
πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν.
Χορός
ἆρα δῆτ᾽ οὐκ ἀπ᾽ ἀρχῆς ἐδήλους ἀναίδειαν,
ἥπερ μόνη προστατεῖ ῥητόρων; 325
ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δ᾽ Ἱπποδάμου λείβεται θεώμενος.
ἀλλ᾽ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν, 330
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
ἀλλ᾽ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
Ἀλλαντοπώλης
καὶ μὴν ἀκούσαθ᾽ οἷός ἐστιν οὑτοσὶ πολίτης. 335
Κλέων
οὐκ αὖ μ᾽ ἐάσεις;
Ἀλλαντοπώλης
μὰ Δί᾽ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
Χορός
ἐὰν δὲ μὴ ταύτῃ γ᾽ ὑπείκῃ, λέγ᾽ ὅτι κἀκ πονηρῶν.
Κλέων
οὐκ αὖ μ᾽ ἐάσεις;
Ἀλλαντοπώλης
μὰ Δία.
Κλέων
ναὶ μὰ Δία.
Ἀλλαντοπώλης
μὰ τὸν Ποσειδῶ.
ἀλλ᾽ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.
Κλέων
οἴμοι διαρραγήσομαι. 340
Ἀλλαντοπώλης
καὶ μὴν ἐγὼ οὐ παρήσω.
Χορός
πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι.
Κλέων
τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
Ἀλλαντοπώλης
ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
Κλέων
ἰδοὺ λέγειν. καλῶς γ᾽ ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. 345
ἀλλ᾽ οἶσθ᾽ ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ᾽ ἀνιῶν,
ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. 350
Ἀλλαντοπώλης
τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
Κλέων
ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν᾽; ὅστις εὐθὺς
θύννεια θερμὰ καταφαγών, κᾆτ᾽ ἐπιπιὼν ἀκράτου
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. 355
Ἀλλαντοπώλης
ἐγὼ δέ γ᾽ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κᾆτ᾽ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
Χορός
τὰ μὲν ἄλλα μ᾽ ἤρεσας λέγων·. ἓν δ᾽ οὐ προσίεταί με,
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. 360
Κλέων
ἀλλ᾽ οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
Ἀλλαντοπώλης
ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
Κλέων
ἐγὼ δ᾽ ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
Ἀλλαντοπώλης
ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
Κλέων
ἐγὼ δέ γ᾽ ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. 365
Χορός
νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ᾽, ἤνπερ γε τοῦτον ἕλκῃς.
Κλέων
οἷόν σε δήσω <᾽ν> τῷ ξύλῳ.
Ἀλλαντοπώλης
διώξομαί σε δειλίας.
Κλέων
ἡ βύρσα σου θρανεύσεται.
Ἀλλαντοπώλης
δερῶ σε θύλακον κλοπῆς. 370
Κλέων
διαπατταλευθήσει χαμαί.
Ἀλλαντοπώλης
περικόμματ᾽ ἔκ σου σκευάσω.
Κλέων
τὰς βλεφαρίδας σου παρατιλῶ.
Ἀλλαντοπώλης
τὸν πρηγορεῶνά σοὐκτεμῶ.
Δημοσθένης
καὶ νὴ Δί᾽ ἐμβαλόντες αὐτῷ 375
πάτταλον μαγειρικῶς
ἐς τὸ στόμ᾽, εἶτα δ᾽ ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐτοῦ
σκεψόμεσθ᾽ εὖ κἀνδρικῶς
κεχηνότος 380
τὸν πρωκτὸν εἰ χαλαζᾷ.
Χορός
ἦν ἄρα πυρός γ᾽ ἕτερα θερμότερα καὶ λόγων
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμ᾽ 385
ἦν ἄρ᾽ οὐ φαῦλον ὧδ᾽. . . ἀλλ᾽ ἔπιθι καὶ στρόβει,
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. 390
Ἀλλαντοπώλης
ἀλλ᾽ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
κᾆτ᾽ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται.
Κλέων
οὐ δέδοιχ᾽ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον 395
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
Χορός
ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι
τοῦ χρώματος τοῦ παρεστηκότος.
εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, 400
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
ὦ περὶ πάντ᾽ ἐπὶ πᾶσί τε πράγμασι
δωροδόκοισιν ἐπ᾽ ἄνθεσιν ἵζων,
εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν.
ᾄσαιμι γὰρ τότ᾽ ἂν μόνον, 405
“πῖνε πῖν᾽ ἐπὶ συμφοραῖς”.
τὸν Ἰουλίου τ᾽ ἂν οἴομαι γέροντα πυροπίπην
ἡσθέντ᾽ ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι.
Κλέων
οὔτοί μ᾽ ὑπερβαλεῖσθ᾽ ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
ἢ μή ποτ᾽ ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. 410
Ἀλλαντοπώλης
ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ᾽πὶ πολλοῖς
ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς,
ὑπερβαλεῖσθαί σ᾽ οἴομαι τούτοισιν, ἢ μάτην γ᾽ ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
Κλέων
ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν 415
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ;
Ἀλλαντοπώλης
καὶ νὴ Δί᾽ ἄλλα γ᾽ ἐστί μου κόβαλα παιδὸς ὄντος.
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί·
“σκέψασθε παῖδες· οὐχ ὁρᾶθ᾽; ὥρα νέα, χελιδών”.
οἱ δ᾽ ἔβλεπον, κἀγὼ ᾽ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. 420
Χορός
ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω·
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.
Ἀλλαντοπώλης
καὶ ταῦτα δρῶν ἐλάνθανόν γ᾽· εἰ δ᾽ οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
ὥστ᾽ εἶπ᾽ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· 425
“οὐκ ἔσθ᾽ ὅπως ὁ παῖς ὅδ᾽ οὐ τὸν δῆμον ἐπιτροπεύσει”.
Χορός
εὖ γε ξυνέβαλεν αὔτ᾽· ἀτὰρ δῆλόν γ᾽ ἀφ᾽ οὗ ξυνέγνω·
ὁτιὴ ᾽πιώρκεις θ᾽ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
Κλέων
ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, 430
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
Ἀλλαντοπώλης
ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ᾽ ἀφήσω
κατὰ κῦμ᾽ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
Δημοσθένης
κἄγωγ᾽, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
Κλέων
οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ 435
κλέψας Ἀθηναίων.
Δημοσθένης
ἄθρει καὶ τοῦ ποδὸς παρίει·
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
Ἀλλαντοπώλης
σὲ δ᾽ ἐκ Ποτειδαίας ἔχοντ᾽ εὖ οἶδα δέκα τάλαντα.
Κλέων
τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
Χορός
ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει· 440
τὸ πνεῦμ᾽ ἔλαττον γίγνεται.
Κλέων
φεύξει γραφὰς . . .
ἑκατονταλάντους τέτταρας.
Ἀλλαντοπώλης
σὺ δ᾽ ἀστρατείας γ᾽ εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
Κλέων
ἐκ τῶν ἀλιτηρίων σέ φημι 445
γεγονέναι τῶν τῆς θεοῦ.
Ἀλλαντοπώλης
τὸν πάππον εἶναί φημί σου
τῶν δορυφόρων --
Κλέων
ποίων; φράσον.
Ἀλλαντοπώλης
τῶν Βυρσίνης τῆς Ἱππίου.
Κλέων
κόβαλος εἶ. 450
Ἀλλαντοπώλης
πανοῦργος εἶ.
Χορός
παῖ᾽ ἀνδρικῶς.
Κλέων
ἰοὺ ἰού,
τύπτουσί μ᾽ οἱ ξυνωμόται.
Χορός
παῖ᾽ αὐτὸν ἀνδρειότατα, καὶ
γάστριζε καὶ τοῖς ἐντέροις
καὶ τοῖς κόλοις, 455
χὤπως κολᾷ τὸν ἄνδρα.
Χορός
ὦ γεννικώτατον κρέας ψυχήν τ᾽ ἄριστε πάντων,
καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
ὡς εὖ τὸν ἄνδρα ποικίλως θ᾽ ὑπῆλθες ἐν λόγοισιν.
πῶς ἄν σ᾽ ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; 460
Κλέων
ταυτὶ μὰ τὴν Δήμητρά μ᾽ οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματ᾽, ἀλλ᾽ ἠπιστάμην
γομφούμεν᾽ αὐτὰ πάντα καὶ κολλώμενα.
Χορός
οἴμοι σὺ δ᾽ οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις;
Ἀλλαντοπώλης
οὔκουν μ᾽ ἐν Ἄργει γ᾽ οἷα πράττεις λανθάνει. 465
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ,
ἰδίᾳ δ᾽ ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται.
καὶ ταῦτ᾽ ἐφ᾽ οἷσίν ἐστι συμφυσώμενα
ἐγᾦδ᾽· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
Χορός
εὖ γ᾽ εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. 470
Ἀλλαντοπώλης
καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ᾽ ἐκεῖθεν αὖ,
καὶ ταῦτά μ᾽ οὔτ᾽ ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτ᾽ οὐκ Ἀθηναίοις φράσω.
Κλέων
ἐγὼ μὲν οὖν αὐτίκα μάλ᾽ ἐς βουλὴν ἰὼν 475
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει,
καὶ πάνθ᾽ ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα.
Ἀλλαντοπώλης
πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; 480
Κλέων
ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
Χορός
ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε
ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις·
θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, 485
ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
Ἀλλαντοπώλης
ἀλλ᾽ εἶμι· πρῶτον δ᾽ ὡς ἔχω τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
Δημοσθένης
ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, 490
ἵν᾽ ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
Ἀλλαντοπώλης
ἀλλ᾽ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
Δημοσθένης
ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
Ἀλλαντοπώλης
τί δαί;
Δημοσθένης
ἵν᾽ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
καὶ σπεῦδε ταχέως. 495
Ἀλλαντοπώλης
ταῦτα δρῶ.
Δημοσθένης
μέμνησό νυν
δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
Χορός
ἄλλ᾽ ἴθι χαίρων, καὶ πράξειας
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς ἀγοραῖος· καὶ νικήσας 500
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς
ἔλθοις στεφάνοις κατάπαστος.
ὑμεῖς δ᾽ ἡμῖν προσέχετε τὸν νοῦν
τοῖς ἀναπαίστοις,
ὦ παντοίας ἤδη Μούσης 505
πειραθέντες καθ᾽ ἑαυτούς.
Χορός
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ᾽ ἄξιός ἐσθ᾽ ὁ ποιητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, 510
καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας
καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ᾽ ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ
οὐχ ὑπ᾽ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων 515
κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, 520
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
πάσας δ᾽ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ᾽ ἥβης,
ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· 525
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ᾽ ἐπαίνῳ
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δ᾽ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν “Δωροῖ συκοπέδιλε”,
καὶ “τέκτονες εὐπαλάμων ὕμνων”· οὕτως ἤνθησεν ἐκεῖνος. 530
νυνὶ δ᾽ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ᾽ οὐκ ἐλεεῖτε,
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ᾽ ἐνόντος
τῶν θ᾽ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δ᾽ ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, 535
καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς,
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δ᾽ οὐχί. 540
ταῦτ᾽ ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κᾆτ᾽ ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,
ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, 545
αἴρεσθ᾽ αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ᾽ ἐφ᾽ ἕνδεκα κώπαις
Χορός
θόρυβον χρηστὸν ληναΐτην,
ἵν᾽ ὁ ποιητὴς ἀπίῃ χαίρων
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ. 550
Χορός
ἵππι᾽ ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις, 555
μειρακίων θ᾽ ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρ᾽ ἔλθ᾽ ἐς χορὸν ὦ χρυσοτρίαιν᾽ ὦ
δελφίνων μεδέων Σουνιάρατε, 560
ὦ Γεραίστιε παῖ Κρόνου,
Φαρμίωνί τε φίλτατ᾽ ἐκ
τῶν ἄλλων τε θεῶν Ἀθηναίοις
πρὸς τὸ παρεστός.
Χορός
εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι 565
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ
πανταχοῦ νικῶντες ἀεὶ τήνδ᾽ ἐκόσμησαν πόλιν·
οὐ γὰρ οὐδεὶς πώποτ᾽ αὐτῶν τοῦς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλ᾽ ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· 570
εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτ᾽ ἀπεψήσαντ᾽ ἄν, εἶτ᾽ ἠρνοῦντο μὴ πεπτωκέναι,
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδ᾽ ἂν εἷς
τῶν πρὸ τοῦ σίτησιν ᾔτησ᾽ ἐρόμενος Κλεαίνετον·
νῦν δ᾽ ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, 575
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ᾽ ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον·
ἤν ποτ᾽ εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθ᾽ ἡμῖν κομῶσι μηδ᾽ ἀπεστλεγγισμένοις. 580
Χορός
Ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπασῶν
πολέμῳ τε καὶ ποιηταῖς
δυνάμει θ᾽ ὑπερφερούσης
μεδέουσα χώρας, 585
δεῦρ᾽ ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τ᾽ ἐχθροῖσι μεθ᾽ ἡμῶν στασιάζει. 590
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ
τέχνῃ πορίσαι σε νίκην
εἴπερ ποτὲ καὶ νῦν.
Χορός
ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ᾽ ἐπαινέσαι. 595
ἄξιοι δ᾽ εἴσ᾽ εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα
ξυνδιήνεγκαν μεθ᾽ ἡμῶν, ἐσβολάς τε καὶ μάχας.
ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτ᾽ ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· 600
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεβρύαξαν, “ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;”
ἐξεπήδων τ᾽ ἐς Κόρινθον· εἶτα δ᾽ οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα· 605
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι·
ὥστ᾽ ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον,
“δεινά γ᾽ ὦ Πόσειδον εἰ μήτ᾽ ἐν βυθῷ δυνήσομαι
μήτε γῇ μήτ᾽ ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας”. 610
Χορός
ὦ φίλτατ᾽ ἀνδρῶν καὶ νεανικώτατε.
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ᾽ ἠγωνίσω.
Ἀλλαντοπώλης
τί δ᾽ ἄλλο γ᾽ εἰ μὴ Νικόβουλος ἐγενόμην; 615
Χορός
νῦν ἄρ᾽ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων πολὺ δ᾽ ἀμείνον᾽ ἔτι τῶν λόγων
ἐργασάμεν᾽, εἴθ᾽ ἐπέλθοις
ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ 620
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστ᾽ ἀκοῦσαι. πρὸς τάδ᾽ ὦ βέλτιστε
θαρρήσας λέγ᾽, ὡς, ἅπαντες
ἡδόμεσθά σοι. 623β
Ἀλλαντοπώλης
καὶ μὴν ἀκοῦσαί γ᾽ ἄξιον τῶν πραγμάτων.
εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ᾽ ἱέμην· 625
ὁ δ᾽ ἄρ᾽ ἔνδον ἐλασίβροντ᾽ ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς “ἐρείδων” καὶ ξυνωμότας λέγων
πιθανώταθ᾽· ἡ βουλὴ δ᾽ ἅπασ᾽ ἀκροωμένη
ἐγένεθ᾽ ὑπ᾽ αὐτοῦ ψευδατραφάξυος πλέα, 630
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ᾽ ἀνέσπασεν.
κἄγωγ᾽ ὅτε δὴ γ᾽νων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
“ἄγε δὴ Σκίταλοι καὶ Φένακες”, ἦν δ᾽ ἐγώ,
“Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, 635
ἀγορά τ᾽ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τ᾽ ἀναιδῆ”. ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν 640
τὴν κιγκλίδ᾽ ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον· “ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτ᾽ ἀφύας εἶδον ἀξιωτέρας”. 645
τῶν δ᾽ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτ᾽ ἐστεφάνουν μ᾽ εὐαγγέλια· κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. 650
οἱ δ᾽ ἀνεκρότησαν καὶ πρὸς ἔμ᾽ ἐκεχήνεσαν.
ὁ δ᾽ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθ᾽ ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· “ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις 655
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ”.
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κἄγωγ᾽ ὅτε δὴ γ᾽νων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
τῇ δ᾽ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα 660
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμ᾽ ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτ᾽ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
κᾆθ᾽ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. 665
οἱ δ᾽ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
ὁ δ᾽ ἠντεβόλει γ᾽ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
“ἵν᾽ ἅτθ᾽ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθ᾽, ἀφῖκται γὰρ περὶ σπονδῶν”, λέγων.
οἱ δ᾽ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· 670
“νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽ ὦ μέλε
ᾔσθοντο τὰς ἀφύας παρ᾽ ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω”.
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
εἶθ᾽ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. 675
ἐγὼ δὲ τὰ κορίανν᾽ ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτεἰ ὅσ᾽ ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
οἱ δ᾽ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με 680
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορός
πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δ᾽ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον 685
καὶ δόλοισι ποικίλοις
ῥήμασίν θ᾽ αἱμύλοις.
ἀλλ᾽ ὅπως ἀγωνιεῖ φρόντιζε
τἀπίλοιπ᾽ ἄριστα·
συμμάχους δ᾽ ἡμᾶς ἔχων εὔνους
ἐπίστασαι πάλαι. 690
Ἀλλαντοπώλης
καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλέων
εἰ μή σ᾽ ἀπολέσαιμ᾽, εἴ τι τῶν αὐτῶν ἐμοὶ
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ. 695
Ἀλλαντοπώλης
ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Κλέων
οὔτοι μὰ τὴν Δήμητρ᾽, ἐὰν μή σ᾽ ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Ἀλλαντοπώλης
ἣν μὴ κ᾽φάγῃς; ἐγὼ δέ γ᾽, ἢν μή σ᾽ ἐκπίω 700
κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Κλέων
ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Ἀλλαντοπώλης
ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σ᾽ ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Κλέων
ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν. 705
Ἀλλαντοπώλης
ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φάγοις ἥδιστ᾽ ἄν; ἐπὶ βαλλαντίῳ;
Κλέων
ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
Ἀλλαντοπώλης
ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
Κλέων
ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην. 710
Ἀλλαντοπώλης
κἀγὼ δέ σ᾽ ἕλξω καὶ διαβαλῶ πλείονα.
Κλέων
ἀλλ᾽ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
ἐγὼ δ᾽ ἐκείνου καταγελῶ γ᾽ ὅσον θέλω.
Ἀλλαντοπώλης
ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Κλέων
ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται. 715
Ἀλλαντοπώλης
κᾆθ᾽ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
αὐτὸς δ᾽ ἐκείνου τριπλάσιον κατέσπακας.
Κλέων
καὶ νὴ Δί᾽ ὑπό γε δεξιότητος τῆς ἐμῆς
δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν. 720
Ἀλλαντοπώλης
χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Κλέων
οὐκ ὦγάθ᾽ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
ἴωμεν ἐς τὸν δῆμον.
Ἀλλαντοπώλης
οὐδὲν κωλύει·
ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλέων
ὦ Δῆμε δεῦρ᾽ ἔξελθε. 725
Ἀλλαντοπώλης
νὴ Δί᾽ ὦ πάτερ
ἔξελθε δῆτ᾽.
Κλέων
ὦ Δημίδιον <ὦ> φίλτατον
ἔξελθ᾽, ἵν᾽ εἰδῇς οἷα περιυβρίζομαι.
Δῆμος
τίνες οἱ βοῶντες; οὐκ ἄπιτ᾽ ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
τίς ὦ Παφλαγὼν ἀδικεῖ σε; 730
Κλέων
διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων.
Δῆμος
τιή;
Κλέων
ὁτιὴ φιλῶ σ᾽ ὦ Δῆμ᾽ ἐραστής τ᾽ εἰμὶ σός.
Δῆμος
σὺ δ᾽ εἶ τίς ἐτεόν;
Ἀλλαντοπώλης
ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σ᾽ εὖ ποιεῖν,
ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. 735
ἀλλ᾽ οὐχ οἷοί τ᾽ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.· 740
Κλέων
εὖ γὰρ ποιῶ τὸν δῆμον.
Ἀλλαντοπώλης
εἰπέ νυν τί δρῶν;
Κλέων
ὅ τι; “τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου”,
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Ἀλλαντοπώλης
ἐγὼ δὲ περιπατῶν γ᾽ ἀπ᾽ ἐργαστηρίου
ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην. 745
Κλέων
καὶ μὴν ποιήσας αὐτίκα μάλ᾽ ἐκκλησίαν
ὦ Δῆμ᾽ ἵν᾽ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Ἀλλαντοπώλης
ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ᾽ν τῇ πυκνί.
Δῆμος
οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. 750
ἀλλ᾽ ἐς τὸ πρόσθε. χρὴ παρεῖν᾽ ἐς τὴν πύκνα.
Ἀλλαντοπώλης
οἴμοι κακοδαίμων ὡς ἀπόλωλ᾽. ὁ γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δ᾽ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. 755
Χορός
νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ,
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους
ὅτοισι τόνδ᾽ ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ
κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
πρὸς ταῦθ᾽ ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα. 760
Χορός
ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.
Κλέων
τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι
βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, 765
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ·
εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς,
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
Ἀλλαντοπώλης
κἄγωγ᾽ ὦ Δῆμ᾽, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας, 770
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ,
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν.
Κλέων
καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης;
ὃς πρῶτα μὲν ἡνίκ᾽ ἐβούλευον σοὶ χρήματα πλεῖστ᾽ ἀπέδειξα
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ᾽ ἄγχων τοὺς δὲ μεταιτῶν, 775
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
Ἀλλαντοπώλης
τοῦτο μὲν ὦ Δῆμ᾽ οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.
ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
ὡς δ᾽ οὐχὶ φιλεῖ σ᾽ οὐδ᾽ ἔστ᾽ εὔνους, τοῦτ᾽ αὐτό σε πρῶτα διδάξω,
ἀλλ᾽ ἢ διὰ τοῦτ᾽ αὔθ᾽ ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. 780
σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ᾽ ἐπαναίρου,
κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι. 785
Δῆμος
ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.
Κλέων
ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
Ἀλλαντοπώλης
καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
Κλέων
καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων 790
ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
Ἀλλαντοπώλης
καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ᾽ ἐν ταῖς φιδάκναισι
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ᾽ ἀπελαύνεις 795
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
Κλέων
ἵνα γ᾽ Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν
ὡς τοῦτον δεῖ ποτ᾽ ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι,
ἢν ἀναμείνῃ· πάντως δ᾽ αὐτὸν θρέψω γ᾽ὼ καὶ θεραπεύσω,
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει. 800
Ἀλλαντοπώλης
οὐχ ἵνα γ᾽ ἄρξῃ μὰ Δί᾽ Ἀρκαδίας προνοούμενος, ἀλλ᾽ ἵνα μᾶλλον
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
ἀλλ᾽ ὑπ᾽ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ.
ἢν δέ ποτ᾽ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, 805
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·
εἶθ᾽ ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
ἃ σὺ γιγνώσκων τόνδ᾽ ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
Κλέων
οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ᾽ ἔστ᾽ ἐμὲ καὶ διαβάλλειν 810
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
Ἀλλαντοπώλης
ὦ πόλις Ἄργους κλύεθ᾽ οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ,
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, 815
ἀφελών τ᾽ οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
σὺ δ᾽ Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ᾽ Ἀχιλλείων ἀπομάττει.
Κλέων
οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμ᾽ ἐστίν μ᾽ ὑπὸ τούτου, 820
ὁτιή σε φιλῶ;
Δῆμος
παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων.
Ἀλλαντοπώλης
μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
Ἀλλαντοπώλης
ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
τῶν εὐθυνῶν ἐκκαυλίζων 825
καταβροχθίζει, κἀμφοῖν χειροῖν
μυστιλᾶται τῶν δημοσίων.
Κλέων
οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ᾽
αἱρήσω γ᾽ὼ τρεῖς μυριάδας.
Ἀλλαντοπώλης
τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, 830
μιαρώτατος ὢν περὶ τὸν δῆμον
τὸν Ἀθηναίων; καί σ᾽ ἐπιδείξω
νὴ τὴν Δήμητρ᾽, ἢ μὴ ζῴην,
δωροδοκήσαντ᾽ ἐκ Μυτιλήνης
πλεῖν ἢ μνᾶς τετταράκοντα. 835
Χορός
ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ᾽ ἐποίσεις,
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
τἀν τῇ πόλει τῶν ξυμμάχων τ᾽ ἄρξεις ἔχων τρίαιναν,
ᾗ πολλὰ χρήματ᾽ ἐργάσει σείων τε καὶ ταράττων. 840
Χορός
καὶ μὴ μεθῇς τὸν ἄνδρ᾽, ἐπειδή σοι λαβὴν δέδωκεν·
κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας.
Κλέων
οὐκ ὦγαθοὶ ταῦτ᾽ ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
ἐμοὶ γάρ ἐστ᾽ εἰργασμένον τοιοῦτον ἔργον ὥστε
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, 845
ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
Ἀλλαντοπώλης
ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
οὐ γάρ σ᾽ ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
ἀλλ᾽ ἐστὶ τοῦτ᾽ ὦ Δῆμε μηχάνημ᾽, ἵν᾽ ἢν σὺ βούλῃ 850
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κ᾽γένηται.
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι· τοῦτο δ᾽ εἰς ἕν ἐστι συγκεκυφός,
ὥστ᾽ εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, 855
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
Δῆμος
οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.
Κλέων
ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ᾽ οἰηθῇς 860
ἐμοῦ ποθ᾽ εὑρήσειν φίλον βελτίον᾽· ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καί μ᾽ οὐ λέληθεν οὐδὲν
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ᾽ εὐθέως κέκραγα.
Ἀλλαντοπώλης
ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· 865
ἐὰν δ᾽ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
ἓν δ᾽ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
ταῖς ἐμβάσιν φάσκων φιλεῖν; 870
Δῆμος
οὐ δῆτα μὰ τὸν Ἀπόλλω.
Ἀλλαντοπώλης
ἔγνωκας οὖν δῆτ᾽ αὐτὸν οἷός ἐστιν; ἀλλ᾽ ἐγώ σοι
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
Δῆμος
κρίνω σ᾽ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ᾽ ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.
Κλέων
οὐ δεινὸν οὖν δῆτ᾽ ἐμβάδας τοσουτονὶ δύνασθαι, 875
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
Ἀλλαντοπώλης
οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν
παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθ᾽ ὅπως ἐκείνους
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται. 880
τονδὶ δ᾽ ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον
οὐπώποτ᾽ ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας
χειμῶνος ὄντος· ἀλλ᾽ ἐγώ σοι τουτονὶ δίδωμι.
Δῆμος
τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ᾽ ἐπενόησεν.
καίτοι σοφὸν κἀκεῖν᾽ ὁ Πειραιεύς· ἔμοιγε μέντοι 885
οὐ μεῖζον εἶναι φαίνετ᾽ ἐξεύρημα τοῦ χιτῶνος.
Κλέων
οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις.
Ἀλλαντοπώλης
οὔκ, ἀλλ᾽ ὅπερ πίνων ἀνὴρ πέπονθ᾽ ὅταν χεσείῃ,
τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
Κλέων
ἀλλ᾽ οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν 890
προσαμφιῶ τοδί· σὺ δ᾽ οἴμωζ᾽ ὦ πόνηρ᾽.
Δῆμος
ἰαιβοῖ.
οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων;
Ἀλλαντοπώλης
καὶ τοῦτό <γ᾽> ἐπίτηδές σε περιήμπεσχ᾽, ἵνα σ᾽ ἀποπνίξῃ·
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ᾽ ἐκεῖνον
τοῦ σιλφίου τὸν ἄξιον γενόμενον; 895
Δῆμος
οἶδα μέντοι.
Ἀλλαντοπώλης
ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ᾽ ἄξιον γενέσθαι,
ἵν᾽ ἐσθίοιτ᾽ ὠνούμενοι, κἄπειτ᾽ ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
Δῆμος
νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ᾽ εἶπ᾽ ἀνὴρ Κόπρειος.
Ἀλλαντοπώλης
οὐ γὰρ τόθ᾽ ὑμεῖς βδεόμενοι δήπου ᾽γένεσθε πυρροί; 900
Δῆμος
καὶ νὴ Δί᾽ ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα.
Κλέων
οἵοισί μ᾽ ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις.
Ἀλλαντοπώλης
ἡ γὰρ θεός μ᾽ ἐκέλευσε νικῆσαί σ᾽ ἀλαζονείαις.
Κλέων
ἀλλ᾽ οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν
ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι. 905
Ἀλλαντοπώλης
ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
Κλέων
ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
Ἀλλαντοπώλης
ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
Κλέων
ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ. 910
Ἀλλαντοπώλης
ἐμοῦ μὲν οὖν.
Κλέων
ἐμοῦ μὲν οὖν.
ἐγώ σε ποιήσω τριηραρχεῖν
<ἀναλίσκοντα τῶν
σαυτοῦ,> παλαιὰν ναῦν ἔχοντ᾽,
εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις 915
οὐδὲ ναυπηγούμενος·
διαμηχανήσομαί θ᾽ ὅπως
ἂν ἱστίον σαπρὸν λάβῃς.
Χορός
ἁνὴρ παφλάζει, παῦε παῦ᾽,
ὑπερζέων· ὑφελκτέον 920
τῶν δᾳδίων ἀπαρυστέον
τε τῶν ἀπειλῶν ταυτῃί.
Κλέων
δώσεις ἐμοὶ καλὴν δίκην
ἰπούμενος ταῖς ἐσφοραῖς.
ἐγὼ γὰρ ἐς τοὺς πλουσίους 925
σπεύσω σ᾽ ὅπως ἂν ἐγγραφῇς.
Ἀλλαντοπώλης
ἐγὼ δ᾽ ἀπειλήσω μὲν οὐδέν,
εὔχομαι δέ σοι ταδί·
τὸ μὲν τάγηνον τευθίδων
ἐφεστάναι σίζον· σὲ δὲ 930
γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων καὶ κερδανεῖν
τάλαντον, ἢν κατεργάσῃ,
σπεύδειν ὅπως τῶν τευθίδων
ἐμπλήμενος φθαίης ἔτ᾽ εἰς 935
ἐκκλησίαν ἐλθών· ἔπειτα
πρὶν φαγεῖν ἀνὴρ μεθήκοι,
καὶ σὺ τὸ τάλαντον λαβεῖν
βουλόμενος ἐσθίων
ἐναποπνιγείης. 940
Χορός
εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
Δῆμος
κἀμοὶ δοκεῖ· καὶ τἄλλα γ᾽ εἶναι καταφανῶς
ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. 945
σὺ δ᾽ ὦ Παφλαγὼν φάσκων φιλεῖν μ᾽ ἐσκορόδισας.
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι
ἐμοὶ ταμιεύσεις.
Κλέων
ἔχε· τοσοῦτον δ᾽ ἴσθ᾽ ὅτι,
εἰ μή μ᾽ ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται. 950
Δῆμος
οὐκ ἔσθ᾽ ὅπως ὁ δακτύλιός ἐσθ᾽ οὑτοσὶ
οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
ἀλλ᾽ ἢ οὐ καθορῶ.
Ἀλλαντοπώλης
φέρ᾽ ἴδω τί σοι σημεῖον ἦν;
Δῆμος
δημοῦ βοείου θρῖον ἐξωπτημένον.
Ἀλλαντοπώλης
οὐ τοῦτ᾽ ἔνεστιν. 955
Δῆμος
οὐ τὸ θρῖον; ἀλλὰ τί;
Ἀλλαντοπώλης
λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
Δῆμος
αἰβοῖ τάλας.
Ἀλλαντοπώλης
τί ἔστιν;
Δῆμος
ἀπόφερ᾽ ἐκποδών.
οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου.
παρ᾽ ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
Κλέων
μὴ δῆτά πώ γ᾽ ὦ δέσποτ᾽, ἀντιβολῶ σ᾽ ἐγώ, 960
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
Ἀλλαντοπώλης
καὶ τῶν ἐμῶν νυν.
Κλέων
ἀλλ᾽ ἐὰν τούτῳ πίθῃ,
μολγὸν γενέσθαι δεῖ σε.
Ἀλλαντοπώλης
κἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
Κλέων
ἀλλ᾽ οἵ γ᾽ ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ 965
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
Ἀλλαντοπώλης
οὑμοὶ δέ γ᾽ αὖ λέγουσιν ὡς ἁλουργίδα
ἔχων κατάπαστον καὶ στεφάνην ἐφ᾽ ἅρματος
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
Χορός
καὶ μὴν ἔνεγκ᾽ αὐτοὺς ἰών, ἵν᾽ οὑτοσὶ 970
αὐτῶν ἀκούσῃ.
Δῆμος
πάνυ γε. καὶ σύ νυν φέρε.
Κλέων
ἰδού.
Ἀλλαντοπώλης
ἰδοὺ νὴ τὸν Δί᾽· οὐδὲν κωλύει.
Χορός
ἥδιστον φάος ἡμέρας
ἔσται τοῖσι παροῦσι καὶ
τοῖσι δεῦρ᾽ ἀφικνουμένοις, 975
ἢν Κλέων ἀπόληται.
καίτοι πρεσβυτέρων τινῶν
οἵων ἀργαλεωτάτων
ἐν τῷ δείγματι τῶν δικῶν
ἤκουσ᾽ ἀντιλεγόντων, 980
ὡς εἰ μὴ ᾽γένεθ᾽ οὗτος ἐν
τῇ πόλει μέγας, οὐκ ἂν ἤστην
σκεύη δύο χρησίμω,
δοῖδυξ οὐδὲ τορύνη.
Χορός
ἀλλὰ καὶ τόδ᾽ ἔγωγε θαυμάζω 985
τῆς ὑομουσίας
αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
παῖδες οἳ ξυνεφοίτων,
τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι
θαμὰ τὴν λύραν, 990
ἄλλην δ᾽ οὐκ ἐθέλειν μαθεῖν·
κᾆτα τὸν κιθαριστὴν
ὀργισθέντ᾽ ἀπάγειν κελεύειν,
ὡς ἁρμονίαν ὁ παῖς
οὗτος οὐ δύναται μαθεῖν 995
ἢν μὴ Δωροδοκιστί.
Κλέων
ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
Ἀλλαντοπώλης
οἴμ᾽ ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
Δῆμος
ταυτὶ τί ἔστι;
Κλέων
λόγια.
Δῆμος
πάντ᾽;
Κλέων
ἐθαύμασας;
καὶ νὴ Δί᾽ ἔτι γέ μοὔστι κιβωτὸς πλέα. 1000
Ἀλλαντοπώλης
ἐμοὶ δ᾽ ὑπερῷον καὶ ξυνοικία δύο.
Δῆμος
φέρ᾽ ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
Κλέων
οὑμοὶ μέν εἰσι Βάκιδος.
Δῆμος
οἱ δὲ σοὶ τίνος;
Ἀλλαντοπώλης
Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
Δῆμος
εἰσὶν δὲ περὶ τοῦ; 1005
Κλέων
περὶ Ἀθηνῶν, περὶ Πύλου,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
Δῆμος
οἱ σοὶ δὲ περὶ τοῦ;
Ἀλλαντοπώλης
περὶ Ἀθηνῶν, περὶ φακῆς,
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,
περὶ τῶν μετρούντων τἄλφιτ᾽ ἐν ἀγορᾷ κακῶς,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. 1010
Δῆμος
ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
καὶ τὸν περὶ ἐμοῦ ᾽κεῖνον ᾧπερ ἥδομαι,
ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι.
Κλέων
ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων 1015
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
σῴζεσθαί σ᾽ ἐκέλευσ᾽ ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ᾽ ἀπολεῖται.
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί. 1020
Δῆμος
ταυτὶ μὰ τὴν Δήμητρ᾽ ἐγὼ οὐκ οἶδ᾽ ὅ τι λέγει.
τί γάρ ἐστ᾽ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
Κλέων
ἐγὼ μέν εἰμ᾽ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
σοὶ δ᾽ εἶπε σῴζεσθαί μ᾽ ὁ Φοῖβος τὸν κύνα.
Ἀλλαντοπώλης
οὐ τοῦτό φησ᾽ ὁ χρησμός, ἀλλ᾽ ὁ κύων ὁδὶ 1025
ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει.
ἐμοὶ γάρ ἐστ᾽ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
Δῆμος
λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μ᾽ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ.
Ἀλλαντοπώλης
φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, 1030
ὃς κέρκῴ σαίνων σ᾽ ὁπόταν δειπνῇς ἐπιτηρῶν
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
ἐσφοιτῶν τ᾽ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
Δῆμος
νὴ τὸν Ποσειδῶ πολύ γ᾽ ἄμεινον ὦ Γλάνι. 1035
Κλέων
ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε.
ἔστι γυνή, τέξει δὲ λέονθ᾽ ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται
ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. 1040
ταῦτ᾽ οἶσθ᾽ ὅ τι λέγει;
Δῆμος
μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ.
Κλέων
ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
Δῆμος
καὶ πῶς μ᾽ ἐλελήθης Ἀντιλέων γεγενημένος;
Ἀλλαντοπώλης
ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, 1045
ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,
ἐν ᾧ σε σῴζειν τόνδ᾽ ἐκέλευσ᾽ ὁ Λοξίας.
Δῆμος
πῶς δῆτα τοῦτ᾽ ἔφραζεν ὁ θεός;
Ἀλλαντοπώλης
τουτονὶ
δῆσαί σ᾽ ἐκέλευ᾽ ἐν πεντεσυρίγγῳ ξύλῳ.
Δῆμος
ταυτὶ τελεῖσθαι τὰ λόγι᾽ ἤδη μοι δοκεῖ. 1050
Κλέων
μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλ᾽ ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
Ἀλλαντοπώλης
τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
Κεκροπίδη κακόβουλε τί τοῦθ᾽ ἡγεῖ μέγα τοὔργον; 1055
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
ἀλλ᾽ οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
Κλέων
ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
ἔστι Πύλος πρὸ Πύλοιο--
Δῆμος
τί τοῦτο λέγει, πρὸ Πύλοιο;
Ἀλλαντοπώλης
τὰς πυέλους φησὶν καταλήψεσθ᾽ ἐν βαλανείῳ. 1060
Δῆμος
ἐγὼ δ᾽ ἄλουτος τήμερον γενήσομαι;
Ἀλλαντοπώλης
οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.
ἀλλ᾽ οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
Δῆμος
προσέχω· σὺ δ᾽ ἀναγίγνωσκε, τοῖς ναύταισί μου 1065
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
Ἀλλαντοπώλης
Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθ᾽ ὅ τι ἐστὶν τοῦτο;
Δῆμος
Φιλόστρατος ἡ κυναλώπηξ.
Ἀλλαντοπώλης
οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε 1070
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σ᾽ ὁ Λοξίας.
Δῆμος
πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ;
Ἀλλαντοπώλης
ὅπως;
ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
Δῆμος
πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί; 1075
Ἀλλαντοπώλης
ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
Δῆμος
εἶεν·
τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
Ἀλλαντοπώλης
ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
ἀλλ᾽ ἔτι τόνδ᾽ ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι 1080
χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ.
Δῆμος
ποίαν Κυλλήνην;
Ἀλλαντοπώλης
τὴν τούτου χεῖρ᾽ ἐποίησεν
Κυλλήνην ὀρθῶς, ὁτιή φησ᾽, “ἔμβαλε κυλλῇ”.
Κλέων
οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρ᾽ ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. 1085
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
Ἀλλαντοπώλης
καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γ᾽ ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα.
Κλέων
ἀλλ᾽ ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ 1090
τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
Ἀλλαντοπώλης
νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ᾽πικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. 1095
Δῆμος
ἰοὺ ἰού.
οὐκ ἦν ἄρ᾽ οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν.
Κλέων
μήπω γ᾽, ἱκετεύω σ᾽, ἀλλ᾽ ἀνάμεινον, ὡς ἐγὼ 1100
κριθὰς ποριῶ σοι καὶ βίον καθ᾽ ἡμέραν.
Δῆμος
οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
Κλέων
ἀλλ᾽ ἄλφιτ᾽ ἤδη σοι ποριῶ ᾽σκευασμένα.
Ἀλλαντοπώλης
ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας 1105
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ᾽ εἰ μὴ ᾽σθιε.
Δῆμος
ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ᾽· ὡς ἐγώ,
ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
Κλέων
τρέχοιμ᾽ ἂν εἴσω πρότερος. 1110
Ἀλλαντοπώλης
οὐ δῆτ᾽ ἀλλ᾽ ἐγώ.
Χορός
ὦ Δῆμε καλήν γ᾽ ἔχεις
ἀρχήν, ὅτε πάντες ἄνθρωποι
δεδίασί σ᾽ ὥσπερ
ἄνδρα τύραννον.
ἀλλ᾽ εὐπαράγωγος εἶ, 1115
θωπευόμενός τε χαίρεις
κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντ᾽ ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
παρὼν ἀποδημεῖ. 1120
Δῆμος
νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μ᾽ οὐ φρονεῖν
νομίζετ᾽· ἐγὼ δ᾽ ἑκὼν
ταῦτ᾽ ἠλιθιάζω.
αὐτός τε γὰρ ἥδομαι 1125
βρύλλων τὸ καθ᾽ ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δ᾽, ὅταν ᾖ πλέως,
ἄρας ἐπάταξα. 1130
Χορός
χοὔτω μὲν ἂν εὖ ποιοῖς,
εἴ σοι πυκνότης ἔνεστ᾽
ἐν τῷ τρόπῳ, ὡς λέγεις,
τούτῳ πάνυ πολλή,
εἰ τούσδ᾽ ἐπίτηδες ὥσπερ 1135
δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κᾆθ᾽ ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
θύσας ἐπιδειπνεῖς. 1140
Δῆμος
σκέψασθε δέ μ᾽, εἰ σοφῶς
αὐτοὺς περιέρχομαι
τοὺς οἰομένους φρονεῖν
κἄμ᾽ ἐξαπατύλλειν.
τηρῶ γὰρ ἑκάστοτ᾽ αὐτοὺς 1145
οὐδὲ δοκῶν ὁρᾶν
κλέπτοντας· ἔπειτ᾽ ἀναγκάζω
πάλιν ἐξεμεῖν
ἅττ᾽ ἂν κεκλόφωσί μου,
κημὸν καταμηλῶν. 1150
Κλέων
ἄπαγ᾽ ἐς μακαρίαν ἐκποδών.
Ἀλλαντοπώλης
σύ γ᾽ ὦ φθόρε.
Κλέων
ὦ Δῆμ᾽ ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι βουλόμενός σ᾽ εὐεργετεῖν.
Ἀλλαντοπώλης
ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι. 1155
Δῆμος
ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι
βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.
Ἀλλαντοπώλης
οἶσθ᾽ οὖν ὃ δρᾶσον;
Δῆμος
εἰ δὲ μή, φράσεις γε σύ.
Ἀλλαντοπώλης
ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, 1160
ἵνα σ᾽ εὖ ποιῶμεν ἐξ ἴσου.
Δῆμος
δρᾶν ταῦτα χρή.
ἄπιτον.
Κλέων καὶ Ἀλλαντοπώλης
ἰδού.
Δῆμος
θέοιτ᾽ ἄν.
Ἀλλαντοπώλης
ὑποθεῖν οὐκ ἐῶ.
Δῆμος
ἀλλ᾽ ἢ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν νὴ Δί᾽ ἢ ᾽γὼ θρύψομαι.
Κλέων
ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
Ἀλλαντοπώλης
ἀλλ᾽ οὐ τράπεζαν, ἀλλ᾽ ἐγὼ προτεραίτερος. 1165
Κλέων
ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.
Ἀλλαντοπώλης
ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
Δῆμος
ὡς μέγαν ἄρ᾽ εἶχες ὦ πότνια τὸν δάκτυλον. 1170
Κλέων
ἐγὼ δ᾽ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
ἐτόρυνε δ᾽ αὔθ᾽ ἡ Παλλὰς ἡ Πυλαιμάχος.
Ἀλλαντοπώλης
ὦ Δῆμ᾽ ἐναργῶς ἡ θεός σ᾽ ἐπισκοπεῖ,
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
Δῆμος
οἴει γὰρ οἰκεῖσθ᾽ ἂν ἔτι τήνδε τὴν πόλιν, 1175
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
Κλέων
τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
Ἀλλαντοπώλης
ἡ δ᾽ Ὀβριμοπάτρα γ᾽ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
Δῆμος
καλῶς γ᾽ ἐποίησε τοῦ πέπλου μεμνημένη. 1180
Κλέων
ἡ Γοργολόφα σ᾽ ἐκέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.
Ἀλλαντοπώλης
λαβὲ καὶ ταδί νυν.
Δῆμος
καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις;
Ἀλλαντοπώλης
ἐπίτηδες αὔτ᾽ ἔπεμψέ σοι
ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· 1185
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
Δῆμος
ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.
Ἀλλαντοπώλης
ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
Κλέων
λαβέ νυν πλακοῦντος πίονος παρ᾽ ἐμοῦ τόμον. 1190
Ἀλλαντοπώλης
παρ᾽ ἐμοῦ δ᾽ ὅλον γε τὸν πλακοῦντα τουτονί.
Κλέων
ἀλλ᾽ οὐ λαγῷ᾽ ἕξεις ὁπόθεν δῷς, ἀλλ᾽ ἐγώ.
Ἀλλαντοπώλης
οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;
ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.
Κλέων
ὁρᾷς τάδ᾽ ὦ κακόδαιμον; 1195
Ἀλλαντοπώλης
ὀλίγον μοι μέλει·
ἐκεινοιὶ γὰρ ὡς ἔμ᾽ ἔρχονταί τινες
πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
Κλέων
ποῦ ποῦ;
Ἀλλαντοπώλης
τί δέ σοι τοῦτ᾽; οὐκ ἐάσεις τοὺς ξένους;
ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷ᾽ ἅ σοι φέρω;
Κλέων
οἴμοι τάλας ἀδίκως γε τἄμ᾽ ὑφήρπασας. 1200
Ἀλλαντοπώλης
νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
Δῆμος
εἴπ᾽, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
Ἀλλαντοπώλης
τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ᾽ ἐμόν.
Κλέων
ἐγὼ δ᾽ ἐκινδύνευσ᾽, ἐγὼ δ᾽ ὤπτησά γε.
Δῆμος
ἄπιθ᾽· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. 1205
Κλέων
οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.
Ἀλλαντοπώλης
τί οὐ διακρίνεις Δῆμ᾽ ὁπότερός ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;
Δῆμος
τῷ δῆτ᾽ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς; 1210
Ἀλλαντοπώλης
ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ᾽ ἔνι,
καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
Δῆμος
φέρ᾽ ἴδω τί οὖν ἔνεστιν;
Ἀλλαντοπώλης
οὐχ ὁρᾷς κενὴν
ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν. 1215
Δῆμος
αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ.
Ἀλλαντοπώλης
βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
ὁρᾷς <τάδ᾽;>
Δῆμος
οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
ἐμοὶ δ᾽ ἔδωκεν ἀποτεμὼν τυννουτονί. 1220
Ἀλλαντοπώλης
τοιαῦτα μέντοι καὶ πρότερόν σ᾽ ἠργάζετο·
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δ᾽ ἑαυτῷ παρετίθει τὰ μείζονα.
Δῆμος
ὦ μιαρὲ κλέπτων δή με ταῦτ᾽ ἐξηπάτας;
ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν. 1225
Κλέων
ἐγὼ δ᾽ ἔκλεπτον ἐπ᾽ ἀγαθῷ γε τῇ πόλει.
Δῆμος
κατάθου ταχέως τὸν στέφανον, ἵν᾽ ἐγὼ τουτῳὶ
αὐτὸν περιθῶ.
Ἀλλαντοπώλης
κατάθου ταχέως μαστιγία.
Κλέων
οὐ δῆτ᾽, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς
φράζων ὑφ᾽ οὗ “δεήσει μ᾽” ἡττᾶσθαι μόνου. 1230
Ἀλλαντοπώλης
τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
Κλέων
καὶ μήν σ᾽ ἐλέγξαι βούλομαι τεκμηρίῳ,
εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.
καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·
παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου; 1235
Ἀλλαντοπώλης
ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.
Κλέων
πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;
Ἀλλαντοπώλης
κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·
Κλέων
ὦ Φοῖβ᾽ Ἄπολλον Λύκιε τί ποτέ μ᾽ ἐργάσει; 1240
τέχνην δὲ τίνα ποτ᾽ εἶχες ἐξανδρούμενος;
Ἀλλαντοπώλης
ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
Κλέων
οἴμοι κακοδαίμων· οὐκέτ᾽ οὐδέν εἰμ᾽ ἐγώ.
λεπτή τις ἐλπίς ἐστ᾽ ἐφ᾽ ἧς ὀχούμεθα.
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ 1245
ἠλλαντοπώλεις ἐτεὸν ἢ ᾽πὶ ταῖς πύλαις;
Ἀλλαντοπώλης
ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
Κλέων
οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετ᾽ εἴσω τόνδε τὸν δυσδαίμονα.
ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σ᾽ ἄκων ἐγὼ 1250
λείπω· σὲ δ᾽ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ ἴσως.
Ἀλλαντοπώλης
Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.
Χορός
ὦ χαῖρε καλλίνικε καὶ μέμνησ᾽ ὅτι
ἀνὴρ γεγένησαι δι᾽ ἐμέ· καί σ᾽ αἰτῶ βραχύ, 1255
ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.
Δῆμος
ἐμοὶ δέ γ᾽ ὅ τι σοι τοὔνομ᾽ εἴπ᾽.
Ἀλλαντοπώλης
Ἀγοράκριτος·
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
Δῆμος
Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί. 1260
Ἀλλαντοπώλης
καὶ μὴν ἐγώ σ᾽ ὦ Δῆμε θεραπεύσω καλῶς,
ὥσθ᾽ ὁμολογεῖν σε μηδέν᾽ ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
Χορός
τί κάλλιον ἀρχομένοισιν
ἢ καταπαυομένοισιν 1265
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, “μηδὲν ἐς” Λυσίστρατον,
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
καὶ γὰρ οὗτος ὦ φίλ᾽ Ἄπολλον <ἀεὶ> πεινῇ, θαλεροῖς δακρύοις
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι. 1273
Χορός
λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ᾽ ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. 1275
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ᾽ ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
νῦν δ᾽ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, 1280
Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἔστι δ᾽ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ᾽ ἂν ᾐσθόμην,
οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, 1285
καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτ᾽ ἐκ ταὐτοῦ μεθ᾽ ἡμῶν πίεται ποτηρίου.
Χορός
ἦ πολλάκις ἐννυχίαισι 1290
φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχ᾽ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος. 1294
φασὶ <μὲν> γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων
οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ᾽ ἀντιβολεῖν ἂν ὅμως·
“ἴθ᾽ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ”.
Χορός
φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, 1300
καὶ μίαν λέξαι τιν᾽ αὐτῶν ἥτις ἦν γεραιτέρα·
“οὐδὲ πυνθάνεσθε ταῦτ᾽ ὦ παρθένοι τἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τιν᾽ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον”·
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, 1305
καί τιν᾽ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
“ἀποτρόπαἰ οὐ δῆτ᾽ ἐμοῦ γ᾽ ἄρξει ποτ᾽, ἀλλ᾽ ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσ᾽ ἐνταῦθα καταγηράσομαι”·
“οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ᾽ ὦ θεοί,
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. 1310
ἢν δ᾽ ἀρέσκῃ ταῦτ᾽ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
ἐς τὸ Θησεῖον πλεούσαις ἢ ᾽πὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας”. 1315
Ἀλλαντοπώλης
εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι,
καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν,
ἐπὶ καιναῖσιν δ᾽ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
Χορός
ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
τίν᾽ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ᾽ ὅτῳ κνισῶμεν ἀγυιάς; 1320
Ἀλλαντοπώλης
τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
Χορός
καὶ ποῦ ᾽στιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
Ἀλλαντοπώλης
ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
Χορός
πῶς ἂν ἴδοιμεν; ποίαν <τιν᾽> ἔχει σκευήν; ποῖος γεγένηται;
Ἀλλαντοπώλης
οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. 1325
ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
ἀλλ᾽ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν᾽ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
Χορός
ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον. 1330
Ἀλλαντοπώλης
ὅδ᾽ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
Χορός
χαῖρ᾽ ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς.
τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ᾽ν Μαραθῶνι τροπαίου.
Δῆμος
ὦ φίλτατ᾽ ἀνδρῶν ἐλθὲ δεῦρ᾽ Ἀγοράκριτε. 1335
ὅσα με δέδρακας ἀγάθ᾽ ἀφεψήσας.
Ἀλλαντοπώλης
ἐγώ;
ἀλλ᾽ ὦ μέλ᾽ οὐκ οἶσθ᾽ οἷος ἦσθ᾽ αὐτὸς πάρος,
οὐδ᾽ οἷ᾽ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
Δῆμος
τί δ᾽ ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ;
Ἀλλαντοπώλης
πρῶτον μέν, ὁπότ᾽ εἴποι τις ἐν τἠκκλησίᾳ, 1340
“ὦ Δῆμ᾽ ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος”,
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
ἀνωρτάλιζες κἀκερουτίας.
Δῆμος
ἐγώ;
Ἀλλαντοπώλης
εἶτ᾽ ἐξαπατήσας σ᾽ ἀντὶ τούτων ᾤχετο. 1345
Δῆμος
τί φῄς;
ταυτί μ᾽ ἔδρων, ἐγὼ δὲ τοῦτ᾽ οὐκ ᾐσθόμην;
Ἀλλαντοπώλης
τὰ δ᾽ ὦτά γ᾽ ἄν σου νὴ Δί᾽ ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
Δῆμος
οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
Ἀλλαντοπώλης
καὶ νὴ Δί᾽ εἴ γε δύο λεγοίτην ῥήτορε, 1350
ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ᾽ ἕτερος αὖ
καταμισθοφορῆσαι τοῦθ᾽, ὁ τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
Δῆμος
αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις. 1355
Ἀλλαντοπώλης
ἀλλ᾽ οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
ἀλλ᾽ οἵ σε ταῦτ᾽ ἐξηπάτων. νυνδὶ φράσον·
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
“οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην”· 1360
τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
Δῆμος
ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
Ἀλλαντοπώλης
τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
τὰ δ᾽ ἄλλα, φέρ᾽ ἴδω, πῶς πολιτεύσει φράσον. 1365
Δῆμος
πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω ᾽ντελῆ.
Ἀλλαντοπώλης
πολλοῖς γ᾽ ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω.
Δῆμος
ἔπειθ᾽ ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, 1370
ἀλλ᾽ ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
Ἀλλαντοπώλης
τοῦτ᾽ ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
Δῆμος
οὐδ᾽ ἀγοράσει γ᾽ ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
Ἀλλαντοπώλης
ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
Δῆμος
τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, 1375
ἃ στωμυλεῖται τοιαδὶ καθήμενα·
“σοφός γ᾽ ὁ Φαίαξ δεξιῶς τ᾽ οὐκ ἀπέθανεν.
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
καταληπτικός τ᾽ ἄριστα τοῦ θορυβητικοῦ”. 1380
Ἀλλαντοπώλης
οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;
Δῆμος
μὰ Δί᾽ ἀλλ᾽ ἀναγκάσω κυνηγετεῖν ἐγὼ
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
Ἀλλαντοπώλης
ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,
καὶ παῖδ᾽ ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι· 1385
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
Δῆμος
μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι.
Ἀλλαντοπώλης
φήσεις γ᾽, ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρ᾽ ἴθ᾽ αἱ Σπονδαὶ ταχύ.
Δῆμος
ὦ Ζεῦ πολυτίμηθ᾽ ὡς καλαί· πρὸς τῶν θεῶν, 1390
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
πῶς ἔλαβες αὐτὰς ἐτέον;
Ἀλλαντοπώλης
οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμ᾽ ἐς τοὺς ἀγροὺς
αὐτὰς ἰέναι λαβόντα. 1395
Δῆμος
τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτ᾽ ἔδρασεν, εἴφ᾽ ὅ τι ποιήσεις κακόν.
Ἀλλαντοπώλης
οὐδὲν μέγ᾽ ἀλλ᾽ ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, 1400
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
Δῆμος
εὖ γ᾽ ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
καί σ᾽ ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ
ἐς τὴν ἕδραν θ᾽, ἵν᾽ ἐκεῖνος ἦν ὁ φαρμακός. 1405
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵν᾽ ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ᾽ οἱ ξένοι.
*

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου