Πέμπτη, 13 Οκτωβρίου 2011

Φλάβιος Αρριανός: ΑΛΕΞΑΝΔΡΟΥ ΑΝΑΒΑΣΕΩΣ - ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ


Φλάβιος Αρριανός: ΑΛΕΞΑΝΔΡΟΥ ΑΝΑΒΑΣΕΩΣ - ΒΙΒΛΙΟΝ
ΠΡΩΤΟΝ


ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ

Πτολεμαῖος ὁ Λάγου καὶ Ἀριστόβουλος ὁ Ἀριστο-
βούλου ὅσα μὲν ταὐτὰ ἄμφω περὶ Ἀλεξάνδρου τοῦ
Φιλίππου συνέγραψαν, ταῦτα ἐγὼ ὡς πάντῃ ἀληθῆ
ἀναγράφω, ὅσα δὲ οὐ ταὐτά, τούτων τὰ πιστότερα
ἐμοὶ φαινόμενα καὶ ἅμα ἀξιαφηγητότερα ἐπιλεξάμενος.
ἄλλοι μὲν δὴ ἄλλα ὑπὲρ Ἀλεξάνδρου ἀνέγραψαν, οὐδ᾿
ἔστιν ὑπὲρ ὅτου πλείονες ἢ ἀξυμφωνότεροι ἐς ἀλλή-
λους. ἀλλ᾿ ἐμοὶ Πτολεμαῖός τε καὶ Ἀριστόβουλος πι-
στότεροι ἔδοξαν ἐς τὴν ἀφήγησιν, ὁ μὲν ὅτι συνεστρά-
τευσε βασιλεῖ Ἀλεξάνδρῳ, Ἀριστόβουλος, Πτολεμαῖος
δὲ πρὸς τῷ ξυστρατεῦσαι ὅτι καὶ αὐτῷ βασιλεῖ ὄντι
αἰσχρότερον ἤ τῳ ἄλλῳ ψεύσασθαι ἦν. ἄμφω δέ, ὅτι
τετελευτηκότος ἤδη Ἀλεξάνδρου ξυγγράφουσιν [ὅτε]
αὐτοῖς ἥ τε ἀνάγκη καὶ ὁ μισθὸς τοῦ ἄλλως τι ἢ ὡς
συνηνέχθη ξυγγράψαι ἀπῆν. ἔστι δὲ ἃ καὶ πρὸς ἄλλων
ξυγγεγραμμένα, ὅτι καὶ αὐτὰ ἀξιαφήγητά τέ μοι ἔδοξε
καὶ οὐ πάντῃ ἄπιστα, ὡς λεγόμενα μόνον ὑπὲρ Ἀλεξ-
άνδρου ἀνέγραψα. ὅστις δὲ θαυμάσεται ἀνθ᾿ ὅτου ἐπὶ
τοσοῖσδε συγγραφεῦσι καὶ ἐμοὶ ἐπὶ νοῦν ἦλθεν ἥδε ἡ
συγγραφή, τά τε ἐκείνων πάντα τις ἀναλεξάμενος καὶ
τοῖσδε τοῖς ἡμετέροις ἐντυχὼν οὕτω θαυμαζέτω.
Λέγεται δὴ Φίλιππος μὲν τελευτῆσαι ἐπὶ ἄρχοντος
Πυθοδήλου Ἀθήνησι. παραλαβόντα δὲ τὴν βασιλείαν
Ἀλέξανδρον, παῖδα ὄντα Φιλίππου, ἐς Πελοπόννησον
παρελθεῖν. εἶναι δὲ τότε ἀμφὶ τὰ εἴκοσιν ἔτη Ἀλέξ-
ανδρον. ἐνταῦθα ξυναγαγόντα τοὺς Ἕλληνας, ὅσοι
ἐντὸς Πελοποννήσου ἦσαν, αἰτεῖν παρ᾿ αὐτῶν τὴν ἡγε-
μονίαν τῆς ἐπὶ τοὺς Πέρσας στρατιᾶς, ἥντινα Φιλίππῳ
ἤδη ἔδοσαν. καὶ αἰτήσαντα λαβεῖν παρ᾿ ἑκάστων πλὴν
Λακεδαιμονίων. Λακεδαιμονίους δὲ ἀποκρίνασθαι μὴ
εἶναί σφισι πάτριον ἀκολουθεῖν ἄλλοις, ἀλλ᾿ αὐτοὺς
ἄλλων ἐξηγεῖσθαι. νεωτερίσαι δὲ ἄττα καὶ τῶν Ἀθη-
ναίων τὴν πόλιν. ἀλλὰ Ἀθηναίους γε τῇ πρώτῃ ἐφόδῳ
Ἀλεξάνδρου ἐκπλαγέντας καὶ πλείονα ἔτι τῶν Φιλίππῳ
δοθέντων Ἀλεξάνδρῳ εἰς τιμὴν συγχωρῆσαι. ἐπανελ-
θόντα δὲ ἐς Μακεδονίαν ἐν παρασκευῇ εἶναι τοῦ ἐς
τὴν Ἀσίαν στόλου.
Ἅμα δὲ τῷ ἦρι ἐλαύνειν ἐπὶ Θρᾴκης, ἐς Τριβαλλοὺς
καὶ Ἰλλυριούς, ὅτι τε νεωτερίζειν ἐπύθετο Ἰλλυριούς
τε καὶ Τριβαλλούς, καὶ ἅμα ὁμόρους ὄντας οὐκ ἐδόκει
ὑπολείπεσθαι ὅτι μὴ πάντῃ ταπεινωθέντας οὕτω μα-
κρὰν ἀπὸ τῆς οἰκείας στελλόμενον. ὁρμηθέντα δὴ ἐξ
Ἀμφιπόλεως ἐμβαλεῖν εἰς Θρᾴκην τὴν τῶν αὐτονόμων
καλουμένων Θρᾳκῶν, Φιλίππους πόλιν ἐν ἀριστερᾷ
ἔχοντα καὶ τὸν Ὄρβηλον τὸ ὄρος. διαβὰς δὲ τὸν Νέστον
ποταμὸν λέγουσιν, ὅτι δεκαταῖος ἀφίκετο ἐπὶ τὸ ὄρος
τὸν Αἶμον. καὶ ἐνταῦθα ἀπήντων αὐτῷ κατὰ τὰ στενὰ
τῆς ἀνόδου τῆς ἐπὶ τὸ ὄρος τῶν τε ἐμπόρων πολλοὶ
ὡπλισμένοι καὶ οἱ Θρᾷκες οἱ αὐτόνομοι, παρεσκευα-
σμένοι εἴργειν τοῦ πρόσω κατειληφότες τὴν ἄκραν τοῦ
Αἴμου τὸν στόλον, παρ᾿ ἣν ἦν τῷ στρατεύματι ἡ πάρ-
οδος. ξυναγαγόντες δὲ ἁμάξας καὶ προβαλόμενοι πρὸ
σφῶν ἅμα μὲν χάρακι ἐχρῶντο ταῖς ἁμάξαις ἐς τὸ ἀπο-
μάχεσθαι ἀπ᾿ αὐτῶν, εἰ βιάζοιντο, ἅμα δὲ ἐν νῷ εἶχον
ἐπαφιέναι ἀνιοῦσιν ἧ ἀποτομώτατον τοῦ ὄρους ἐπὶ τὴν
φάλαγγα τῶν Μακεδόνων τὰς ἁμάξας. γνώμην δὲ πε-
ποίηντο ὅτι ὅσῳ πυκνοτέρᾳ τῇ φάλαγγι καταφερόμεναι
συμμίξουσιν αἱ ἅμαξαι, τοσῷδε μᾶλλόν τι διασκεδά-
σουσιν αὐτὴν βίᾳ ἐμπεσοῦσαι.
Ἀλεξάνδρῳ δὲ βουλὴ γίγνεται ὅπως ἀσφαλέστατα
ὑπερβαλεῖ τὸ ὄρος. καὶ ἐπειδὴ ἐδόκει διακινδυνευτέα,
οὐ γὰρ εἶναι ἄλλῃ τὴν πάροδον, παραγγέλλει τοῖς
ὁπλίταις, ὁπότε καταφέροιντο κατὰ τοῦ ὀρθίου αἱ
ἅμαξαι, ὅσοις μὲν ὁδὸς πλατεῖα οὖσα παρέχοι λῦσαι
τὴν τάξιν, τούτους δὲ διαχωρῆσαι, ὡς δι᾿ αὐτῶν ἐκ-
πεσεῖν τὰς ἁμάξας. ὅσοι δὲ περικαταλαμβάνοιντο, ξυν-
νεύσαντας, τοὺς δὲ καὶ πεσόντας ἐς γῆν, συγκλεῖσαι
ἐς ἀκριβὲς τὰς ἀσπίδας, τοῦ κατ᾿ αὐτῶν φερομένας
τὰς ἁμάξας καὶ τῇ ῥύμῃ κατὰ τὸ εἰκὸς ὑπερπηδώσας
ἀβλαβῶς ἐπελθεῖν. καὶ οὕτω ξυνέβη ὅπως παρῄνεσέ
τε Ἀλέξανδρος καὶ εἴκασεν. οἱ μὲν γὰρ διέσχον τὴν
φάλαγγα, αἱ δ᾿ ὑπὲρ τῶν ἀσπίδων ἐπικυλισθεῖσαι
ὀλίγα ἔβλαψαν. ἀπέθανε δὲ οὐδεὶς ὑπὸ ταῖς ἁμάξαις.
ἔνθα δὴ οἱ Μακεδόνες θαρσήσαντες, ὅτι ἀβλαβεῖς
αὐτοῖς, ἃς μάλιστα ἐδεδίεσαν, αἱ ἅμαξαι ἐγένοντο, σὺν
βοῇ ἐς τοὺς Θρᾷκας ἐνέβαλον. Ἀλέξανδρος δὲ τοὺς
τοξότας μὲν ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸ τῆς ἄλλης
φάλαγγος, ὅτι ταύτῃ εὐπορώτερα ἦν, ἐλθεῖν ἐκέλευσε
καὶ ἐκτοξεύειν ἐς τοὺς Θρᾷκας ὅπῃ προσφέροιντο.
αὐτὸς δὲ ἀναλαβὼν τὸ ἄγημα καὶ τοὺς ὑπασπιστὰς καὶ
τοὺς Ἀγριᾶνας κατὰ τὸ εὐώνυμον ἦγεν. ἔνθα δὴ οἱ
τοξόται βάλλοντες τοὺς προεκθέοντας τῶν Θρᾳκῶν
ἀνέστελλον. καὶ ἡ φάλαγξ προσμίξασα οὐ χαλεπῶς
ἐξέωσεν ἐκ τῆς χώρας ἀνθρώπους ψιλοὺς καὶ κακῶς
ὡπλισμένους βαρβάρους, ὥστε Ἀλέξανδρον ἀπὸ τοῦ
εὐωνύμου ἐπάγοντα οὐκέτι ἐδέξαντο, ἀλλὰ ῥίψαντες
ὡς ἑκάστοις προὐχώρει τὰ ὅπλα κατὰ τοῦ ὄρους ἔφυ-
γον. καὶ ἀπέθανον μὲν αὐτῶν ἐς χιλίους καὶ πεντα-
κοσίους, ζῶντες δὲ ἄνδρες μὲν ὀλίγοι ἐλήφθησαν δι᾿
ὠκύτητα καὶ τῆς χώρας ἐμπειρίαν, γυναῖκες δὲ ὅσαι
ξυνείποντο αὐτοῖς ἑάλωσαν πᾶσαι, καὶ τὰ παιδάρια
καὶ ἡ λεία πᾶσα ἑάλω.
Ἀλέξανδρος δὲ τὴν μὲν λείαν ὀπίσω ἀπέπεμψεν ἐς
τὰς πόλεις τὰς ἐπὶ θαλάσσῃ, Λυσανίᾳ καὶ Φιλώτᾳ πα-
ραδοὺς διατίθεσθαι. αὐτὸς δὲ τὸ ἄκρον ὑπερβαλὼν
προῄει διὰ τοῦ Αἴμου ἐς Τριβαλλούς, καὶ ἀφικνεῖται
ἐπὶ τὸν Λύγινον ποταμόν. ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ
Ἴστρου ὡς ἐπὶ τὸν Αἶμον ἰόντι σταθμοὺς τρεῖς. Σύρ-
μος δὲ ὁ τῶν Τριβαλλῶν βασιλεύς, ἐκ πολλοῦ πυν-
θανόμενος τοῦ Ἀλεξάνδρου τὸν στόλον, γυναῖκας μὲν
καὶ παῖδας τῶν Τριβαλλῶν προὔπεμψεν ἐπὶ τὸν Ἴστρον
διαβαίνειν κελεύσας τὸν ποταμὸν ἐς νῆσόν τινα τῶν
ἐν τῷ Ἴστρῳ. Πεύκη ὄνομα τῇ νήσῳ ἐστίν. ἐς ταύ-
την δὲ τὴν νῆσον καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι τοῖς
Τριβαλλοῖς προσάγοντος Ἀλεξάνδρου ἐκ πολλοῦ συμπε-
φευγότες ἦσαν καὶ αὐτὸς ὁ Σύρμος ἐς ταύτην ξυμπε-
φεύγει ξὺν τοῖς ἀμφ᾿ αὐτόν. τὸ δὲ πολὺ πλῆθος τῶν
Τριβαλλῶν ἔφυγεν ὀπίσω ἐπὶ τὸν ποταμόν, ἔνθενπερ
τῇ προτεραίᾳ ὡρμήθη Ἀλέξανδρος.
Ὡς δὲ ἔμαθεν αὐτῶν τὴν ὁρμήν, καὶ αὐτὸς ὑπο-
στρέψας τὸ ἔμπαλιν ἐπὶ τοὺς Τριβαλλοὺς ἦγεν, καὶ
καταλαμβάνει καταστρατοπεδεύοντας ἤδη. καὶ οἱ μὲν
καταληφθέντες πρὸς τῷ νάπει τῷ παρὰ τὸν ποταμὸν
παρετάσσοντο. Ἀλέξανδρος δὲ καὶ αὐτὸς τὴν μὲν φά-
λαγγα ἐς βάθος ἐκτάξας ἐπῆγε, τοὺς τοξότας δὲ καὶ
τοὺς σφενδονήτας προεκθέοντας ἐκέλευσεν ἐκτοξεύειν
τε καὶ σφενδονᾶν ἐς τοὺς βαρβάρους, εἴ πως προκαλέ-
σαιτο αὐτοὺς ἐς τὰ ψιλὰ ἐκ τοῦ νάπους. οἱ δὲ ὡς
ἐντὸς βέλους ἐγένοντο, παιόμενοι ἐξέθεον ἐπὶ τοὺς
τοξότας, ὅπως ἐς χεῖρας ξυμμίξειαν γυμνοῖς οὖσι τοῖς
τοξόταις. Ἀλέξανδρος δὲ ὡς προήγαγεν αὐτοὺς ἐκ τῆς
νάπης ἔξω, Φιλώταν μὲν ἀναλαβόντα τοὺς ἐκ τῆς ἄνω-
θεν Μακεδονίας ἱππέας προσέταξεν ἐμβάλλειν κατὰ τὸ
κέρας τὸ δεξιόν, ἧπερ μάλιστα προὐκεχωρήκεσαν ἐν τῇ
ἐκδρομῇ. Ἡρακλείδην δὲ καὶ Σώπολιν τοὺς ἐκ Βοτ-
τιαίας τε καὶ Ἀμφιπόλεως ἱππέας κατὰ τὸ εὐώνυμον
κέρας ἐπάγειν ἔταξε. τὴν δὲ φάλαγγα τῶν πεζῶν καὶ
τὴν ἄλλην ἵππον πρὸ τῆς φάλαγγος παρατείνας κατὰ
μέσους ἐπῆγε. καὶ ἔστε μὲν ἀκροβολισμὸς παρ᾿ ἑκα-
τέρων ἦν, οἱ Τριβαλλοὶ οὐ μεῖον εἶχον. ὡς δὲ ἥ τε
φάλαγξ πυκνὴ ἐνέβαλλεν ἐς αὐτοὺς ἐρρωμένως καὶ οἱ
ἱππεῖς οὐκ ἀκοντισμῷ ἔτι, ἀλλ᾿ αὐτοῖς τοῖς ἵπποις
ὠθοῦντες ἄλλῃ καὶ ἄλλῃ προσέπιπτον, τότε δὴ ἐτρά-
πησαν διὰ τοῦ νάπους εἰς τὸν ποταμόν. καὶ ἀποθνή-
σκουσι μὲν τρισχίλιοι ἐν τῇ φυγῇ, ζῶντες δὲ ὀλίγοι καὶ
τούτων ἐλήφθησαν, ὅτι ὕλη τε δασεῖα πρὸ τοῦ ποτα-
μοῦ ἦν καὶ νὺξ ἐπιγενομένη τὴν ἀκρίβειαν τῆς διώ-
ξεως ἀφείλετο τοὺς Μακεδόνας. αὐτῶν δὲ Μακεδόνων
τελευτῆσαι λέγει Πτολεμαῖος ἱππέας μὲν ἕνδεκα, πεζοὺς
δὲ ἀμφὶ τοὺς τεσσαράκοντα.
Ἀπὸ δὲ τῆς μάχης τριταῖος ἀφικνεῖται Ἀλέξανδρος
ἐπὶ τὸν ποταμὸν τὸν Ἴστρον, ποταμῶν τῶν κατὰ τὴν
Εὐρώπην μέγιστον ὄντα καὶ πλείστην γῆν ἐπερχό-
μενον καὶ ἔθνη μαχιμώτατα ἀπείργοντα, τὰ μὲν πολλὰ
Κελτικά, ὅθεν γε καὶ αἱ πηγαὶ αὐτῷ ἀνίσχουσιν, ὧν
τελευταίους Κουάδους καὶ Μαρκομάνους. ἐπὶ δὲ Σαυ-
ροματῶν μοῖραν, Ἰάζυγας. ἐπὶ δὲ Γέτας τοὺς ἀπαθανα-
τίζοντας. ἐπὶ δὲ Σαυρομάτας τοὺς πολλούς. ἐπὶ δὲ
Σκύθας ἔστε ἐπὶ τὰς ἐκβολάς, ἵνα ἐκδιδοῖ κατὰ πέντε
στόματα ἐς τὸν Εὔξεινον πόντον. ἐνταῦθα καταλαμ-
βάνει αὐτῷ ἡκούσας ναῦς μακρὰς ἐκ Βυζαντίου διὰ
τοῦ πόντου τοῦ Εὐξείνου κατὰ τὸν ποταμόν. ταύτας
ἐμπλήσας τοξοτῶν τε καὶ ὁπλιτῶν τῇ νήσῳ ἐπέπλει,
ἵνα οἱ Τριβαλλοί τε καὶ οἱ Θρᾷκες ξυμπεφευγότες
ἦσαν, καὶ ἐπειρᾶτο βιάζεσθαι τὴν ἀπόβασιν. οἱ δὲ
βάρβαροι ἀπήντων ἐπὶ τὸν ποταμὸν, ὅπῃ αἱ νῆες προσ-
πίπτοιεν. αἱ δὲ ὀλίγαι τε ἦσαν καὶ ἡ στρατιὰ οὐ
πολλὴ <ἡ> ἐπ᾿ αὐτῶν, καὶ τῆς νήσου τὰ πολλὰ ἀπό-
τομα ἐς προσβολήν, καὶ τὸ ῥεῦμα τοῦ ποταμοῦ τὸ
παρ᾿ αὐτήν, οἷα δὴ ἐς στενὸν συγκεκλεισμένον, ὀξὺ
καὶ ἄπορον προσφέρεσθαι.
Ἔνθα δὴ Ἀλέξανδρος ἀπαγαγὼν τὰς ναῦς ἔγνω
διαβαίνειν τὸν Ἴστρον ἐπὶ τοὺς Γέτας τοὺς πέραν
τοῦ Ἴστρου ᾠκισμένους, ὅτι τε συνειλεγμένους ἑώρα
πολλοὺς ἐπὶ τῇ ὄχθῃ τοῦ Ἴστρου, ὡς εἴρξοντας, εἰ
διαβαίνοι, _ἦσαν γὰρ ἱππεῖς μὲν ἐς τετρακισχιλίους,
πεζοὶ δὲ πλείους τῶν μυρίων_καὶ ἅμα πόθος ἔλαβεν
αὐτὸν ἐπέκεινα τοῦ Ἴστρου ἐλθεῖν. τῶν μὲν δὴ νεῶν
ἐπέβη αὐτός. τὰς δὲ διφθέρας, ὑφ᾿ αἷς ἐσκήνουν, τῆς
κάρφης πληρώσας καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς
χώρας ξυναγαγών_ἦν δὲ καὶ τούτων εὐπορία πολλή,
ὅτι τούτοις χρῶνται οἱ πρόσοικοι τῷ Ἴστρῳ ἐφ᾿ ἁλιείᾳ
τε τῇ ἐκ τοῦ Ἴστρου καὶ εἴποτε παρ᾿ ἀλλήλους ἀνὰ τὸν
ποταμὸν στέλλοιντο καὶ λῃστεύοντες ἀπ᾿ αὐτῶν οἱ πολ-
λοί_ταῦτα ὡς πλεῖστα ξυναγαγὼν διεβίβαζεν ἐπ᾿ αὐτῶν
τῆς στρατιᾶς ὅσους δυνατὸν ἦν ἐν τῷ τοιῷδε τρόπῳ. καὶ
γίγνονται οἱ διαβάντες ἅμα Ἀλεξάνδρῳ ἱππεῖς μὲν ἐς
χιλίους καὶ πεντακοσίους, πεζοὶ δὲ ἐς τετρακισχιλίους.
Διέβαλον δὲ τῆς νυκτὸς ἧ λήιον ἦν σίτου βαθύ.
καὶ ταύτῃ μᾶλλόν τι ἔλαθον προσχόντες τῇ ὄχθῃ.
ὑπὸ δὲ τὴν ἕω Ἀλέξανδρος διὰ τοῦ ληίου ἦγε, παραγ-
γείλας τοῖς πεζοῖς πλαγίαις ταῖς σαρίσσαις ἐπικλίνον-
τας τὸν σῖτον οὕτω προάγειν ἐς τὰ οὐκ ἐργάσιμα. οἱ
δὲ ἱππεῖς ἔστε μὲν διὰ τοῦ ληίου προῄει ἡ φάλαγξ
ἐφείποντο. ὡς δὲ ἐκ τῶν ἐργασίμων ἐξήλασαν, τὴν
μὲν ἵππον ἐπὶ τὸ δεξιὸν κέρας αὐτὸς Ἀλέξανδρος παρ-
ήγαγεν, τὴν φάλαγγα δὲ ἐν πλαισίῳ Νικάνορα ἄγειν
ἐκέλευσε. καὶ οἱ Γέται οὐδὲ τὴν πρώτην ἐμβολὴν τῶν
ἱππέων ἐδέξαντο. παράδοξος μὲν γὰρ αὐτοῖς ἡ τόλμα
ἐφάνη τοῦ Ἀλεξάνδρου, ὅτι εὐμαρῶς οὕτως τὸν μέγι-
στον τῶν ποταμῶν διεβεβήκει ἐν μιᾷ νυκτὶ τὸν Ἴστρον
οὐ γεφυρώσας τὸν πόρον, φοβερὰ δὲ καὶ τῆς φάλαγγος
ἡ ξύγκλεισις, βιαία δὲ ἡ τῶν ἱππέων ἐμβολή. καὶ τὰ
μὲν πρῶτα ἐς τὴν πόλιν καταφεύγουσιν, ἣ δὴ ἀπεῖχεν
αὐτοῖς ὅσον παρασάγγην τοῦ Ἴστρου. ὡς δὲ ἐπάγοντα
εἶδον σπουδῇ Ἀλέξανδρον τὴν μὲν φάλαγγα παρὰ τὸν
ποταμόν, ὡς μὴ κυκλωθεῖέν πῃ οἱ πεζοὶ ἐνεδρευσάντων
τῶν Γετῶν, τοὺς ἱππέας δὲ κατὰ μέτωπον, λείπουσιν
αὖ καὶ τὴν πόλιν οἱ Γέται κακῶς τετειχισμένην, ἀνα-
λαβόντες τῶν παιδαρίων καὶ τῶν γυναικῶν ἐπὶ τοὺς
ἵππους ὅσα φέρειν οἱ ἵπποι ἠδύναντο. ἦν δὲ αὐτοῖς
ἡ ὁρμὴ ὡς πορρωτάτω ἀπὸ τοῦ ποταμοῦ ἐς τὰ ἔρημα.
Ἀλέξανδρος δὲ τήν τε πόλιν λαμβάνει καὶ τὴν λείαν
πᾶσαν ὅσην οἱ Γέται ὑπελίποντο. καὶ τὴν μὲν λείαν
Μελεάγρῳ καὶ Φιλίππῳ ἐπαναγαγεῖν δίδωσιν, αὐτὸς
δὲ κατασκάψας τὴν πόλιν θύει τε ἐπὶ τῇ ὄχθῃ τοῦ
Ἴστρου Διὶ Σωτῆρι καὶ Ἡρακλεῖ καὶ αὐτῷ τῷ Ἴστρῳ, ὅτι
οὐκ ἄπορος αὐτῷ ἐγένετο, καὶ ἐπανάγει αὐτῆς ἡμέρας
σώους σύμπαντας ἐπὶ τὸ στρατόπεδον.
Ἐνταῦθα ἀφίκοντο πρέσβεις ὡς Ἀλέξανδρον παρά
τε τῶν ἄλλων ὅσα αὐτόνομα ἔθνη προσοικεῖ τῷ Ἴστρῳ
καὶ παρὰ Σύρμου τοῦ Τριβαλλῶν βασιλέως. καὶ παρὰ
Κελτῶν δὲ τῶν ἐπὶ τῷ Ἰονίῳ κόλπῳ ᾠκισμένων ἧκον.
μεγάλοι οἱ Κελτοὶ τὰ σώματα καὶ μέγα ἐπὶ σφίσι φρο-
νοῦντες. πάντες δὲ φιλίας τῆς Ἀλεξάνδρου ἐφιέμενοι
ἥκειν ἔφασαν. καὶ πᾶσιν ἔδωκε πίστεις Ἀλέξανδρος
καὶ ἔλαβε. τοὺς Κελτοὺς δὲ καὶ ἤρετο, ὅ τι μάλιστα
δεδίττεται αὐτοὺς τῶν ἀνθρωπίνων, ἐλπίσας ὅτι μέγα
ὄνομα τὸ αὐτοῦ καὶ ἐς Κελτοὺς καὶ ἔτι προσωτέρω
ἥκει καὶ ὅτι αὐτὸν μάλιστα πάντων δεδιέναι φήσουσι.
τῷ δὲ παρ᾿ ἐλπίδα ξυνέβη τῶν Κελτῶν ἡ ἀπόκρισις.
οἷα γὰρ πόρρω τε ᾠκισμένοι Ἀλεξάνδρου καὶ χωρία
δύσπορα οἰκοῦντες καὶ Ἀλεξάνδρου ἐς ἄλλα τὴν ὁρμὴν
ὁρῶντες ἔφασαν δεδιέναι μήποτε ὁ οὐρανὸς αὐτοῖς ἐμ-
πέσοι, Ἀλέξανδρόν τε ἀγασθέντες οὔτε δέει οὔτε κατ᾿
ὠφέλειαν πρεσβεῦσαι παρ᾿ αὐτόν. καὶ τούτους φίλους
τε ὀνομάσας καὶ ξυμμάχους ποιησάμενος ὀπίσω ἀπ-
έπεμψε, τοσοῦτον ὑπειπὼν ὅτι ἀλαζόνες Κελτοί εἰσιν.
Αὐτὸς δὲ ἐπ᾿ Ἀγριάνων καὶ Παιόνων προὐχώρει.
ἔνθα δὴ ἄγγελοι ἀφίκοντο αὐτῷ Κλεῖτόν τε τὸν Βαρ-
δύλεω ἀφεστάναι ἀγγέλλοντες καὶ Γλαυκίαν προσκεχω-
ρηκέναι αὐτῷ τὸν Ταυλαντίων βασιλέα. οἱ δὲ καὶ τοὺς
Αὐταριάτας ἐπιθήσεσθαι αὐτῷ κατὰ τὴν πορείαν ἐξήγ-
γελλον. ὧν δὴ ἕνεκα κατὰ σπουδὴν ἐδόκει ἀναζευγνύ-
ναι. Λάγγαρος δὲ ὁ τῶν Ἀγριάνων βασιλεὺς ἤδη μὲν
καὶ Φιλίππου ζῶντος ἀσπαζόμενος Ἀλέξανδρον δῆλος
ἦν καὶ ἰδίᾳ ἐπρέσβευσε παρ᾿ αὐτόν, τότε δὲ παρῆν
αὐτῷ μετὰ τῶν ὑπασπιστῶν, ὅσους τε καλλίστους καὶ
εὐοπλοτάτους ἀμφ᾿ αὑτὸν εἶχε. καὶ ἐπειδὴ ἔμαθεν ὑπὲρ
τῶν Αὐταριατῶν πυνθανόμενον Ἀλέξανδρον, οἵτινές τε
καὶ ὁπόσοι εἶεν, οὐκ ἔφη χρῆναι ἐν λόγῳ τίθεσθαι
Αὐταριάτας. εἶναι γὰρ ἀπολεμωτάτους τῶν ταύτῃ. καὶ
αὐτὸς ἐμβαλεῖν ἐς τὴν χώραν αὐτῶν, ὡς ἀμφὶ τὰ σφέ-
τερα μᾶλλόν τι ἔχοιεν. καὶ κελεύσαντος Ἀλεξάνδρου
ἐσβάλλει ἐς αὐτούς. καὶ ἐμβαλὼν ἦγε καὶ ἔφερε τὴν
χώραν αὐτῶν.
Αὐταριᾶται μὲν δὴ ἀμφὶ τὰ αὑτῶν εἶχον. Λάγγαρος
δὲ τά τε ἄλλα ἐτιμήθη μεγάλως πρὸς Ἀλεξάνδρου καὶ
δῶρα ἔλαβεν, ὅσα μέγιστα παρὰ βασιλεῖ τῷ Μακεδόνων
νομίζεται. καὶ τὴν ἀδελφὴν τὴν Ἀλεξάνδρου Κύναν
καὶ ταύτην ὡμολόγησε δώσειν αὐτῷ ἐς Πέλλαν ἀφικο-
μένῳ Ἀλέξανδρος.
Ἀλλὰ Λάγγαρος μὲν ἐπανελθὼν οἴκαδε νόσῳ ἐτε-
λεύτησεν. Ἀλέξανδρος δὲ παρὰ τὸν Ἐριγόνα ποταμὸν
πορευόμενος ἐς Πέλλιον πόλιν ἐστέλλετο. ταύτην γὰρ
κατειλήφει ὁ Κλεῖτος ὡς ὀχυρωτάτην τῆς χώρας. καὶ
πρὸς ταύτην ὡς ἧκεν Ἀλέξανδρος, καταστρατοπεδεύσας
πρὸς τῷ Ἐορδαϊκῷ ποταμῷ τῇ ὑστεραίᾳ ἐγνώκει προσ-
βάλλειν τῷ τείχει. οἱ δὲ ἀμφὶ τὸν Κλεῖτον τὰ κύκλῳ
τῆς πόλεως ὄρη ὑπερδέξιά τε ὄντα καὶ δασέα κατεῖχον,
ὡς πάντοθεν ἐπιτίθεσθαι τοῖς Μακεδόσιν, εἰ τῇ πόλει
προσβάλλοιεν. Γλαυκίας δὲ αὐτῷ ὁ τῶν Ταυλαντίων
βασιλεὺς οὔπω παρῆν. Ἀλέξανδρος μὲν δὴ τῇ πόλει
προσῆγεν. οἱ δὲ πολέμιοι σφαγιασάμενοι παῖδας τρεῖς
καὶ κόρας ἴσας τὸν ἀριθμὸν καὶ κριοὺς μέλανας τρεῖς,
ὥρμηντο μὲν ὡς δεξόμενοι ἐς χεῖρας τοὺς Μακεδόνας.
ὁμοῦ δὲ γενομένων ἐξέλιπον καίτοι καρτερὰ ὄντα τὰ
κατειλημμένα πρὸς σφῶν χωρία, ὥστε καὶ τὰ σφάγια
αὐτῶν κατελήφθη ἔτι κείμενα.
Ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ κατακλείσας αὐτοὺς ἐς
τὴν πόλιν καὶ στρατοπεδευσάμενος πρὸς τῷ τείχει
ἐγνώκει περιτειχισμῷ ἀποκλεῖσαι αὐτούς. τῇ δὲ ὑστε-
ραίᾳ παρῆν μετὰ πολλῆς δυνάμεως Γλαυκίας ὁ τῶν
Ταυλαντίων βασιλεύς. ἔνθα δὴ Ἀλέξανδρος τὴν μὲν
πόλιν ἀπέγνω ἑλεῖν ἂν ξὺν τῇ παρούσῃ δυνάμει, πολ-
λῶν μὲν ἐς αὐτὴν καὶ μαχίμων ξυμπεφευγότων, πολ-
λῶν δὲ ἅμα τῷ Γλαυκίᾳ προσκεισομένων, εἰ αὐτὸς τῷ
τείχει προσμάχοιτο. Φιλώταν δὲ ἀναλαβόντα τῶν ἱπ-
πέων ὅσους ἐς προφυλακὴν καὶ τὰ ὑποζύγια τὰ ἐκ τοῦ
στρατοπέδου ἐς ἐπισιτισμὸν ἔπεμπε. καὶ ὁ Γλαυκίας
μαθὼν τὴν ὁρμὴν τῶν ἀμφὶ Φιλώταν ἐξελαύνει ἐπ᾿
αὐτούς, καὶ καταλαμβάνει τὰ κύκλῳ ὄρη τοῦ πεδίου,
ὅθεν οἱ ξὺν Φιλώτᾳ ἐπισιτιεῖσθαι ἔμελλον. Ἀλέξαν-
δρος δέ, ἐπειδὴ ἀπηγγέλθη αὐτῷ, ὅτι κινδυνεύουσιν
οἵ τε ἱππεῖς καὶ τὰ ὑποζύγια, εἰ νὺξ αὐτοὺς κατα-
λήψεται, αὐτὸς μὲν ἀναλαβὼν τούς τε ὑπασπιστὰς καὶ
τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ ἱππέας ἐς τετρα-
κοσίους ἐβοήθει σπουδῇ. τὸ δὲ ἄλλο στράτευμα πρὸς
τῇ πόλει ἀπέλιπεν, ὡς μὴ ἀποχωρήσαντος παντὸς τοῦ
στρατοῦ καὶ οἱ ἐκ τῆς πόλεως ἐπιδραμόντες τοῖς ἀμφὶ
Γλαυκίαν συμμίξειαν. ἔνθα δὴ Γλαυκίας προσάγοντα
Ἀλέξανδρον αἰσθόμενος ἐκλείπει τὰ ὄρη. οἱ δὲ ξὺν
Φιλώτᾳ ἀσφαλῶς ἐπὶ τὸ στρατόπεδον διεσώθησαν.
ἐδόκουν δ᾿ ἔτι τὸν Ἀλέξανδρον ἐν δυσχωρίᾳ ἀπειλη-
φέναι οἱ ἀμφὶ τὸν Κλεῖτον καὶ Γλαυκίαν. τά τε γὰρ
ὄρη τὰ ὑπερδέξια κατεῖχον πολλοῖς μὲν ἱππεῦσι, πολ-
λοῖς δὲ ἀκοντισταῖς καὶ σφενδονήταις καὶ ὁπλίταις δὲ
οὐκ ὀλίγοις, καὶ οἱ ἐν τῇ πόλει κατειλημμένοι προσκεί-
σεσθαι ἀπαλλαττομένοις ἤμελλον. τά τε χωρία δι᾿ ὧν
ἡ πάροδος ἦν τῷ Ἀλεξάνδρῳ στενὰ καὶ ὑλώδη ἐφαί-
νετο, τῇ μὲν πρὸς τοῦ ποταμοῦ ἀπειργόμενα, τῇ δὲ
ὄρος ὑπερύψηλον ἦν καὶ κρημνοὶ πρὸς τοῦ ὄρους,
ὥστε οὐδὲ ἐπὶ τεσσάρων ἀσπίδων ἂν τῷ στρατεύματι
ἡ πάροδος ἐγένετο.
Ἔνθα δὴ ἐκτάσσει τὸν στρατὸν Ἀλέξανδρος ἕως
ἑκατὸν καὶ εἴκοσι τὸ βάθος τῆς φάλαγγος. ἐπὶ τὸ κέρας
δὲ ἑκατέρωθεν διακοσίους ἱππέας ἐπιτάξας παρήγγελλε
σιγῇ ἔχειν τὸ παραγγελλόμενον ὀξέως δεχομένους. καὶ τὰ
μὲν πρῶτα ἐσήμηνεν ὀρθὰ ἀνατεῖναι τὰ δόρατα τοὺς
ὁπλίτας, ἔπειτα ἀπὸ ξυνθήματος ἀποτεῖναι ἐς προβολήν,
καὶ νῦν μὲν ἐς τὸ δεξιὸν ἐγκλῖναι τῶν δοράτων τὴν σύγ-
κλεισιν, αὖθις δὲ ἐπὶ τὰ ἀριστερά. καὶ αὐτὴν δὲ τὴν
φάλαγγα ἔς τε τὸ πρόσω ὀξέως ἐκίνησε καὶ ἐπὶ τὰ
κέρατα ἄλλοτε ἄλλῃ παρήγαγε. καὶ οὕτω πολλὰς τάξεις
τάξας τε καὶ μετακοσμήσας ἐν ὀλίγῳ χρόνῳ, κατὰ τὸ
εὐώνυμον οἷον ἔμβολον ποιήσας τῆς φάλαγγος ἐπῆγεν
ἐπὶ τοὺς πολεμίους. οἱ δὲ πάλαι μὲν ἐθαύμαζον τήν
τε ὀξύτητα ὁρῶντες καὶ τὸν κόσμον τῶν δρωμένων.
τότε δὲ προσάγοντας ἤδη τοὺς ἀμφὶ Ἀλέξανδρον οὐκ
ἐδέξαντο, ἀλλὰ λείπουσι τοὺς πρώτους λόφους. ὁ δὲ
καὶ ἐπαλαλάξαι ἐκέλευσε τοὺς Μακεδόνας καὶ τοῖς δό-
ρασι δουπῆσαι πρὸς τὰς ἀσπίδας. οἱ δὲ Ταυλάντιοι
ἔτι μᾶλλον ἐκπλαγέντες πρὸς τῆς βοῆς ὡς πρὸς τὴν
πόλιν ἐπανήγαγον σπουδῇ τὸν στρατόν.
Ἀλέξανδρος δὲ λόφον τινὰς κατέχοντας ἰδὼν οὐ
πολλοὺς τῶν πολεμίων, παρ᾿ ὃν αὐτῷ ἡ πάροδος ἐγί-
γνετο, παρήγγειλε τοῖς σωματοφύλαξι καὶ τοῖς ἀμφ᾿
αὑτὸν ἑταίροις, ἀναλαβόντας τὰς ἀσπίδας ἀναβαίνειν
ἐπὶ τοὺς ἵππους καὶ ἐλαύνειν ἐπὶ τὸν γήλοφον. ἐκεῖσε
δὲ ἐλθόντας, εἰ ὑπομένοιεν οἱ κατειληφότες τὸ χωρίον,
τοὺς ἡμίσεας καταπηδῆσαι ἀπὸ τῶν ἵππων καὶ ἀνα-
μιχθέντας τοῖς ἱππεῦσι πεζοὺς μάχεσθαι. οἱ δὲ πολέμιοι
τὴν ὁρμὴν τὴν Ἀλεξάνδρου ἰδόντες λείπουσι τὸν γήλο-
φον καὶ παρεκκλίνουσιν ἐφ᾿ ἑκάτερα τῶν ὀρῶν. ἔνθα
δὴ καταλαβὼν Ἀλέξανδρος τὸν γήλοφον σὺν τοῖς ἑταίροις
τούς τε Ἀγριᾶνας μεταπέμπεται καὶ τοὺς τοξότας, ὄντας
ἐς δισχιλίους. τοὺς δὲ ὑπασπιστὰς διαβαίνειν τὸν πο-
ταμὸν ἐκέλευσε καὶ ἐπὶ τούτοις τὰς τάξεις τῶν Μακε-
δόνων. ὁπότε δὲ διαβάντες τύχοιεν, ἐπ᾿ ἀσπίδα ἐκτάσ-
σεσθαι, ὡς πυκνὴν εὐθὺς διαβάντων φαίνεσθαι τὴν
φάλαγγα. αὐτὸς δὲ ἐν προφυλακῇ ὢν ἀπὸ τοῦ λόφου
ἀφεώρα τῶν πολεμίων τὴν ὁρμήν. οἱ δέ, ὁρῶντες δια-
βαίνουσαν τὴν δύναμιν, κατὰ τὰ ὄρη ἀντεπῄεσαν, ὡς
τοῖς μετὰ Ἀλεξάνδρου ἐπιθησόμενοι τελευταίοις ἀπο-
χωροῦσιν. ὁ δὲ πελαζόντων ἤδη αὐτὸς ἐκθεῖ σὺν τοῖς
ἀμφ᾿ αὑτόν, καὶ ἡ φάλαγξ, ὡς διὰ τοῦ ποταμοῦ ἐπ-
ιοῦσα, ἐπηλάλαξεν. οἱ δὲ πολέμιοι πάντων ἐπὶ σφᾶς
ἐλαυνόντων ἐγκλίναντες ἔφευγον. καὶ ἐν τούτῳ ἐπῆγεν
Ἀλέξανδρος τούς τε Ἀγριᾶνας καὶ τοὺς τοξότας δρόμῳ
ὡς ἐπὶ τὸν ποταμόν. καὶ πρῶτος μὲν αὐτὸς φθάσας
διαβαίνει. τοῖς τελευταίοις δὲ ὡς εἶδεν ἐπικειμένους
τοὺς πολεμίους ἐπιστήσας ἐπὶ τῇ ὄχθῃ τὰς μηχανὰς
ἐξακοντίζειν ὡς πορρωτάτω ἀπ᾿ αὐτῶν ἐκέλευσεν ὅσα
ἀπὸ μηχανῶν βέλη ἐξακοντίζεται, καὶ τοὺς τοξότας δὲ
ἐκ μέσου τοῦ ποταμοῦ ἐκτοξεύειν, ἐπεσβάντας καὶ τού-
τους. καὶ οἱ μὲν ἀμφὶ τὸν Γλαυκίαν εἴσω βέλους
παρελθεῖν οὐκ ἐτόλμων, οἱ Μακεδόνες δὲ ἐν τούτῳ
ἀσφαλῶς ἐπέρασαν τὸν ποταμόν, ὥστε οὐδεὶς ἀπέθανεν
ἐν τῇ ἀποχωρήσει αὐτῶν.
Τρίτῃ δὲ ἀπ᾿ ἐκείνης ἡμέρᾳ καταμαθὼν Ἀλέξαν-
δρος κακῶς αὐλιζομένους τοὺς ἀμφὶ Κλεῖτον καὶ Γλαυ-
κίαν, καὶ οὔτε φυλακὰς ἐν τῇ τάξει αὐτοῖς φυλαττο-
μένας οὔτε χάρακα ἢ τάφρον προβεβλημένους, οἷα δὴ
ξὺν φόβῳ ἀπηλλάχθαι οἰομένων Ἀλέξανδρον, ἐς μῆκος
τε οὐκ ὠφέλιμον ἀποτετα[γ]μένην αὐτοῖς τὴν τάξιν,
ὑπὸ νύκτα ἔτι λαθὼν διαβαίνει τὸν ποταμόν, τούς τε
ὑπασπιστὰς ἅμα οἱ ἄγων καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς
τοξότας καὶ τὴν Περδίκκου καὶ Κοίνου τάξιν. καὶ
προσετέτακτο μὲν ἀκολουθεῖν τὴν ἄλλην στρατιάν. ὡς
δὲ καιρὸν εἶδεν εἰς ἐπίθεσιν, οὐ προσμείνας ὁμοῦ γε-
νέσθαι πάντας ἐφῆκε τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας.
οἱ δὲ ἀπροσδόκητοί τε ἐπιπεσόντες καὶ φάλαγγι κατὰ
κέρας, ἧπερ ἀσθενεστάτοις αὐτοῖς καρτερωτάτῃ τῇ ἐμ-
βολῇ προσμίξειν ἔμελλον, τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς
κατέκτεινον, τοὺς δὲ φεύγοντας εὐμαρῶς αἱροῦντες,
ὥστε πολλοὶ μὲν αὐτοῦ ἐγκατελήφθησαν καὶ ἀπέθανον,
πολλοὶ δὲ ἐν τῇ ἀποχωρήσει ἀτάκτῳ καὶ φοβερᾷ γενο-
μένῃ. οὐκ ὀλίγοι δὲ καὶ ζῶντες ἐλήφθησαν. ἐγένετο
δὲ ἡ δίωξις τοῖς ἀμφὶ Ἀλέξανδρον μέχρι πρὸς τὰ ὄρη
τῶν Ταυλαντίων. ὅσοι δὲ καὶ ἀπέφυγον αὐτῶν, γυμνοὶ
τῶν ὅπλων διεσώθησαν. Κλεῖτος δὲ ἐς τὴν πόλιν τὸ
πρῶτον καταφυγὼν ἐμπρήσας τὴν πόλιν ἀπηλλάγη παρὰ
Γλαυκίαν ἐς Ταυλαντίους.
Ἐν τούτῳ δὲ τῶν φυγάδων τινὲς τῶν ἐκ Θηβῶν
φευγόντων παρελθόντες νύκτωρ ἐς τὰς Θήβας, ἐπ-
αγ<αγ>ομένων τινῶν αὐτοὺς ἐπὶ νεωτερισμῷ ἐκ τῆς πό-
λεως, Ἀμύνταν μὲν καὶ Τιμόλαον τῶν τὴν Καδμείαν
ἐχόντων οὐδὲν ὑποτοπήσαντας πολέμιον ἔξω τῆς Καδ-
μείας ἀπέκτειναν ξυλλαβόντες. ἐς δὲ τὴν ἐκκλησίαν
παρελθόντες ἐπῆραν τοὺς Θηβαίους ἀποστῆναι ἀπὸ
Ἀλεξάνδρου, ἐλευθερίαν τε προϊσχόμενοι, παλαιὰ καὶ
καλὰ ὀνόματα, καὶ τῆς βαρύτητος τῶν Μακεδόνων ἤδη
ποτὲ ἀπαλλαγῆναι. πιθανώτεροι δὲ ἐς τὸ πλῆθος ἐφαί-
νοντο τεθνηκέναι Ἀλέξανδρον ἰσχυριζόμενοι ἐν Ἰλλυ-
ριοῖς. καὶ γὰρ καὶ πολὺς ὁ λόγος οὗτος καὶ παρὰ
πολλῶν ἐφοίτα, ὅτι τε χρόνον ἀπῆν οὐκ ὀλίγον καὶ
ὅτι οὐδεμία ἀγγελία παρ᾿ αὐτοῦ ἀφῖκτο, ὥστε, ὅπερ
φιλεῖ ἐν τοῖς τοιοῖσδε, οὐ γιγνώσκοντες τὰ ὄντα τὰ
μάλιστα καθ᾿ ἡδονήν σφισιν εἴκαζον.
Πυθομένῳ δὲ Ἀλεξάνδρῳ τὰ τῶν Θηβαίων οὐδα-
μῶς ἐδόκει ἀμελητέα εἶναι, τήν τε τῶν Ἀθηναίων πόλιν
δι᾿ ὑποψίας ἐκ πολλοῦ ἔχοντι καὶ τῶν Θηβαίων τὸ
τόλμημα οὐ φαῦλον ποιουμένῳ, εἰ Λακεδαιμόνιοί τε
πάλαι ἤδη ταῖς γνώμαις ἀφεστηκότες καί τινες καὶ
ἄλλοι τῶν ἐν Πελοποννήσῳ καὶ Αἰτωλοὶ οὐ βέβαιοι
ὄντες συνεπιλήψονται τοῦ νεωτερισμοῦ τοῖς Θηβαίοις.
ἄγων δὴ παρὰ τὴν Ἐορδαίαν τε καὶ τὴν Ἐλιμιῶτιν
καὶ παρὰ τὰ τῆς Στυμφαίας καὶ Παρ<α>υαίας ἄκρα
ἑβδομαῖος ἀφικνεῖται ἐς Πέλινναν τῆς Θετταλίας.
ἔνθεν δὲ ὁρμηθεὶς ἕκτῃ ἡμέρᾳ ἐσβάλλει ἐς τὴν Βοιω-
τίαν, ὥστε οὐ πρόσθεν οἱ Θηβαῖοι ἔμαθον εἴσω Πυ-
λῶν παρεληλυθότα αὐτὸν πρὶν ἐν Ὀγχηστῷ γενέσθαι
ξὺν τῇ στρατιᾷ πάσῃ. καὶ τότε δὲ οἱ πράξαντες
τὴν ἀπόστασιν στράτευμα ἐκ Μακεδονίας Ἀντιπάτρου
ἀφῖχθαι ἔφασκον, αὐτὸν δὲ Ἀλέξανδρον τεθνάναι
ἰσχυρίζοντο, καὶ τοῖς ἀπαγγέλλουσιν ὅτι οὗτος αὐτὸς
προσάγει Ἀλέξανδρος χαλεπῶς εἶχον. ἄλλον γάρ τινα
ἥκειν Ἀλέξανδρον τὸν Ἀερόπου.
Ὁ δὲ Ἀλέξανδρος ἐξ Ὀγχηστοῦ ἄρας τῇ ὑστεραίᾳ
προσῆγε πρὸς τὴν πόλιν τῶν Θηβαίων κατὰ τὸ τοῦ
Ἰολάου τέμενος. οὗ δὴ καὶ ἐστρατοπέδευσεν, ἐνδιδοὺς
ἔτι τοῖς Θηβαίοις τριβήν, εἰ μεταγνόντες ἐπὶ τοῖς κα-
κῶς ἐγνωσμένοις πρεσβεύσαιντο παρ᾿ αὐτόν. οἱ δὲ
τοσούτου ἐδέησαν ἐνδόσιμόν τι παρασχεῖν ἐς ξύμβασιν,
ὥστε ἐκθέοντες ἐκ τῆς πόλεως οἵ τε ἱππεῖς καὶ τῶν
ψιλῶν οὐκ ὀλίγοι ἔστε ἐπὶ τὸ στρατόπεδον ἠκροβολί-
ζοντο ἐς τὰς προφυλακάς, καί τινας καὶ ἀπέκτειναν οὐ
πολλοὺς τῶν Μακεδόνων. καὶ Ἀλέξανδρος ἐκπέμπει
τῶν ψιλῶν καὶ τοξοτῶν, ὥστε αὐτῶν ἀναστεῖλαι τὴν
ἐκδρομήν. καὶ οὗτοι οὐ χαλεπῶς ἀνέστειλαν ἤδη τῷ
στρατοπέδῳ αὐτῷ προσφερομένους. τῇ δὲ ὑστεραίᾳ
ἀναλαβὼν τὴν στρατιὰν πᾶσαν καὶ περιελθὼν κατὰ
τὰς πύλας τὰς φερούσας ἐπ᾿ Ἐλευθεράς τε καὶ τὴν
Ἀττικήν, οὐδὲ τότε προσέμιξε τοῖς τείχεσιν αὐτοῖς, ἀλλ᾿
ἐστρατοπέδευσεν οὐ πολὺ ἀπέχων τῆς Καδμείας, ὥστε
ἐγγὺς εἶναι ὠφέλειαν τῶν Μακεδόνων τοῖς τὴν Καδ-
μείαν ἔχουσιν. οἱ γὰρ Θηβαῖοι τὴν Καδμείαν διπλῷ
χάρακι ἐφρούρουν ἀποτειχίσαντες, ὡς μήτε ἔξωθέν τινα
τοῖς ἐγκατειλημμένοις δύνασθαι ἐπωφελεῖν, μήτε αὐτοὺς
ἐκθέοντας βλάπτειν τι σφᾶς, ὁπότε τοῖς ἔξω πολεμίοις
προσφέροιντο. Ἀλέξανδρος δέ_ἔτι γὰρ τοῖς Θηβαίοις
διὰ φιλίας ἐλθεῖν μᾶλλόν τι ἢ διὰ κινδύνου ἤθελε_
διέτριβε πρὸς τῇ Καδμείᾳ κατεστρατοπεδευκώς. ἔνθα
δὴ τῶν Θηβαίων οἱ μὲν τὰ βέλτιστα ἐς τὸ κοινὸν
γιγνώσκοντες ἐξελθεῖν ὥρμηντο παρ᾿ Ἀλέξανδρον καὶ
εὑρέσθαι συγγνώμην τῷ πλήθει τῶν Θηβαίων τῆς
ἀποστάσεως. οἱ φυγάδες δὲ καὶ ὅσοι τοὺς φυγάδας
ἐπικεκλημένοι ἦσαν, οὐδενὸς φιλανθρώπου τυχεῖν ἂν
παρ᾿ Ἀλεξάνδρου ἀξιοῦντες, ἄλλως τε καὶ βοιωταρχοῦν-
τες ἔστιν οἳ αὐτῶν, παντάπασιν ἐνῆγον τὸ πλῆθος ἐς
τὸν πόλεμον. Ἀλέξανδρος δὲ οὐδ᾿ ὣς τῇ πόλει προσ-
έβαλλεν.
Ἀλλὰ λέγει Πτολεμαῖος ὁ Λάγου, ὅτι Περδίκκας,
προτεταγμένος τῆς φυλακῆς τοῦ στρατοπέδου σὺν τῇ
αὑτοῦ τάξει καὶ τοῦ χάρακος τῶν πολεμίων οὐ πολὺ
ἀφεστηκώς, οὐ προσμείνας παρ᾿ Ἀλεξάνδρου τὸ ἐς τὴν
μάχην ξύνθημα αὐτὸς πρῶτος προσέμιξε τῷ χάρακι
καὶ διασπάσας αὐτὸν ἐνέβαλεν ἐς τῶν Θηβαίων τὴν
προφυλακήν. τούτῳ δὲ ἑπόμενος Ἀμύντας ὁ Ἀνδρο-
μένους, ὅτι καὶ ξυντεταγμένος τῷ Περδίκκᾳ ἦν, ἐπ-
ήγαγε καὶ αὐτὸς τὴν αὑτοῦ τάξιν, ὡς εἶδε τὸν Περ-
δίκκαν προεληλυθότα εἴσω τοῦ χάρακος. ταῦτα δὲ
ἰδὼν Ἀλέξανδρος, ὡς μὴ μόνοι ἀποληφθέντες πρὸς τῶν
Θηβαίων κινδυνεύσειαν, ἐπῆγε τὴν ἄλλην στρατιάν.
καὶ τοὺς μὲν τοξότας καὶ τοὺς Ἀγριᾶνας ἐκδραμεῖν
ἐσήμηνεν εἴσω τοῦ χάρακος, τὸ δὲ ἄγημά τε καὶ τοὺς
ὑπασπιστὰς ἔτι ἔξω κατεῖχεν. ἔνθα δὴ Περδίκκας [μὲν]
τοῦ δευτέρου χάρακος εἴσω παρελθεῖν βιαζόμενος αὐτὸς
μὲν βληθεὶς πίπτει αὐτοῦ καὶ ἀποκομίζεται κακῶς
ἔχων ἐπὶ τὸ στρατόπεδον, καὶ χαλεπῶς διεσώθη ἀπὸ
τοῦ τραύματος. τοὺς μέντοι Θηβαίους ἐς τὴν κοίλην
ὁδὸν τὴν κατὰ τὸ Ἡράκλειον φέρουσαν οἱ ἅμα αὐτῷ
εἰσπεσόντες ὁμοῦ τοῖς παρ᾿ Ἀλεξάνδρου τοξόταις συν-
έκλεισαν. καὶ ἔστε μὲν πρὸς τὸ Ἡράκλειον ἀναχωροῦ-
σιν εἵποντο τοῖς Θηβαίοις, ἐντεῦθεν δὲ ἐπιστρεψάν-
των αὖθις σὺν βοῇ τῶν Θηβαίων φυγὴ τῶν Μακεδόνων
γίγνεται. καὶ Εὐρυβώτας τε ὁ Κρὴς πίπτει ὁ τοξάρχης
καὶ αὐτῶν τῶν τοξοτῶν ἐς ἑβδομήκοντα. οἱ δὲ λοιποὶ
κατέφυγον πρὸς τὸ ἄγημα τὸ τῶν Μακεδόνων καὶ
τοὺς ὑπασπιστὰς τοὺς βασιλικούς. κἀν τούτῳ Ἀλέξαν-
δρος τοὺς μὲν αὑτοῦ φεύγοντας κατιδών, τοὺς Θη-
βαίους δὲ λελυκότας ἐν τῇ διώξει τὴν τάξιν, ἐμβάλλει
ἐς αὐτοὺς συντεταγμένῃ τῇ φάλαγγι. οἱ δὲ ὠθοῦσι
τοὺς Θηβαίους εἴσω τῶν πυλῶν. καὶ τοῖς Θηβαίοις ἐς
τοσόνδε ἡ φυγὴ φοβερὰ ἐγίγνετο, ὥστε διὰ τῶν πυ-
λῶν ὠθούμενοι ἐς τὴν πόλιν οὐκ ἔφθησαν συγκλεῖσαι
τὰς πύλας. ἀλλὰ συνεσπίπτουσι γὰρ αὐτοῖς εἴσω τοῦ
τείχους ὅσοι τῶν Μακεδόνων ἐγγὺς φευγόντων εἴχοντο,
ἅτε καὶ τῶν τειχῶν διὰ τὰς προφυλακὰς τὰς πολλὰς
ἐρήμων ὄντων. καὶ παρελθόντες ἐς τὴν Καδμείαν οἱ
μὲν ἐκεῖθεν κατὰ τὸ Ἀμφεῖον σὺν τοῖς κατέχουσι τὴν
Καδμείαν ἐξέβαινον ἐς τὴν ἄλλην πόλιν, οἱ δὲ κατὰ
τὰ τείχη, ἐχόμενα ἤδη πρὸς τῶν συνεισπεσόντων τοῖς
φεύγουσιν, ὑπερβάντες ἐς τὴν ἀγορὰν δρόμῳ ἐφέροντο.
καὶ ὀλίγον μέν τινα χρόνον ἔμειναν οἱ τεταγμένοι
τῶν Θηβαίων κατὰ τὸ Ἀμφεῖον. ὡς δὲ πανταχόθεν
αὐτοῖς οἱ Μακεδόνες καὶ Ἀλέξανδρος ἄλλοτε ἄλλῃ ἐπι-
φαινόμενος προσέκειντο, οἱ μὲν ἱππεῖς τῶν Θηβαίων
διεκπεσόντες διὰ τῆς πόλεως ἐς τὸ πεδίον ἐξέπιπτον,
οἱ δὲ πεζοὶ ὡς ἑκάστοις προὐχώρει ἐσώζοντο. ἔνθα
δὴ ὀργῇ οὐχ οὕτως τι οἱ Μακεδόνες, ἀλλὰ Φωκεῖς τε
καὶ Πλαταιεῖς καὶ οἱ ἄλλοι δὲ Βοιωτοὶ οὐδὲ ἀμυνομέ-
νους τοὺς Θηβαίους ἔτι οὐδενὶ κόσμῳ ἔκτεινον, τοὺς
μὲν ἐν ταῖς οἰκίαις ἐπεισπίπτοντες, οὓς δὲ ἐς ἀλκὴν
τετραμμένους, τοὺς δὲ καὶ πρὸς ἱεροῖς ἱκετεύοντας,
οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι.
Καὶ πάθος τοῦτο Ἑλληνικὸν μεγέθει τε τῆς ἁλού-
σης πόλεως καὶ ὀξύτητι τοῦ ἔργου, οὐχ ἥκιστα δὲ τῷ
παραλόγῳ ἔς τε τοὺς παθόντας καὶ τοὺς δράσαντας,
οὐ μεῖόν τι τοὺς ἄλλους Ἕλληνας ἢ καὶ αὐτοὺς τοὺς
μετασχόντας τοῦ ἔργου ἐξέπληξε. τὰ μὲν γὰρ περὶ
Σικελίαν Ἀθηναίοις ξυνενεχθέντα, εἰ καὶ πλήθει τῶν
ἀπολομένων οὐ μείονα τὴν ξυμφορὰν τῇ πόλει ἤνεγκεν,
ἀλλὰ τῷ τε πόρρω ἀπὸ τῆς οἰκείας διαφθαρῆναι αὐτοῖς
τὸν στρατόν, καὶ τὸν πολὺν ξυμμαχικὸν μᾶλλον ἢ
οἰκεῖον ὄντα, καὶ τῷ τὴν πόλιν αὐτοῖς περιλειφθῆναι,
ὡς καὶ ἐς ὕστερον ἐπὶ πολὺ τῷ πολέμῳ ἀντισχεῖν Λα-
κεδαιμονίοις τε καὶ τοῖς ξυμμάχοις καὶ μεγάλῳ βασι-
λεῖ πολεμοῦντας, οὔτε αὐτοῖς τοῖς παθοῦσιν ἴσην τὴν
αἴσθησιν τῆς ξυμφορᾶς προσέθηκεν, οὔτε τοῖς ἄλλοις
Ἕλλησιν τὴν ἐπὶ τῷ πάθει ἔκπληξιν ὁμοίαν παρέσχε.
καὶ τὸ ἐν Αἰγὸς ποταμοῖς αὖθις Ἀθηναίων πταῖσμα
ναυτικόν τε ἦν καὶ ἡ πόλις οὐδὲν ἄλλο ὅτι μὴ τῶν
μακρῶν τειχῶν καθαιρέσει καὶ νεῶν τῶν πολλῶν
παραδόσει καὶ στερήσει τῆς ἀρχῆς ἐς ταπεινότητα ἀφ-
ικομένη τό τε σχῆμα τὸ πάτριον ὅμως ἐφύλαξε καὶ τὴν
δύναμιν οὐ διὰ μακροῦ τὴν πάλαι ἀνέλαβεν, ὡς τά τε
μακρὰ τείχη ἐκτειχίσαι καὶ τῆς θαλάσσης αὖθις ἐπι-
κρατῆσαι καὶ τοὺς τότε φοβερούς σφισι Λακεδαιμο-
νίους καὶ παρ᾿ ὀλίγον ἐλθόντας ἀφανίσαι τὴν πόλιν
αὐτοὺς ἐν τῷ μέρει ἐκ τῶν ἐσχάτων κινδύνων διασώ-
σασθαι. Λακεδαιμονίων τε αὖ τὸ κατὰ Λεῦκτρα καὶ
Μαντίνειαν πταῖσμα τῷ παραλόγῳ μᾶλλόν τι τῆς
ξυμφορᾶς ἢ τῷ πλήθει τῶν [τε] ἀπολομένων τοὺς
Λακεδαιμονίους ἐξέπληξεν. ἥ τε ξὺν Ἐπαμεινώνδᾳ
Βοιωτῶν καὶ Ἀρκάδων γενομένη προσβολὴ πρὸς τὴν
Σπάρτην καὶ αὐτὴ τῷ ἀήθει τῆς ὄψεως μᾶλλον ἢ τῇ
ἀκριβείᾳ τοῦ κινδύνου αὐτούς τε τοὺς Λακεδαιμονίους
καὶ τοὺς ξυμμετασχόντας αὐτοῖς τῶν τότε πραγμάτων
ἐφόβησεν. ἡ δὲ δὴ Πλαταιῶν ἅλωσις τῆς πόλεως τῇ
σμικρότητι .... τῶν ἐγκαταληφθέντων, ὅτι οἱ πολλοὶ
αὐτῶν διαπεφεύγεσαν πάλαι ἐς τὰς Ἀθήνας, οὐ μέγα
πάθημα ἐγένετο. καὶ ἡ Μήλου καὶ Σκιώνης ἅλωσις,
νησιωτικά τε πολίσματα ἦν καὶ τοῖς δράσασιν αἰσχύ-
νην μᾶλλόν τι προσέβαλεν ἢ ἐς τὸ ξύμπαν Ἑλληνικὸν
μέγαν τὸν παράλογον παρέσχε.
Θηβαίοις δὲ τὰ τῆς ἀποστάσεως ὀξέα καὶ ξὺν
οὐδενὶ λογισμῷ γενόμενα, καὶ ἡ ἅλωσις δι᾿ ὀλίγου τε
καὶ οὐ ξὺν πόνῳ τῶν ἑλόντων ξυνενεχθεῖσα, καὶ ὁ
φόνος <ὁ> πολύς, οἷα δὴ ἐξ ὁμοφύλων τε καὶ παλαιὰς
ἀπεχθείας ἐπεξιόντων, καὶ ὁ τῆς πόλεως παντελὴς ἀν-
δραποδισμός, δυνάμει τε καὶ δόξῃ ἐς τὰ πολέμια τῶν
τότε προεχούσης ἐν τοῖς Ἕλλησιν, οὐκ ἔξω τοῦ εἰκότος
ἐς μῆνιν τὴν ἀπὸ τοῦ θείου ἀνηνέχθη, ὡς τῆς τε ἐν
τῷ Μηδικῷ πολέμῳ προδοσίας τῶν Ἑλλήνων διὰ μα-
κροῦ ταύτην δίκην ἐκτίσαντας Θηβαίους, καὶ τῆς Πλα-
ταιῶν ἔν τε ταῖς σπονδαῖς καταλήψεως καὶ τοῦ παν-
τελοῦς ἀνδραποδισμοῦ τῆς πόλεως, καὶ τῆς τῶν παρα-
δόντων σφᾶς Λακεδαιμονίοις οὐχ Ἑλληνικῆς γενομένης
διὰ Θηβαίους σφαγῆς, καὶ τοῦ χωρίου τῆς ἐρημώσεως,
ἐν ὅτῳ οἱ Ἕλληνες παραταξάμενοι Μήδοις ἀπώσαντο
τῆς Ἑλλάδος τὸν κίνδυνον, καὶ ὅτι Ἀθηναίους αὐτοὶ
τῇ ψήφῳ ἀπώλλυον, ὅτε ὑπὲρ ἀνδραποδισμοῦ τῆς πό-
λεως γνώμη προὐτέθη ἐν τοῖς Λακεδαιμονίων ξυμμά-
χοις. ἐπεὶ καὶ πρὸ τῆς ξυμφορᾶς πολλὰ ἀπὸ τοῦ
θείου ἐπισημῆναι ἐλέγετο, ἃ δὴ ἐν μὲν τῷ παραυτίκα
ἠμελήθη, ὕστερον δὲ ἡ μνήμη αὐτὰ ἐς λογισμὸν τοῦ
ἐκ πάλαι ἐπὶ τοῖς ξυνενεχθεῖσιν προσημανθῆναι ἀν-
ήνεγκεν.
Τοῖς δὲ μετασχοῦσι τοῦ ἔργου ξυμμάχοις, οἷς δὴ
καὶ ἐπέτρεψεν Ἀλέξανδρος τὰ κατὰ τὰς Θήβας διαθεῖ-
ναι, τὴν μὲν Καδμείαν φρουρᾷ κατέχειν ἔδοξε, τὴν
πόλιν δὲ κατασκάψαι ἐς ἔδαφος καὶ τὴν χώραν κατα-
νεῖμαι τοῖς ξυμμάχοις, ὅση μὴ ἱερὰ αὐτῆς. παῖδας δὲ
καὶ γυναῖκας καὶ ὅσοι ὑπελείποντο Θηβαίων, πλὴν τῶν
ἱερέων τε καὶ ἱερειῶν καὶ ὅσοι ξένοι Φιλίππου ἢ Ἀλεξ-
άνδρου ἢ ὅσοι πρόξενοι Μακεδόνων ἐγένοντο, ἀνδρα-
ποδίσαι. καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν
καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι διεφύ-
λαξεν Ἀλέξανδρος αἰδοῖ τῇ Πινδάρου. ἐπὶ τούτοις
Ὀρχόμενόν τε καὶ Πλαταιὰς ἀναστῆσαί τε καὶ τειχίσαι
οἱ ξύμμαχοι ἔγνωσαν.
Ἐς δὲ τοὺς ἄλλους Ἕλληνας ὡς ἐξηγγέλθη τῶν
Θηβαίων τὸ πάθος, Ἀρκάδες μὲν, ὅσοι βοηθήσοντες
Θηβαίοις ἀπὸ τῆς οἰκείας ὡρμήθησαν, θάνατον κατεψη-
φίσαντο τῶν ἐπαράντων σφᾶς ἐς τὴν βοήθειαν. Ἠλεῖοι
δὲ τοὺς φυγάδας σφῶν κατεδέξαντο, ὅτι ἐπιτήδειοι
Ἀλεξάνδρῳ ἦσαν. Αἰτωλοὶ δὲ πρεσβείας σφῶν κατὰ
ἔθνη πέμψαντες ξυγγνώμης τυχεῖν ἐδέοντο, ὅτι καὶ
αὐτοί τι πρὸς τὰ παρὰ τῶν Θηβαίων ἀπαγγελθέντα
ἐνεωτέρισαν. Ἀθηναῖοι δέ, μυστηρίων τῶν μεγάλων
ἀγομένων ὡς ἧκόν τινες τῶν Θηβαίων ἐξ αὐτοῦ τοῦ
ἔργου, τὰ μὲν μυστήρια ἐκπλαγέντες ἐξέλιπον, ἐκ δὲ
τῶν ἀγρῶν ἐσκευαγώγουν ἐς τὴν πόλιν. ὁ δῆμος δὲ
ἐς ἐκκλησίαν συνελθὼν Δημάδου γράψαντος δέκα
πρέσβεις ἐκ πάντων Ἀθηναίων ἐπιλεξάμενος πέμπει
παρὰ Ἀλέξανδρον, οὕστινας ἐπιτηδειοτάτους Ἀλεξάν-
δρῳ ἐγίγνωσκον, ὅτι τε σῶος ἐξ Ἰλλυριῶν καὶ Τρι-
βαλλῶν ἐπανῆλθε χαίρειν τὸν δῆμον τῶν Ἀθηναίων
οὐκ ἐν καιρῷ ἀπαγγελοῦντας καὶ ὅτι Θηβαίους τοῦ
νεωτερισμοῦ ἐτιμωρήσατο. ὁ δὲ τὰ μὲν ἄλλα φιλαν-
θρώπως πρὸς τὴν πρεσβείαν ἀπεκρίνατο, ἐπιστολὴν δὲ
γράψας πρὸς τὸν δῆμον ἐξῄτει τοὺς ἀμφὶ Δημοσθένην
καὶ Λυκοῦργον. καὶ Ὑπερείδην δὲ ἐξῄτει καὶ Πο-
λύευκτον καὶ Χάρητα καὶ Χαρίδημον καὶ Ἐφιάλτην
καὶ Διότιμον καὶ Μοιροκλέα. τούτους γὰρ αἰτίους
εἶναι τῆς τε ἐν Χαιρωνείᾳ ξυμφορᾶς τῇ πόλει γενο-
μένης καὶ τῶν ὕστερον ἐπὶ τῇ Φιλίππου τελευτῇ
πλημμεληθέντων ἔς τε αὑτὸν καὶ ἐς Φίλιππον. καὶ
Θηβαίοις δὲ τῆς [τε] ἀποστάσεως ἀπέφαινεν αἰτίους
οὐ μεῖον ἢ τοὺς αὐτῶν Θηβαίων νεωτερίσαντας. Ἀθη-
ναῖοι δὲ τοὺς μὲν ἄνδρας οὐκ ἐξέδοσαν, πρεσβεύονται
δὲ αὖθις παρὰ Ἀλέξανδρον, ἀφεῖναι δεόμενοι τὴν ὀργὴν
τοῖς ἐξαιτηθεῖσι. καὶ Ἀλέξανδρος ἀφῆκε, τυχὸν μὲν
αἰδοῖ τῆς πόλεως, τυχὸν δὲ σπουδῇ τοῦ ἐς τὴν Ἀσίαν
στόλου, οὐκ ἐθέλων οὐδὲν ὕποπτον ἐν τοῖς Ἕλλησιν
ὑπολείπεσθαι. Χαρίδημον μέντοι μόνον τῶν ἐξαιτη-
θέντων τε καὶ οὐ δοθέντων φεύγειν ἐκέλευσε. καὶ
φεύγει Χαρίδημος ἐς τὴν Ἀσίαν παρὰ βασιλέα Δαρεῖον.
Ταῦτα δὲ διαπραξάμενος ἐπανῆλθεν εἰς Μακεδο-
νίαν. καὶ τῷ τε Διὶ τῷ Ὀλυμπίῳ τὴν θυσίαν τὴν ἀπ᾿
Ἀρχελάου ἔτι καθεστῶσαν ἔθυσε καὶ τὸν ἀγῶνα ἐν
Αἰγαῖς διέθηκε τὰ Ὀλύμπια. οἱ δὲ καὶ ταῖς Μούσαις
λέγουσιν ὅτι ἀγῶνα ἐποίησε. καὶ ἐν τούτῳ ἀγγέλλεται
τὸ Ὀρφέως τοῦ Οἰάγρου τοῦ Θρᾳκὸς ἄγαλμα τὸ ἐν
Πιερίδι ἱδρῶσαι ξυνεχῶς. καὶ ἄλλοι ἄλλα ἐπεθείαζον
τῶν μάντεων, Ἀρίστανδρος δέ, ἀνὴρ Τελμισσεύς, μάν-
τις, θαρρεῖν ἐκέλευσεν Ἀλέξανδρον. δηλοῦσθαι γὰρ,
ὅτι ποιηταῖς ἐπῶν τε καὶ μελῶν καὶ ὅσοι ἀμφὶ ᾠδὴν
ἔχουσι πολὺς πόνος ἔσται ποιεῖν τε καὶ ἄδειν Ἀλέξαν-
δρον καὶ τὰ Ἀλεξάνδρου ἔργα.
Ἅμα δὲ τῷ ἦρι ἀρχομένῳ ἐξελαύνει ἐφ᾿ Ἑλλησπόν-
του, τὰ μὲν κατὰ Μακεδονίαν τε καὶ τοὺς Ἕλληνας
Ἀντιπάτρῳ ἐπιτρέψας, αὐτὸς δὲ ἄγων πεζοὺς μὲν σὺν
ψιλοῖς τε καὶ τοξόταις οὐ πολλῷ πλείους τῶν τρισμυ-
ρίων, ἱππέας δὲ ὑπὲρ τοὺς πεντακισχιλίους. ἦν δὲ
αὐτῷ ὁ στόλος παρὰ τὴν λίμνην τὴν Κερκινῖτιν ὡς
ἐπ᾿ Ἀμφίπολιν καὶ τοῦ Στρυμόνος ποταμοῦ τὰς ἐκβολάς.
διαβὰς δὲ τὸν Στρυμόνα παρήμειβε τὸ Πάγγαιον ὄρος
τὴν ὡς ἐπ᾿ Ἄβδηρα καὶ Μαρώνειαν, πόλεις Ἑλληνίδας
ἐπὶ θαλάσσῃ ᾠκισμένας. ἔνθεν δὲ ἐπὶ τὸν Ἕβρον
ποταμὸν ἀφικόμενος διαβαίνει καὶ τὸν Ἕβρον εὐπετῶς.
ἐκεῖθεν δὲ διὰ τῆς Παιτικῆς ἐπὶ τὸν Μέλανα ποταμὸν
ἔρχεται. διαβὰς δὲ καὶ τὸν Μέλανα ἐς Σηστὸν ἀφ-
ικνεῖται ἐν εἴκοσι ταῖς πάσαις ἡμέραις ἀπὸ τῆς οἴκοθεν
ἐξορμήσεως. ἐλθὼν δὲ ἐς Ἐλαιοῦντα θύει Πρωτεσι-
λάῳ ἐπὶ τῷ τάφῳ τοῦ Πρωτεσιλάου, ὅτι καὶ Πρωτεσί-
λαος πρῶτος ἐδόκει ἐκβῆναι ἐς τὴν Ἀσίαν τῶν Ἑλλή-
νων τῶν ἅμα Ἀγαμέμνονι ἐς Ἴλιον στρατευσάντων.
καὶ ὁ νοῦς τῆς θυσίας ἦν ἐπιτυχεστέραν οἷ γενέσθαι
ἢ Πρωτεσιλάῳ τὴν ἀπόβασιν.
Παρμενίων μὲν δὴ τῶν τε πεζῶν τοὺς πολλοὺς
καὶ τὴν ἵππον διαβιβάσαι ἐτάχθη ἐκ Σηστοῦ ἐς Ἄβυ-
δον. καὶ διέβησαν τριήρεσι μὲν ἑκατὸν καὶ ἑξήκοντα
πλοίοις δὲ ἄλλοις πολλοῖς στρογγύλοις. Ἀλέξανδρον
δὲ ἐξ Ἐλαιοῦντος ἐς τὸν Ἀχαιῶν λιμένα κατᾶραι ὁ
πλείων λόγος κατέχει, καὶ αὐτόν τε κυβερνῶντα τὴν
στρατηγίδα ναῦν διαβάλλειν καὶ, ἐπειδὴ κατὰ μέσον
τὸν πόρον τοῦ Ἑλλησπόντου ἐγένετο, σφάξαντα ταῦρον
τῷ Ποσειδῶνι καὶ Νηρηίσι σπένδειν ἐκ χρυσῆς φιάλης
ἐς τὸν πόντον. λέγουσι δὲ καὶ πρῶτον ἐκ τῆς νεὼς
σὺν τοῖς ὅπλοις ἐκβῆναι αὐτὸν ἐς τὴν γῆν τὴν Ἀσίαν
καὶ βωμοὺς ἱδρύσασθαι ὅθεν τε ἐστάλη ἐκ τῆς Εὐρώ-
πης καὶ ὅπου ἐξέβη τῆς Ἀσίας Διὸς ἀποβατηρίου καὶ
Ἀθηνᾶς καὶ Ἡρακλέους. ἀνελθόντα δὲ ἐς Ἴλιον τῇ τε
Ἀθηνᾷ θῦσαι τῇ Ἰλιάδι, καὶ τὴν πανοπλίαν τὴν αὑτοῦ
ἀναθεῖναι ἐς τὸν νεών, καὶ καθελεῖν ἀντὶ ταύτης τῶν
ἱερῶν τινα ὅπλων ἔτι ἐκ τοῦ Τρωικοῦ ἔργου σωζόμενα.
καὶ ταῦτα λέγουσιν ὅτι οἱ ὑπασπισταὶ ἔφερον πρὸ
αὐτοῦ ἐς τὰς μάχας. θῦσαι δὲ αὐτὸν καὶ Πριάμῳ ἐπὶ
τοῦ βωμοῦ τοῦ Διὸς τοῦ Ἑρκείου λόγος κατέχει, μῆνιν
Πριάμου παραιτούμενον τῷ Νεοπτολέμου γένει, ὃ δὴ
ἐς αὐτὸν καθῆκεν.
Ἀνιόντα δ᾿ αὐτὸν ἐς Ἴλιον Μενοίτιός τε ὁ κυβερ-
νήτης χρυσῷ στεφάνῳ ἐστεφάνωσε καὶ ἐπὶ τούτῳ Χάρης
ὁ Ἀθηναῖος ἐκ Σιγείου ἐλθὼν καί τινες καὶ ἄλλοι, οἱ
μὲν Ἕλληνες, οἱ δὲ ἐπιχώριοι. ..... οἱ δὲ, ὅτι καὶ τὸν
Ἀχιλλέως ἄρα τάφον ἐστεφάνωσεν. Ἡφαιστίωνα δὲ λέ-
γουσιν ὅτι τοῦ Πατρόκλου τὸν τάφον ἐστεφάνωσε.
καὶ εὐδαιμόνισεν ἄρα, ὡς λόγος, Ἀλέξανδρος Ἀχιλλέα,
ὅτι Ὁμήρου κήρυκος ἐς τὴν ἔπειτα μνήμην ἔτυχε.
καὶ μέντοι καὶ ἦν Ἀλεξάνδρῳ οὐχ ἥκιστα τούτου ἕνεκα
εὐδαιμονιστέος Ἀχιλλεύς, ὅτι αὐτῷ γε Ἀλεξάνδρῳ, οὐ
κατὰ τὴν ἄλλην ἐπιτυχίαν, τὸ χωρίον τοῦτο ἐκλιπὲς
ξυνέβη οὐδὲ ἐξηνέχθη ἐς ἀνθρώπους τὰ Ἀλεξάνδρου
ἔργα ἐπαξίως, οὔτ᾿ οὖν καταλογάδην, οὔτε τις ἐν μέτρῳ
ἐποίησεν. ἀλλ᾿ οὐδὲ ἐν μέλει ἤσθη Ἀλέξανδρος, ἐν ὅτῳ
Ἱέρων τε καὶ Γέλων καὶ Θήρων καὶ πολλοὶ ἄλλοι
οὐδέν τι Ἀλεξάνδρῳ ἐπεοικότες, ὥστε πολὺ μεῖον
γιγνώσκεται τὰ Ἀλεξάνδρου ἢ τὰ φαυλότατα τῶν πάλαι
ἔργων. ὁπότε καὶ ἡ τῶν μυρίων ξὺν Κύρῳ ἄνοδος ἐπὶ
βασιλέα Ἀρτοξέρξην καὶ τὰ Κλεάρχου τε καὶ τῶν ἅμα
αὐτῷ ἁλόντων παθήματα καὶ ἡ κατάβασις αὐτῶν ἐκεί-
νων, ἣν Ξενοφῶν αὐτοὺς κατήγαγε, πολύ τι ἐπιφανέ-
στερα ἐς ἀνθρώπους Ξενοφῶντος ἕνεκά ἐστιν ἢ Ἀλέξ-
ανδρός τε καὶ τὰ Ἀλεξάνδρου ἔργα. καίτοι Ἀλέξανδρος
οὔτε ξὺν ἄλλῳ ἐστράτευσεν, οὔτε φεύγων μέγαν βασι-
λέα τοὺς τῇ καθόδῳ τῇ ἐπὶ θάλασσαν ἐμποδὼν γιγνο-
μένους ἐκράτησεν. ἀλλ᾿ οὐκ ἔστιν ὅστις ἄλλος εἷς ἀνὴρ
τοσαῦτα ἢ τηλικαῦτα ἔργα κατὰ πλῆθος ἢ μέγεθος ἐν
Ἕλλησιν ἢ βαρβάροις ἀπεδείξατο. ἔνθεν καὶ αὐτὸς
ὁρμηθῆναί φημι ἐς τήνδε τὴν ξυγγραφήν, οὐκ ἀπ-
αξιώσας ἐμαυτὸν φανερὰ καταστήσειν ἐς ἀνθρώπους τὰ
Ἀλεξάνδρου ἔργα. ὅστις δὲ ὢν ταῦτα ὑπὲρ ἐμαυτοῦ
γιγνώσκω, τὸ μὲν ὄνομα οὐδὲν δέομαι ἀναγράψαι,
οὐδὲ γὰρ οὐδὲ ἄγνωστον ἐς ἀνθρώπους ἐστίν, οὐδὲ
πατρίδα ἥτις μοί ἐστιν οὐδὲ γένος τὸ ἐμόν, οὐδὲ εἰ
δή τινα ἀρχὴν ἐν τῇ ἐμαυτοῦ ἦρξα. ἀλλ᾿ ἐκεῖνο ἀνα-
γράφω, ὅτι ἐμοὶ πατρίς τε καὶ γένος καὶ ἀρχαὶ οἵδε
οἱ λόγοι εἰσί τε καὶ ἀπὸ νέου ἔτι ἐγένοντο. καὶ ἐπὶ
τῷδε οὐκ ἀπαξιῶ ἐμαυτὸν τῶν πρώτων ἐν τῇ φωνῇ
τῇ Ἑλλάδι, εἴπερ οὖν καὶ Ἀλέξανδρον τῶν ἐν τοῖς
ὅπλοις.
Ἐξ Ἰλίου δὲ ἐς Ἀρίσβην ἧκεν, οὗ πᾶσα ἡ δύναμις
αὐτῷ διαβεβηκυῖα τὸν Ἑλλήσποντον ἐστρατοπεδεύκει,
καὶ τῇ ὑστεραίᾳ ἐς Περκώτην. τῇ δὲ ἄλλῃ Λάμψακον
παραμείψας πρὸς τῷ Πρακτίῳ ποταμῷ ἐστρατοπέδευσεν,
ὃς ῥέων ἐκ τῶν ὀρῶν τῶν Ἰδαίων ἐκδιδοῖ ἐς θάλασ-
σαν τὴν μεταξὺ τοῦ Ἑλλησπόντου τε καὶ τοῦ Εὐξείνου
πόντου. ἔνθεν δὲ ἐς Ἕρμωτον ἀφίκετο, Κολωνὰς
πόλιν παραμείψας. σκοποὶ δὲ αὐτῷ ἐπέμποντο πρὸ
τοῦ στρατεύματος. καὶ τούτων ἡγεμὼν ἦν Ἀμύντας ὁ
Ἀρραβαίου, ἔχων τῶν τε ἑταίρων τὴν ἴλην τὴν ἐξ
Ἀπολλωνίας, ἧς ἰλάρχης ἦν Σωκράτης ὁ Σάθωνος, καὶ
τῶν προδρόμων καλουμένων ἴλας τέσσαρας. κατὰ δὲ
τὴν πάροδον Πρίαπον πόλιν ἐνδοθεῖσαν πρὸς τῶν
ἐνοικούντων τοὺς παραληψομένους ἀπέστειλε σὺν Παν-
ηγόρῳ τῷ Λυκαγόρου, ἑνὶ τῶν ἑταίρων.
Περσῶν δὲ στρατηγοὶ ἦσαν Ἀρσάμης καὶ Ῥεομί-
θρης καὶ Πετήνης καὶ Νιφάτης καὶ ξὺν τούτοις Σπι-
θριδάτης ὁ Λυδίας καὶ Ἰωνίας σατράπης καὶ Ἀρσίτης
ὁ τῆς πρὸς Ἑλλησπόντῳ Φρυγίας ὕπαρχος. οὗτοι δὲ
πρὸς Ζελείᾳ πόλει κατεστρατοπεδευκότες ἦσαν ξὺν τῇ
ἵππῳ τε τῇ βαρβαρικῇ καὶ τοῖς Ἕλλησι τοῖς μισθο-
φόροις. βουλευομένοις δὲ αὐτοῖς ὑπὲρ τῶν παρόντων,
ἐπειδὴ Ἀλέξανδρος διαβεβηκὼς ἠγγέλλετο, Μέμνων ὁ
Ῥόδιος παρῄνει μὴ διὰ κινδύνου ἰέναι πρὸς τοὺς Μα-
κεδόνας, τῷ τε πεζῷ πολὺ περιόντας σφῶν καὶ αὐτοῦ
Ἀλεξάνδρου παρόντος, αὐτοῖς δὲ ἀπόντος Δαρείου.
προϊόντας δὲ τόν τε χιλὸν ἀφανίζειν καταπατοῦντας
τῇ ἵππῳ καὶ τὸν ἐν τῇ γῇ καρπὸν ἐμπιπράναι, μηδὲ
τῶν πόλεων αὐτῶν φειδομένους. οὐ γὰρ μενεῖν ἐν
τῇ χώρᾳ Ἀλέξανδρον ἀπορίᾳ τῶν ἐπιτηδείων. Ἀρσίτην
δὲ λέγεται εἰπεῖν ἐν τῷ συλλόγῳ τῶν Περσῶν, ὅτι οὐκ
ἂν περιίδοι μίαν οἰκίαν ἐμπρησθεῖσαν τῶν ὑπὸ οἷ
τεταγμένων ἀνθρώπων. καὶ τοὺς Πέρσας Ἀρσίτῃ προσ-
θέσθαι, ὅτι καὶ ὕποπτόν τι αὐτοῖς ἦν ἐς τὸν Μέμνονα
τριβὰς ἐμποιεῖν ἑκόντα τῷ πολέμῳ τῆς ἐκ βασιλέως
τιμῆς οὕνεκα.
Ἐν τούτῳ δὲ Ἀλέξανδρος προὐχώρει ἐπὶ τὸν Γρά-
νικον ποταμὸν συντεταγμένῳ τῷ στρατῷ, διπλῆν μὲν
τὴν φάλαγγα τῶν ὁπλιτῶν τάξας, τοὺς δὲ ἱππέας κατὰ
τὰ κέρατα ἄγων, τὰ σκευοφόρα δὲ κατόπιν ἐπιτάξας
ἕπεσθαι. τοὺς δὲ προκατασκεψομένους τὰ τῶν πολε-
μίων ἦγεν αὐτῷ Ἡγέλοχος, ἱππέας μὲν ἔχων τοὺς
σαρισσοφόρους, τῶν δὲ ψιλῶν ἐς πεντακοσίους. καὶ
Ἀλέξανδρός τε οὐ πολὺ ἀπεῖχε τοῦ ποταμοῦ τοῦ Γρα-
νίκου καί οἱ ἀπὸ τῶν σκοπῶν σπουδῇ ἐλαύνοντες
ἀπήγγελλον ἐπὶ τῷ Γρανίκῳ πέραν τοὺς Πέρσας ἐφ-
εστάναι τεταγμένους ὡς ἐς μάχην. ἔνθα δὴ Ἀλέξανδρος
μὲν τὴν στρατιὰν πᾶσαν συνέταττεν ὡς μαχουμένους.
Παρμενίων δὲ προσελθὼν λέγει Ἀλεξάνδρῳ τάδε.
Ἐμοὶ δοκεῖ, βασιλεῦ, ἀγαθὸν εἶναι ἐν τῷ παρόντι
καταστρατοπεδεῦσαι ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ ὡς
ἔχομεν. τοὺς γὰρ πολεμίους οὐ δοκῶ τολμήσειν πολὺ
τῷ πεζῷ λειπομένους πλησίον ἡμῶν αὐλισθῆναι, καὶ
ταύτῃ παρέξειν ἕωθεν εὐπετῶς τῷ στρατῷ διαβαλεῖν
τὸν πόρον. ὑποφθάσομεν γὰρ αὐτοὶ περάσαντες πρὶν
ἐκείνους ἐς τάξιν καθίστασθαι. νῦν δὲ οὐκ ἀκινδύ-
νως μοι δοκοῦμεν ἐπιχειρήσειν τῷ ἔργῳ, ὅτι οὐχ οἷόν
τε ἐν μετώπῳ διὰ τοῦ ποταμοῦ ἄγειν τὸν στρατόν.
πολλὰ μὲν γὰρ αὐτοῦ ὁρᾶται βαθέα, αἱ δὲ ὄχθαι αὗται
ὁρᾷς ὅτι ὑπερύψηλοι καὶ κρημνώδεις εἰσὶν αἳ αὐτῶν.
ἀτάκτως τε οὖν καὶ κατὰ κέρας, ἧπερ ἀσθενέστατον,
ἐκβαίνουσιν ἐπικείσονται ἐς φάλαγγα ξυντεταγμένοι
τῶν πολεμίων οἱ ἱππεῖς. καὶ τὸ πρῶτον σφάλμα ἔς τε
τὰ παρόντα χαλεπὸν καὶ ἐς τὴν ὑπὲρ παντὸς τοῦ πο-
λέμου κρίσιν σφαλερόν.
Ἀλέξανδρος δέ, ταῦτα μέν, ἔφη, ὦ Παρμενίων,
γιγνώσκω. αἰσχύνομαι δέ, εἰ τὸν μὲν Ἑλλήσποντον
διέβην εὐπετῶς, τοῦτο δέ, σμικρὸν ῥεῦμα, _οὕτω
τῷ ὀνόματι τὸν Γράνικον ἐκφαυλίσας, _εἴρξει ἡμᾶς
τὸ μὴ οὐ διαβῆναι ὡς ἔχομεν. καὶ τοῦτο οὔτε πρὸς
Μακεδόνων τῆς δόξης οὔτε πρὸς τῆς ἐμῆς ἐς τοὺς
κινδύνους ὀξύτητος ποιοῦμαι. ἀναθαρρήσειν τε δοκῶ
τοὺς Πέρσας <ὡς> ἀξιομάχους Μακεδόσιν ὄντας, ὅτι
οὐδὲν ἄξιον τοῦ σφῶν δέους ἐν τῷ παραυτίκα ἔπαθον.
Ταῦτα εἰπὼν Παρμενίωνα μὲν ἐπὶ τὸ εὐώνυμον
κέρας πέμπει ἡγησόμενον, αὐτὸς δὲ ἐπὶ τὸ δεξιὸν
παρῆγε. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ Φι-
λώτας ὁ Παρμενίωνος, ἔχων τοὺς ἑταίρους τοὺς ἱππέας
καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας τοὺς ἀκοντιστάς.
Ἀμύντας δὲ ὁ Ἀρραβαίου τούς τε σαρισσοφόρους ἱπ-
πέας ἔχων Φιλώτᾳ ἐπετάχθη καὶ τοὺς Παίονας καὶ
τὴν ἴλην τὴν Σωκράτους. ἐχόμενοι δὲ τούτων ἐτάχθη-
σαν οἱ ὑπασπισταὶ τῶν ἑταίρων, ὧν ἡγεῖτο Νικάνωρ
ὁ Παρμενίωνος. ἐπὶ δὲ τούτοις ἡ Περδίκκου τοῦ Ὀρόν-
του φάλαγξ. ἐπὶ δὲ ἡ Κοίνου τοῦ Πολεμοκράτους.
[ἐπὶ δὲ ἡ Κρατεροῦ τοῦ Ἀλεξάνδρου.] ἐπὶ δὲ ἡ Ἀμύν-
του τοῦ Ἀνδρομένους. ἐπὶ δὲ ὧν Φίλιππος ὁ Ἀμύντου
ἦρχε. τοῦ δὲ εὐωνύμου πρῶτοι μὲν οἱ Θετταλοὶ ἱπ-
πεῖς ἐτάχθησαν, ὧν ἡγεῖτο Κάλας ὁ Ἁρπάλου. ἐπὶ δὲ
τούτοις οἱ ξύμμαχοι ἱππεῖς, ὧν ἦρχε Φίλιππος ὁ Με-
νελάου. ἐπὶ δὲ τούτοις οἱ Θρᾷκες, ὧν ἦρχεν Ἀγάθων.
ἐχόμενοι δὲ τούτων πεζοὶ ἥ τε Κρατεροῦ φάλαγξ καὶ
ἡ Μελεάγρου καὶ ἡ Φιλίππου ἔστε ἐπὶ τὸ μέσον τῆς
ξυμπάσης τάξεως.
Περσῶν δὲ ἱππεῖς μὲν ἦσαν ἐς δισμυρίους, ξένοι
δὲ πεζοὶ μισθοφόροι ὀλίγον ἀποδέοντες δισμυρίων.
ἐτάχθησαν δὲ τὴν μὲν ἵππον παρατείναντες τῷ ποταμῷ
κατὰ τὴν ὄχθην ἐπὶ φάλαγγα μακράν, τοὺς δὲ πεζοὺς
κατόπιν τῶν ἱππέων. καὶ γὰρ ὑπερδέξια ἦν τὰ ὑπὲρ
τὴν ὄχθην χωρία. ἧ δὲ Ἀλέξανδρον αὐτὸν καθεώρων
_δῆλος γὰρ ἦν τῶν τε ὅπλων τῇ λαμπρότητι καὶ
τῶν ἀμφ᾿ αὐτὸν τῇ σὺν ἐκπλήξει θεραπείᾳ_κατὰ τὸ
εὐώνυμον [μὲν] σφῶν ἐπέχοντα, ταύτῃ πυκνὰς ἐπέτα-
ξαν τῇ ὄχθῃ τὰς ἴλας τῶν ἱππέων.
Χρόνον μὲν δὴ ἀμφότερα τὰ στρατεύματα ἐπ᾿ ἄκρου
τοῦ ποταμοῦ ἐφεστῶτες ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν
ἡσυχίαν ἦγον καὶ σιγὴ ἦν πολλὴ ἀφ᾿ ἑκατέρων. οἱ
γὰρ Πέρσαι προσέμενον τοὺς Μακεδόνας, ὁπότε ἐσβή-
σονται ἐς τὸν πόρον, ὡς ἐπικεισόμενοι ἐκβαίνουσιν.
Ἀλέξανδρος δὲ ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ τοῖς
ἀμφ᾿ αὑτὸν ἐγκελευσάμενος ἕπεσθαί τε καὶ ἄνδρας
ἀγαθοὺς γίγνεσθαι, τοὺς μὲν προδρόμους ἱππέας καὶ
μὴν καὶ τοὺς Παίονας προεμβαλεῖν ἐς τὸν ποταμὸν
ἔχοντα Ἀμύνταν τὸν Ἀρραβαίου <ἔταξε> καὶ τῶν πεζῶν
μίαν τάξιν, καὶ πρὸ τούτων τὴν Σωκράτους ἴλην Πτο-
λεμαῖον τὸν Φιλίππου ἄγοντα, ἣ δὴ καὶ ἐτύγχανε τὴν
ἡγεμονίαν τοῦ ἱππικοῦ παντὸς ἔχουσα[ν] ἐκείνῃ τῇ
ἡμέρᾳ. αὐτὸς δὲ ἄγων τὸ δεξιὸν κέρας ὑπὸ σαλπίγγων
τε καὶ τῷ Ἐνυαλίῳ ἀλαλάζοντας ἐμβαίνει ἐς τὸν πόρον,
λοξὴν ἀεὶ παρατείνων τὴν τάξιν, ἧ παρεῖλκε τὸ ῥεῦμα,
ἵνα δὴ μὴ ἐκβαίνοντι αὐτῷ οἱ Πέρσαι κατὰ κέρας
προσπίπτοιεν, ἀλλὰ καὶ αὐτὸς ὡς ἀνυστὸν τῇ φάλαγγι
προσμίξῃ αὐτοῖς.
Οἱ δὲ Πέρσαι, ἧ πρῶτοι οἱ ἀμφὶ Ἀμύνταν καὶ
Σωκράτην προσέσχον τῇ ὄχθῃ, ταύτῃ καὶ αὐτοὶ ἄνω-
θεν ἔβαλλον, οἱ μὲν αὐτῶν ἀπὸ τῆς ὄχθης ἐξ ὑπερ-
δεξίου ἐς τὸν ποταμὸν ἐσακοντίζοντες, οἱ δὲ κατὰ τὰ
χθαμαλώτερα αὐτῆς ἔστε ἐπὶ τὸ ὕδωρ καταβαίνοντες.
καὶ ἦν τῶν τε ἱππέων ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ
τοῦ ποταμοῦ, τῶν δ᾿ εἴργειν τὴν ἔκβασιν, καὶ παλτῶν
ἀπὸ μὲν τῶν Περσῶν πολλὴ ἄφεσις, οἱ Μακεδόνες δὲ
ξὺν τοῖς δόρασιν ἐμάχοντο. ἀλλὰ τῷ τε πλήθει πολὺ
ἐλαττούμενοι <οἱ> Μακεδόνες ἐκακοπάθουν ἐν τῇ
πρώτῃ προσβολῇ, καὶ αὐτοὶ ἐξ οὐ βεβαίου τε καὶ ἅμα
κάτωθεν ἐκ τοῦ ποταμοῦ ἀμυνόμενοι, οἱ δὲ Πέρσαι ἐξ
ὑπερδεξίου τῆς ὄχθης. ἄλλως τε καὶ τὸ κράτιστον τῆς
Περσικῆς ἵππου ταύτῃ ἐπετέτακτο, οἵ τε Μέμνονος
παῖδες καὶ αὐτὸς Μέμνων μετὰ τούτων ἐκινδύνευε.
καὶ οἱ μὲν πρῶτοι τῶν Μακεδόνων ξυμμίξαντες τοῖς
Πέρσαις κατεκόπησαν πρὸς αὐτῶν, ἄνδρες ἀγαθοὶ γε-
νόμενοι, ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπ-
έκλιναν αὐτῶν. Ἀλέξανδρος γὰρ ἤδη πλησίον ἦν, ἅμα
οἷ ἄγων τὸ κέρας τὸ δεξιόν, καὶ ἐμβάλλει ἐς τοὺς
Πέρσας πρῶτος, ἵνα τὸ πᾶν στῖφος τῆς ἵππου καὶ
αὐτοὶ οἱ ἡγεμόνες τῶν Περσῶν τεταγμένοι ἦσαν. καὶ
περὶ αὐτὸν ξυνειστήκει μάχη καρτερά. καὶ ἐν τούτῳ
ἄλλαι ἐπ᾿ ἄλλαις τῶν τάξεων τοῖς Μακεδόσι διέβαινον
οὐ χαλεπῶς ἤδη. καὶ ἦν μὲν ἀπὸ τῶν ἵππων ἡ μάχη,
πεζομαχίᾳ δὲ μᾶλλόν τι ἐῴκει. ξυνεχόμενοι γὰρ ἵπποι
τε ἵπποις καὶ ἄνδρες ἀνδράσιν ἠγωνίζοντο, οἱ μὲν
ἐξῶσαι εἰς ἅπαν ἀπὸ τῆς ὄχθης καὶ ἐς τὸ πεδίον βιά-
σασθαι τοὺς Πέρσας, οἱ Μακεδόνες, οἱ δὲ εἶρξαί τε
αὐτῶν τὴν ἔκβασιν, οἱ Πέρσαι, καὶ ἐς τὸν ποταμὸν
αὖθις ἀπώσασθαι. καὶ ἐκ τούτου ἐπλεονέκτουν ἤδη
οἱ σὺν Ἀλεξάνδρῳ τῇ τε ἄλλῃ ῥώμῃ καὶ ἐμπειρίᾳ καὶ
ὅτι ξυστοῖς κρανείνοις πρὸς παλτὰ ἐμάχοντο.
Ἔνθα δὴ καὶ Ἀλεξάνδρῳ ξυντρίβεται τὸ δόρυ ἐν
τῇ μάχῃ. ὁ δὲ Ἀρέτην ἤτει δόρυ ἕτερον, ἀναβολέα τῶν
βασιλικῶν. τῷ δὲ καὶ αὐτῷ πονουμένῳ συντετριμμένον
τὸ δόρυ ἦν, ὁ δὲ τῷ ἡμίσει κεκλασμένου τοῦ δόρατος
οὐκ ἀφανῶς ἐμάχετο, καὶ τοῦτο δείξας Ἀλεξάνδρῳ
ἄλλον αἰτεῖν ἐκέλευεν. Δημάρατος δέ, ἀνὴρ Κορίνθιος,
τῶν ἀμφ᾿ αὐτὸν ἑταίρων, δίδωσιν αὐτῷ τὸ αὑτοῦ δόρυ.
καὶ ὃς ἀναλαβὼν καὶ ἰδὼν Μιθριδάτην τὸν Δαρείου
γαμβρὸν πολὺ πρὸ τῶν ἄλλων προϊππεύοντα καὶ ἐπ-
άγοντα ἅμα οἷ ὥσπερ ἔμβολον τῶν ἱππέων ἐξελαύνει
καὶ αὐτὸς πρὸ τῶν ἄλλων, καὶ παίσας ἐς τὸ πρόσωπον
τῷ δόρατι καταβάλλει τὸν Μιθριδάτην. ἐν δὲ τούτῳ
Ῥοισάκης μὲν ἐπελαύνει τῷ Ἀλεξάνδρῳ καὶ παίει Ἀλεξ-
άνδρου τὴν κεφαλὴν τῇ κοπίδι. καὶ τοῦ μὲν κράνους
τι ἀπέθραυσε, τὴν πληγὴν δὲ ἔσχε τὸ κράνος. καὶ
καταβάλλει καὶ τοῦτον Ἀλέξανδρος παίσας τῷ ξυστῷ
διὰ τοῦ θώρακος ἐς τὸ στέρνον. Σπιθριδάτης δὲ
ἀνετέτατο μὲν ἤδη ἐπ᾿ Ἀλέξανδρον ὄπισθεν τὴν κο-
πίδα, ὑποφθάσας δὲ αὐτὸν Κλεῖτος ὁ Δρωπίδου παίει
κατὰ τοῦ ὤμου καὶ ἀποκόπτει τὸν ὦμον τοῦ Σπιθρι-
δάτου ξὺν τῇ κοπίδι. καὶ ἐν τούτῳ ἐπεκβαίνοντες ἀεὶ
τῶν ἱππέων ὅσοις προὐχώρει κατὰ τὸν ποταμὸν προσ-
εγίγνοντο τοῖς ἀμφ᾿ Ἀλέξανδρον.
Καὶ οἱ Πέρσαι παιόμενοί τε πανταχόθεν ἤδη ἐς
τὰ πρόσωπα αὐτοί τε καὶ ἵπποι τοῖς ξυστοῖς καὶ πρὸς
τῶν ἱππέων ἐξωθούμενοι, πολλὰ δὲ καὶ πρὸς τῶν
ψιλῶν ἀναμεμιγμένων τοῖς ἱππεῦσι βλαπτόμενοι ἐγκλί-
νουσι ταύτῃ πρῶτον, ἧ Ἀλέξανδρος προεκινδύνευεν.
ὡς δὲ τὸ μέσον ἐνεδεδώκει αὐτοῖς, παρερρήγνυτο δὴ
καὶ τὰ ἐφ᾿ ἑκάτερα τῆς ἵππου, καὶ ἦν δὴ φυγὴ καρτερά.
τῶν μὲν δὴ ἱππέων τῶν Περσῶν ἀπέθανον εἰς χιλίους.
οὐ γὰρ πολλὴ ἡ δίωξις ἐγένετο, ὅτι ἐξετράπη Ἀλέξαν-
δρος ἐπὶ τοὺς ξένους τοὺς μισθοφόρους. ὧν τὸ στῖφος,
ἧ τὸ πρῶτον ἐτάχθη, ἐκπλήξει μᾶλλόν τι τοῦ παραλόγου
ἢ λογισμῷ βεβαίῳ ἔμενεν. καὶ τούτοις τήν τε φάλαγγα
ἐπαγαγὼν καὶ τοὺς ἱππέας πάντῃ προσπεσεῖν κελεύσας
ἐν μέσῳ δι᾿ ὀλίγου κατακόπτει αὐτούς, ὥστε διέφυγε
μὲν οὐδείς, ὅτι μὴ διέλαθέ τις ἐν τοῖς νεκροῖς, ἐζω-
γρήθησαν δὲ ἀμφὶ τοὺς δισχιλίους. ἔπεσον δὲ καὶ
ἡγεμόνες τῶν Περσῶν Νιφάτης τε καὶ Πετήνης καὶ
Σπιθριδάτης ὁ Λυδίας σατράπης καὶ ὁ τῶν Καππα-
δοκῶν ὕπαρχος Μιθροβουζάνης καὶ Μιθριδάτης ὁ
Δαρείου γαμβρὸς καὶ Ἀρβουπάλης ὁ Δαρείου τοῦ
Ἀρτοξέρξου παῖς καὶ Φαρνάκης, ἀδελφὸς οὗτος τῆς
Δαρείου γυναικός, καὶ ὁ τῶν ξένων ἡγεμὼν Ὠμάρης.
Ἀρσίτης δὲ ἐκ μὲν τῆς μάχης φεύγει ἐς Φρυγίαν, ἐκεῖ
δὲ ἀποθνήσκει αὐτὸς πρὸς αὑτοῦ, ὡς λόγος, ὅτι αἴτιος
ἐδόκει Πέρσαις γενέσθαι τοῦ ἐν τῷ τότε πταίσματος.
Μακεδόνων δὲ τῶν μὲν ἑταίρων ἀμφὶ τοὺς εἴκοσι
καὶ πέντε ἐν τῇ πρώτῃ προσβολῇ ἀπέθανον. καὶ τού-
των χαλκαῖ εἰκόνες ἐν Δίῳ ἑστᾶσιν, Ἀλεξάνδρου κε-
λεύσαντος Λύσιππον ποιῆσαι, ὅσπερ καὶ Ἀλέξανδρον
μόνος προκριθεὶς ἐποίει. τῶν δὲ ἄλλων ἱππέων ὑπὲρ
τοὺς ἑξήκοντα, πεζοὶ δὲ ἐς τοὺς τριάκοντα. καὶ τού-
τους τῇ ὑστεραίᾳ ἔθαψεν Ἀλέξανδρος ξὺν τοῖς ὅπλοις
τε καὶ ἄλλῳ κόσμῳ. γονεῦσι δὲ αὐτῶν καὶ παισὶ τῶν
τε κατὰ τὴν χώραν ἀτέλειαν ἔδωκε καὶ ὅσαι ἄλλαι ἢ
τῷ σώματι λειτουργίαι ἢ κατὰ τὰς κτήσεις ἑκάστων
εἰσφοραί. καὶ τῶν τετρωμένων δὲ πολλὴν πρόνοιαν
ἔσχεν, ἐπελθών τε αὐτὸς ἑκάστους καὶ τὰ τραύματα
ἰδὼν καὶ ὅπως τις ἐτρώθη ἐρόμενος καὶ ὅ τι πράττων
εἰπεῖν τε καὶ ἀλαζονεύσασθαί οἱ παρασχών. ὁ δὲ καὶ
τῶν Περσῶν τοὺς ἡγεμόνας ἔθαψεν. ἔθαψε δὲ καὶ
τοὺς μισθοφόρους Ἕλληνας, οἳ ξὺν τοῖς πολεμίοις
στρατεύοντες ἀπέθανον. ὅσους δὲ αὐτῶν αἰχμαλώτους
ἔλαβε, τούτους δὲ δήσας ἐν πέδαις εἰς Μακεδονίαν
ἀπέπεμψεν ἐργάζεσθαι, ὅτι παρὰ τὰ κοινῇ δόξαντα
τοῖς Ἕλλησιν Ἕλληνες ὄντες ἐναντία τῇ Ἑλλάδι ὑπὲρ
τῶν βαρβάρων ἐμάχοντο. ἀποπέμπει δὲ καὶ εἰς Ἀθή-
νας τριακοσίας πανοπλίας Περσικὰς ἀνάθημα εἶναι τῇ
Ἀθηνᾷ ἐν πόλει. καὶ ἐπίγραμμα ἐπιγραφῆναι ἐκέλευσε
τόδε. Ἀλέξανδρος Φιλίππου καὶ οἱ Ἕλληνες
πλὴν Λακεδαιμονίων ἀπὸ τῶν βαρβάρων τῶν
τὴν Ἀσίαν κατοικούντων.
Καταστήσας δὲ Κάλαν σατραπεύειν ἧς Ἀρσίτης
ἦρχε καὶ τοὺς φόρους τοὺς αὐτοὺς ἀποφέρειν τάξας,
οὕσπερ Δαρείῳ ἔφερον, ὅσοι μὲν τῶν βαρβάρων κατ-
ιόντες, ἐκ τῶν ὀρῶν ἐνεχείριζον σφᾶς, τούτους μὲν
ἀπαλλάττεσθαι ἐπὶ τὰ αὑτῶν ἑκάστους ἐκέλευεν, Ζε-
λείτας δὲ ἀφῆκε τῆς αἰτίας, ὅτι πρὸς βίαν ἔγνω
συστρατεῦσαι τοῖς βαρβάροις. Δασκύλιον δὲ παραλη-
ψομένον Παρμενίωνα ἐκπέμπει. καὶ παραληψόμενον
Δασκύλιον Παρμενίων ἐκλιπόντων τῶν φρουρῶν.
Αὐτὸς δὲ ἐπὶ Σάρδεων προὐχώρει. καὶ ἀπέχοντος
αὐτοῦ ὅσον ἑβδομήκοντα σταδίους Σάρδεων ἧκον παρ᾿
αὐτὸν Μιθρήνης τε ὁ φρούραρχος τῆς ἀκροπόλεως τῆς
ἐν Σάρδεσι καὶ Σαρδιανῶν οἱ δυνατώτατοι, ἐνδιδόντες
οἱ μὲν τὴν πόλιν, ὁ δὲ Μιθρήνης τὴν ἄκραν καὶ τὰ
χρήματα. Ἀλέξανδρος δὲ αὐτὸς μὲν κατεστρατοπέδευσεν
ἐπὶ τῷ Ἕρμῳ ποταμῷ. ἀπέχει δὲ ὁ Ἕρμος ἀπὸ Σάρ-
δεων σταδίους ὅσον εἴκοσιν. Ἀμύνταν δὲ τὸν Ἀνδρο-
μένους τὴν ἄκραν παραληψόμενον ἐκπέμπει ἐς Σάρδεις.
καὶ Μιθρήνην μὲν ἐν τιμῇ ἅμα οἷ ἦγεν, Σαρδιανοὺς
δὲ καὶ τοὺς ἄλλους Λυδοὺς τοῖς νόμοις τε τοῖς πάλαι
Λυδῶν χρῆσθαι ἔδωκεν καὶ ἐλευθέρους εἶναι ἀφῆκεν.
ἀνῆλθε δὲ καὶ αὐτὸς εἰς τὴν ἄκραν, ἵνα τὸ φρούριον
ἦν τῶν Περσῶν. καὶ ἔδοξεν αὐτῷ ὀχυρὸν τὸ χωρίον.
ὑπερύψηλόν τε γὰρ ἦν καὶ ἀπότομον πάντῃ καὶ τριπλῷ
τείχει πεφραγμένον. αὐτὸς δὲ ἐπὶ τῇ ἄκρᾳ ναόν τε
οἰκοδομῆσαι Διὸς Ὀλυμπίου ἐπενόει καὶ βωμὸν ἱδρύ-
σασθαι. σκοποῦντι δὲ αὐτῷ τῆς ἄκρας ὅπερ ἐπιτη-
δειότατον χωρίον ὥρᾳ ἔτους ἐξαίφνης χειμὼν ἐπιγίγνε-
ται καὶ βρονταὶ σκληραὶ καὶ ὕδωρ ἐξ οὐρανοῦ πίπτει,
οὗ τὰ τῶν Λυδῶν βασίλεια. Ἀλεξάνδρῳ δὲ ἔδοξεν ἐκ
θεοῦ σημανθῆναι, ἵνα χρὴ οἰκοδομεῖσθαι τῷ Διὶ τὸν
νεών, καὶ οὕτως ἐκέλευσε. κατέλιπε δὲ τῆς μὲν ἄκρας
τῆς Σάρδεων ἐπιμελητὴν Παυσανίαν τῶν ἑταίρων, τῶν
δὲ φόρων τῆς συντάξεώς τε καὶ ἀποφορᾶς Νικίαν,
Ἄσανδρον δὲ τὸν Φιλώτα Λυδίας καὶ τῆς ἄλλης τῆς
Σπιθριδάτου ἀρχῆς, δοὺς αὐτῷ ἱππέας τε καὶ ψιλοὺς
ὅσοι ἱκανοὶ πρὸς τὰ παρόντα ἐδόκουν. Κάλαν δὲ καὶ
Ἀλέξανδρον τὸν Ἀερόπου ἐπὶ τὴν χώραν τὴν Μέμνονος
ἐκπέμπει, ἄγοντας τούς τε Πελοποννησίους καὶ τῶν
ἄλλων ξυμμάχων τοὺς πολλοὺς πλὴν Ἀργείων. οὗτοι
δὲ ἐν Σάρδεσι κατελείφθησαν τὴν ἄκραν φυλάττειν.
Ἐν τούτῳ δὲ, ὡς τὰ ὑπὲρ τῆς ἱππομαχίας ἐξηγγέλθη,
οἵ τε τὴν Ἔφεσον φρουροῦντες μισθοφόροι ὤχοντο
φεύγοντες, δύο τριήρεις τῶν Ἐφεσίων λαβόντες, καὶ
ξὺν αὐτοῖς Ἀμύντας ὁ Ἀντιόχου, ὃς ἔφυγεν ἐκ Μακε-
δονίας Ἀλέξανδρον, παθὼν μὲν οὐδὲν πρὸς Ἀλεξάν-
δρου, δυσνοίᾳ δὲ τῇ πρὸς Ἀλέξανδρον καὶ αὐτὸς
ἀπαξιώσας τι παθεῖν πρὸς αὐτοῦ ἄχαρι.
Τετάρτῃ δὲ ἡμέρᾳ ἐς Ἔφεσον ἀφικόμενος τούς τε
φυγάδας, ὅσοι δι᾿ αὐτὸν ἐξέπεσον τῆς πόλεως, κατήγαγε
καὶ τὴν ὀλιγαρχίαν καταλύσας δημοκρατίαν κατέστησε.
τοὺς δὲ φόρους, ὅσους τοῖς βαρβάροις ἀπέφερον, τῇ
Ἀρτέμιδι ξυντελεῖν ἐκέλευσεν. ὁ δὲ δῆμος ὁ τῶν
Ἐφεσίων, ὡς ἀφῃρέθη αὐτοῖς ὁ ἀπὸ τῶν ὀλίγων φό-
βος, τούς τε Μέμνονα ἐπαγομένους καὶ τοὺς τὸ ἱερὸν
συλήσαντας τῆς Ἀρτέμιδος καὶ τοὺς τὴν εἰκόνα τὴν
Φιλίππου τὴν ἐν τῷ ἱερῷ καταβαλόντας καὶ τὸν τάφον
ἐκ τῆς ἀγορᾶς ἀνορύξαντας τὸν Ἡροπύθου τοῦ ἐλευ-
θερώσαντος τὴν πόλιν ὥρμησαν ἀποκτεῖναι. καὶ Σύρ-
φακα μὲν καὶ τὸν παῖδα αὐτοῦ Πελάγοντα καὶ τοὺς
τῶν ἀδελφῶν τοῦ Σύρφακος παῖδας ἐκ τοῦ ἱεροῦ
ἐξαγαγόντες κατέλευσαν. τοὺς δὲ ἄλλους διεκώλυσεν
Ἀλέξανδρος προσωτέρω ἐπιζητεῖν καὶ τιμωρεῖσθαι,
γνοὺς ὅτι ὁμοῦ τοῖς αἰτίοις καὶ οὐ ξὺν δίκῃ τινάς,
τοὺς μὲν κατ᾿ ἔχθραν, τοὺς δὲ κατὰ ἁρπαγὴν χρημά-
των ἀποκτενεῖ, ξυγχωρηθὲν αὐτῷ, ὁ δῆμος. καὶ εἰ δή
τῳ ἄλλῳ, καὶ τοῖς ἐν Ἐφέσῳ πραχθεῖσιν Ἀλέξανδρος
ἐν τῷ τότε εὐδοκίμει.
Ἐν τούτῳ δὲ ἐκ Μαγνησίας τε καὶ Τράλλεων παρ᾿
αὐτὸν ἧκον ἐνδιδόντες τὰς πόλεις. καὶ ὃς πέμπει Παρ-
μενίωνα, δοὺς αὐτῷ δισχιλίους καὶ πεντακοσίους πεζοὺς
τῶν ξένων καὶ Μακεδόνας παραπλησίους, ἱππέας δὲ
τῶν ἑταίρων ἐς διακοσίους. Ἀλκίμαχον δὲ τὸν Ἀγα-
θοκλέους ἐπὶ τὰς Αἰολίδας τε πόλεις ξὺν δυνάμει οὐκ
ἐλάττονι ἐξέπεμψε καὶ ὅσαι Ἰωνικαὶ ὑπὸ τοῖς βαρ-
βάροις ἔτι ἦσαν. καὶ τὰς μὲν ὀλιγαρχίας πανταχοῦ
καταλύειν ἐκέλευσεν, δημοκρατίας δὲ [τε] ἐγκαθιστάναι
καὶ τοὺς νόμους τοὺς σφῶν ἑκάστοις ἀποδοῦναι, καὶ
τοὺς φόρους ἀνεῖναι, ὅσους τοῖς βαρβάροις ἀπέφερον.
αὐτὸς δὲ ὑπομείνας ἐν Ἐφέσῳ θυσίαν τε ἔθυσε τῇ
Ἀρτέμιδι καὶ πομπὴν ἔπεμψε ξὺν τῇ στρατιᾷ πάσῃ
ὡπλισμένῃ τε καὶ ὡς ἐς μάχην ξυντεταγμένῃ.
Τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τῶν τε πεζῶν τοὺς λοι-
ποὺς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς
Θρᾷκας ἱππέας καὶ τῶν ἑταίρων τήν τε βασιλικὴν ἴλην
καὶ πρὸς ταύτῃ τρεῖς ἄλλας ἐπὶ Μιλήτου ἐστέλλετο.
καὶ τὴν μὲν ἔξω[δον] καλουμένην πόλιν ἐξ ἐφόδου
ἔλαβεν ἐκλιπούσης τῆς φυλακῆς. ἐνταῦθα δὲ κατα-
στρατοπεδεύσας ἔγνω ἀποτειχίζειν τὴν εἴσω πόλιν.
Ἡγησίστρατος γάρ, ὅτῳ ἡ φρουρὰ ἡ Μιλησίων ἐκ
βασιλέως ἐπετέτραπτο, πρόσθεν γράμματα παρ᾿ Ἀλέξ-
ανδρον ἔπεμπεν ἐνδιδοὺς τὴν Μίλητον. τότε δὲ ἀνα-
θαρρήσας ἐπὶ τῷ Περσῶν στρατῷ οὐ μακρὰν ὄντι
διασώζειν τοῖς Πέρσαις ἐπενόει τὴν πόλιν. Νικάνωρ
δὲ τὸ Ἑλληνικὸν ναυτικὸν ἄγων ὑποφθάνει τοὺς
Πέρσας τρισὶν ἡμέραις πρότερος καταπλεύσας ἢ τοὺς
Πέρσας Μιλήτῳ προσχεῖν, καὶ ὁρμίζεται ναυσὶν ἑξή-
κοντα καὶ ἑκατὸν ἐν τῇ νήσῳ τῇ Λάδῃ. κεῖται δὲ αὕτη
ἐπὶ τῇ Μιλήτῳ. αἱ δὲ τῶν Περσῶν νῆες ὑστερήσασαι,
ἐπειδὴ ἔμαθον οἱ ναύαρχοι τῶν ἀμφὶ Νικάνορα τὴν
ἐν τῇ Λάδῃ προκαταγωγήν, πρὸς τῆς Μυκάλῃ τῷ ὄρει
ὡρμίσθησαν. τὴν γὰρ Λάδην τὴν νῆσον προκατειλή-
φει Ἀλέξανδρος, οὐ τῶν νεῶν μόνον τῇ ἐγκαθορμίσει,
ἀλλὰ καὶ τοὺς Θρᾷκας καὶ τῶν ἄλλων ξένων ἐς τετρα-
κισχιλίους διαβιβάσας ἐς αὐτήν. ἦσαν δὲ τῶν βαρ-
βάρων αἱ νῆες ἀμφὶ τὰς τετρακοσίας.
Παρμενίων μὲν δὴ καὶ ὣς παρῄνει Ἀλεξάνδρῳ
ναυμαχεῖν, τά τε ἄλλα κρατήσειν τῷ ναυτικῷ τοὺς
Ἕλληνας ἐπελπίζων καί τι καὶ θεῖον ἀνέπειθεν αὐτόν,
ὅτι ἀετὸς ὤφθη καθήμενος ἐπὶ τοῦ αἰγιαλοῦ κατὰ
πρύμναν τῶν Ἀλεξάνδρου νεῶν. καὶ γὰρ δὴ νική-
σαντας μὲν μεγάλα ὠφεληθήσεσθαι ἐς τὰ ὅλα, νικη-
θεῖσι δὲ οὐ παρὰ μέγα ἔσεσθαι τὸ πταῖσμα. καὶ ὣς
γὰρ θαλασσοκρατεῖν τοὺς Πέρσας. καὶ αὐτὸς δὲ ἔφη
ἐπιβῆναι ἐθέλειν τῶν νεῶν καὶ τοῦ κινδύνου μετέχειν.
Ἀλέξανδρος δὲ τῇ τε γνώμῃ ἁμαρτάνειν ἔφη Παρμε-
νίωνα καὶ τοῦ σημείου τῇ οὐ κατὰ τὸ εἰκὸς ξυμβλήσει.
ὀλίγαις τε γὰρ ναυσὶ πρὸς πολλῷ πλείους ξὺν οὐδενὶ
λογισμῷ ναυμαχήσειν καὶ οὐ μεμελετηκότι τῷ σφῶν
ναυτικῷ <πρὸς> προησκημένον τὸ τῶν Κυπρίων τε καὶ
Φοινίκων. τήν τε ἐμπειρίαν τῶν Μακεδόνων καὶ τὴν
τόλμαν ἐν ἀβεβαίῳ χωρίῳ οὐκ ἐθέλειν παραδοῦναι τοῖς
βαρβάροις. καὶ ἡττηθεῖσι τῇ ναυμαχίᾳ οὐ μικρὰν τὴν
βλάβην ἔσεσθαι ἐς τοῦ πολέμου τὴν πρώτην δόξαν, τά
τε ἄλλα καὶ τοὺς Ἕλληνας νεωτεριεῖν πρὸς τοῦ ναυ-
τικοῦ πταίσματος τὴν ἐξαγγελίαν ἐπαρθέντας. ταῦτα
μὲν τῷ λογισμῷ ξυντιθεὶς οὐκ ἐν καιρῷ ἀπέφαινε ναυ-
μαχεῖν. τὸ θεῖον δὲ αὐτὸς ἄλλῃ ἐξηγεῖσθαι. εἶναι μὲν
γὰρ πρὸς αὑτοῦ τὸν ἀετόν, ἀλλ᾿ ὅτι ἐπὶ γῇ καθήμενος
ἐφαίνετο, δοκεῖν οἱ μᾶλλόν τι σημαίνειν, ὅτι ἐκ γῆς
κρατήσει τοῦ Περσῶν ναυτικοῦ.
Καὶ ἐν τούτῳ Γλαύκιππος, ἀνὴρ τῶν δοκίμων ἐν
Μιλήτῳ, ἐκπεμφθεὶς παρὰ Ἀλέξανδρον παρὰ τοῦ δήμου
τε καὶ τῶν ξένων τῶν μισθοφόρων, οἷς μᾶλλόν τι
ἐπετέτραπτο ἡ πόλις, τά τε τείχη ἔφη ἐθέλειν τοὺς
Μιλησίους καὶ τοὺς λιμένας παρέχειν κοινοὺς Ἀλεξάν-
δρῳ καὶ Πέρσαις καὶ τὴν πολιορκίαν ἐπὶ τούτοις
λύειν ἠξίου. Ἀλέξανδρος δὲ Γλαυκίππῳ μὲν προστάσ-
σει ἀπαλλάττεσθαι κατὰ τάχος ἐς τὴν πόλιν καὶ Μι-
λησίοις ἀπαγγέλλειν παρασκευάζεσθαι ὡς μαχουμένους
ἕωθεν. αὐτὸς δ᾿ ἐπιστήσας τῷ τείχει μηχανάς, καὶ τὰ
μὲν καταβαλὼν δι᾿ ὀλίγου τῶν τειχῶν, τὰ δὲ κατασεί-
σας ἐπὶ πολὺ προσῆγε τὴν στρατιὰν ὡς ἐπιβησομένους
ἧ κατερήριπτο ἢ ἐσεσάλευτο τὸ τεῖχος, ἐφομαρτούντων
καὶ μόνον οὐ θεωμένων τῶν Περσῶν ἀπὸ τῆς Μυκά-
λης πολιορκουμένους τοὺς φίλους σφῶν καὶ ξυμμάχους.
Ἐν τούτῳ δὲ καὶ οἱ ἀμφὶ Νικάνορα ἀπὸ τῆς Λά-
δης τὴν ὁρμὴν τῶν ξὺν Ἀλεξάνδρῳ κατιδόντες ἐς τὸν
λιμένα ἐπέπλεον τῶν Μιλησίων παρὰ γῆν τὴν εἰρεσίαν
ποιούμενοι, καὶ κατὰ τὸ στόμα τοῦ λιμένος, ἧπερ τὸ
στενότατον ἦν, ἀντιπρώρους βύζην τὰς τριήρεις ὁρμί-
σαντες ἀποκεκλείκεσαν τῷ μὲν Περσικῷ ναυτικῷ τὸν
λιμένα, τοῖς Μιλησίοις δὲ τὴν ἐκ τῶν Περσῶν ὠφέ-
λειαν. ἔνθα οἱ Μιλήσιοί τε καὶ οἱ μισθοφόροι παν-
ταχόθεν ἤδη προσκειμένων σφίσι τῶν Μακεδόνων οἱ
μὲν αὐτῶν ῥιπτοῦντες σφᾶς ἐν τῇ θαλάσσῃ ἐπὶ τῶν
ἀσπίδων ὑπτίων ἐς νησῖδά τινα ἀνώνυμον τῇ πόλει
ἐπικειμένην διενήχοντο, οἱ δὲ ἐς κελήτια ἐμβαίνοντες
καὶ ἐπειγόμενοι ὑποφθάσαι τὰς τριήρεις τῶν Μακεδό-
νων ἐγκατελήφθησαν ἐν τῷ στόματι τοῦ λιμένος πρὸς
τῶν τριήρων. οἱ δὲ πολλοὶ ἐν αὐτῇ τῇ πόλει ἀπώλοντο.
Ἀλέξανδρος δὲ ἐχομένης ἤδη τῆς πόλεως ἐπὶ τοὺς
ἐς τὴν νῆσον καταπεφευγότας ἐπέπλει αὐτός, κλίμακας
φέρειν ἐπὶ τὰς πρώρας τῶν τριήρων κελεύσας, ὡς
κατὰ τὰ ἀπότομα τῆς νήσου, καθάπερ πρὸς τεῖχος, ἐκ
τῶν νεῶν τὴν ἀπόβασιν ποιησόμενος. ὡς δὲ διακιν-
δυνεύειν ἐθέλοντας τοὺς ἐν τῇ νήσῳ ἑώρα, οἶκτος
λαμβάνει αὐτὸν τῶν ἀνδρῶν, ὅτι γενναῖοί τε καὶ
πιστοὶ αὐτῷ ἐφαίνοντο, καὶ σπένδεται πρὸς αὐτοὺς
ἐπὶ τῷδε ὡς αὑτῷ ξυστρατεύειν. ἦσαν δὲ οὗτοι μισθο-
φόροι Ἕλληνες ἐς τριακοσίους. αὐτοὺς δὲ Μιλησίους,
ὅσοι μὴ ἐν τῇ καταλήψει τῆς πόλεως ἔπεσον, ἀφῆκεν
καὶ ἐλευθέρους εἶναι ἔδωκεν.
Οἱ δὲ βάρβαροι ἀπὸ τῆς Μυκάλης ὁρμώμενοι τὰς
μὲν ἡμέρας ἐπέπλεον τῷ Ἑλληνικῷ ναυτικῷ, προκαλέ-
σεσθαι ἐς ναυμαχίαν ἐλπίζοντες. τὰς δὲ νύκτας πρὸς
τῇ Μυκάλῃ οὐκ ἐν καλῷ ὡρμίζοντο, ὅτι ὑδρεύεσθαι
ἀπὸ τοῦ Μαιάνδρου ποταμοῦ τῶν ἐκβολῶν διὰ μακροῦ
ἠναγκάζοντο. Ἀλέξανδρος δὲ ταῖς μὲν ναυσὶ τὸν λι-
μένα ἐφύλαττε τῶν Μιλησίων, ὡς μὴ βιάσαιντο οἱ
βάρβαροι τὸν ἔσπλουν, ἐκπέμπει δ᾿ ἐς τὴν Μυκάλην
Φιλώταν, ἄγοντα τούς τε ἱππέας καὶ τῶν πεζῶν τάξεις
τρεῖς, παραγγείλας εἴργειν τῆς ἀποβάσεως τοὺς ἀπὸ
τῶν νεῶν. οἱ δέ, ὕδατός τε σπάνει καὶ τῶν ἄλλων
ἐπιτηδείων οὐδὲν ἄλλο ὅτι μὴ πολιορκούμενοι ἐν ταῖς
ναυσίν, ἐς Σάμον ἀπέπλευσαν. ἐκεῖθεν δὲ ἐπισιτισά-
μενοι αὖθις ἐπέπλεον τῇ Μιλήτῳ. καὶ τὰς μὲν πολλὰς
τῶν νεῶν πρὸ τοῦ λιμένος ἐν μετεώρῳ παρέταξαν, εἴ
πῃ ἐκκαλέσαιντο ἐς τὸ πέλαγος τοὺς Μακεδόνας, πέντε
δὲ αὐτῶν εἰσέπλευσαν ἐς τὸν μεταξὺ τῆς τε Λάδης
νήσου καὶ τοῦ στρατοπέδου λιμένα, ἐλπίσαντες κενὰς
καταλήψεσθαι τὰς Ἀλεξάνδρου ναῦς, ὅτι τοὺς ναύτας
ἀποσκεδάννυσθαι τὸ πολὺ ἀπὸ τῶν νεῶν τοὺς μὲν ἐπὶ
φρυγανισμῷ, τοὺς δὲ ἐπὶ ξυγκομιδῇ τῶν ἐπιτηδείων,
τοὺς δὲ καὶ ἐς προνομὰς ταττομένους, πεπυσμένοι ἦσαν.
ἀλλὰ μέρος μέν τι ἀπῆν τῶν ναυτῶν, ἐκ δὲ τῶν παρόν-
των ξυμπληρώσας Ἀλέξανδρος δέκα ναῦς, ὡς προσ-
πλεούσας τὰς πέντε τῶν Περσῶν κατεῖδε, πέμπει ἐπ᾿
αὐτὰς κατὰ σπουδήν, ἐμβάλλειν ἀντιπρώρους κελεύσας.
οἱ δὲ ἐν ταῖς πέντε ναυσὶ τῶν Περσῶν, ὡς παρ᾿ ἐλπίδα
ἀναγομένους τοὺς Μακεδόνας ἐπὶ σφᾶς εἶδον, ὑπο-
στρέψαντες ἐκ πολλοῦ ἔφευγον πρὸς τὸ ἄλλο ναυτικόν.
καὶ ἡ μὲν Ἰασσέων ναῦς ἁλίσκεται αὐτοῖς ἀνδράσιν
ἐν τῇ φυγῇ, οὐ ταχυναυτοῦσα. αἱ δὲ τέσσαρες ἔφθα-
σαν καταφυγεῖν ἐς τὰς οἰκείας τριήρεις. οὕτω μὲν δὴ
ἀπέπλευσαν ἄπρακτοι ἐκ Μιλήτου οἱ Πέρσαι.
Ἀλέξανδρος δὲ καταλῦσαι ἔγνω τὸ ναυτικὸν χρη-
μάτων τε ἐν τῷ τότε ἀπορίᾳ καὶ ἅμα οὐκ ἀξιόμαχον
ὁρῶν τὸ αὑτοῦ ναυτικὸν τῷ Περσικῷ, οὔκουν ἐθέλων
οὐδὲ μέρει τινὶ τῆς στρατιᾶς κινδυνεύειν. ἄλλως τε
ἐπενόει, κατέχων ἤδη τῷ πεζῷ τὴν Ἀσίαν, ὅτι οὔτε
ναυτικοῦ ἔτι δέοιτο, τάς τε παραλίους πόλεις λαβὼν
καταλύσει τὸ Περσῶν ναυτικόν, οὔτε ὁπόθεν τὰς ὑπη-
ρεσίας συμπληρώσουσιν οὔτε ὅποι τῆς Ἀσίας προσέξου-
σιν ἔχοντας. καὶ τὸν ἀετὸν ταύτῃ συνέβαλλεν, ὅτι
ἐσήμηνεν αὐτῷ ἐκ τῆς γῆς κρατήσειν τῶν νεῶν.
Ταῦτα δὲ διαπραξάμενος ἐπὶ Καρίας ἐστέλλετο, ὅτι
ἐν Ἁλικαρνασσῷ συνεστηκέναι οὐ φαύλην δύναμιν τῶν
τε βαρβάρων καὶ ξένων ἐξηγγέλλετο. ὅσαι δὲ ἐν μέσῳ
πόλεις Μιλήτου τε καὶ Ἁλικαρνασσοῦ, ταύτας ἐξ ἐφό-
δου λαβὼν καταστρατοπεδεύει πρὸς Ἁλικαρνασσῷ, ἀπ-
έχων τῆς πόλεως ἐς πέντε μάλιστα σταδίους, ὡς ἐπὶ
χρονίῳ πολιορκίᾳ. ἥ τε γὰρ φύσις τοῦ χωρίου ὀχυρὸν
ἐποίει αὐτὸ καὶ ὅπῃ τι ἐνδεῖν ὡς πρὸς ἀσφάλειαν
ἐφαίνετο, ξύμπαντα ταῦτα Μέμνων τε αὐτὸς παρών,
ἤδη ἀποδεδειγμένος πρὸς Δαρείου τῆς τε κάτω Ἀσίας
καὶ τοῦ ναυτικοῦ παντὸς ἡγεμών, ἐκ πολλοῦ παρεσκευ-
άκει, καὶ στρατιῶται πολλοὶ μὲν ξένοι μισθοφόροι ἐν
τῇ πόλει ἐγκατελείφθησαν, πολλοὶ δὲ καὶ Περσῶν αὐτῶν,
αἵ τε τριήρεις ἐφώρμουν τῷ λιμένι, ὡς καὶ ἀπὸ τῶν
ναυτῶν πολλὴν ὠφέλειαν γίγνεσθαι ἐς τὰ ἔργα.
Τῇ μὲν δὴ πρώτῃ ἡμέρᾳ προσάγοντος Ἀλεξάνδρου
τῷ τείχει κατὰ τὰς ἐπὶ Μύλασα φερούσας πύλας ἐκδρομή
τε γίγνεται τῶν ἐκ τῆς πόλεως καὶ ἀκροβολισμός. καὶ
τούτους οὐ χαλεπῶς ἀνέστειλάν τε οἱ παρ᾿ Ἀλεξάνδρου
ἀντεκδραμόντες καὶ ἐς τὴν πόλιν κατέκλεισαν.
Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις Ἀλέξανδρος ἀναλα-
βὼν τούς τε ὑπασπιστὰς καὶ τὴν τῶν ἑταίρων ἵππον
καὶ τὴν Ἀμύντου τε καὶ Περδίκκου καὶ Μελεάγρου
τάξιν τὴν πεζικὴν καὶ πρὸς τούτοις τοὺς τοξότας καὶ
τοὺς Ἀγριᾶνας περιῆλθε τῆς πόλεως ἐς τὸ πρὸς Μύν-
δον μέρος, τό τε τεῖχος κατοψόμενος, εἰ ταύτῃ ἐπιμα-
χώτερον τυγχάνει ὂν ἐς τὴν προσβολὴν, καὶ ἅμα εἰ
τὴν Μύνδον ἐξ ἐπιδρομῆς δύναιτο λαθὼν κατασχεῖν.
ἔσεσθαι γὰρ οὐ σμικρὰν τὴν ὠφέλειαν ἐς τὴν τῆς
Ἁλικαρνασσοῦ πολιορκίαν τὴν Μύνδον οἰκείαν γενο-
μένην. καί τι <καὶ> ἐνεδίδοτο αὐτῷ ἐκ τῶν Μυνδίων,
εἰ λάθοι νυκτὸς προσελθών. αὐτὸς μὲν δὴ κατὰ τὰ
ξυγκείμενα ἀμφὶ μέσας νύκτας προσῆλθε τῷ τείχει.
ὡς δὲ οὐδὲν ἐνεδίδοτο ἀπὸ τῶν ἔνδον, αἵ τε μηχαναὶ
καὶ αἱ κλίμακες αὐτῷ οὐ παρῆσαν, οἷα δὴ οὐκ ἐπὶ
πολιορκίαν σταλέντι, ἀλλ᾿ ὡς ἐπὶ προδοσίᾳ ἐνδιδομένης
τῆς πόλεως, προσήγαγε καὶ ὣς τῶν Μακεδόνων τὴν
φάλαγγα, ὑπορύττειν κελεύσας τὸ τεῖχος. καὶ ἕνα γε
πύργον κατέβαλον οἱ Μακεδόνες, οὐ μέντοι ἐγύμνωσέ
γε τὸ τεῖχος πεσών. καὶ οἱ ἐκ τῆς πόλεως ἅμα εὐρώ-
στως ἀμυνόμενοι καὶ ἐκ τῆς Ἁλικαρνασσοῦ κατὰ θά-
λασσαν πολλοὶ ἤδη παραβεβοηθηκότες ἄπορον ἐποίη-
σαν τῷ Ἀλεξάνδρῳ τὴν αὐτοσχέδιόν τε καὶ ἐξ ἐπιδρομῆς
κατάληψιν τῆς Μύνδου. οὕτω μὲν δὴ ἐπανέρχεται
Ἀλέξανδρος οὐδὲν πράξας, ὧν ἕνεκα ὡρμήθη, καὶ τῇ
πολιορκίᾳ τῆς Ἁλικαρνασσοῦ αὖθις προσεῖχε.
Καὶ πρῶτα μὲν τὴν τάφρον, ἣ πρὸ τῆς πόλεως
ὀρώρυκτο αὐτοῖς, πλάτος μὲν τριάκοντα μάλιστα πηχῶν,
τὸ δὲ βάθος ἐς πεντεκαίδεκα, ἐχώννυε, τοῦ ῥᾳδίαν
εἶναι τὴν προσαγωγὴν τῶν τε πύργων, ἀφ᾿ ὧν ἔμελλε
τοὺς ἀκροβολισμοὺς ἐς τοὺς προμαχομένους τοῦ τείχους
ποιεῖσθαι, καὶ τῶν ἄλλων μηχανῶν, αἷς κατασείειν
ἐπενόει τὸ τεῖχος. καὶ ἥ τε τάφρος αὐτῷ ἐχώσθη οὐ
χαλεπῶς καὶ οἱ πύργοι προσήγοντο ἤδη. οἱ δὲ ἐκ τῆς
Ἁλικαρνασσοῦ νυκτὸς ἐκδραμόντες, ὡς ἐμπρῆσαι τούς
τε πύργους καὶ ὅσαι ἄλλαι μηχαναὶ προσηγμέναι ἢ οὐ
πόρρω τοῦ προ<ς>άγεσθαι ἦσαν, ὑπὸ τῶν φυλακῶν τε
τῶν Μακεδόνων καὶ ὅσοι ἐν αὐτῷ τῷ ἔργῳ ἐξεγερ-
θέντες παρεβοήθησαν οὐ χαλεπῶς κατεκλείσθησαν ἐς
τὰ τείχη αὖθις. καὶ ἀπέθανον αὐτῶν ἄλλοι τε ἐς ἑβ-
δομήκοντα καὶ ἑκατὸν καὶ Νεοπτόλεμος ὁ Ἀρραβαίου,
τοῦ Ἀμύντου ἀδελφός, τῶν παρὰ Δαρεῖον αὐτομολη-
σάντων. τῶν δὲ Ἀλεξάνδρου στρατιωτῶν ἀπέθανον μὲν
ἐς ἑκκαίδεκα, τραυματίαι δὲ ἐγένοντο ἐς τριακοσίους,
ὅτι ἐν νυκτὶ γενομένης τῆς ἐκδρομῆς ἀφυλακτότεροι
ἐς τὸ τιτρώσκεσθαι ἦσαν.
Οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον δύο τῶν Μακεδό-
νων ὁπλῖται ἐκ τῆς [ὕστερον] Περδίκκου τάξεως ξυσκη-
νοῦντές τε καὶ ἅμα ξυμπίνοντες αὑτόν τε καὶ τὰ αὑτοῦ
ἑκάτερος ἐπὶ μέγα τῷ λόγῳ ἦγεν. ἔνθα δὴ φιλοτιμία
τε ἐσπίπτει αὐτοῖς, καί τι καὶ ὁ οἶνος ὑπεθέρμαινεν,
ὥστε ὁπλισάμενοι αὐτοὶ ἐπὶ σφῶν προσβάλλουσι τῷ
τείχει κατὰ τὴν ἄκραν τὴν πρὸς Μύλασα μάλιστα τε-
τραμμένην, ὡς ἐπίδειξιν τῆς σφῶν ῥώμης μᾶλλόν τι
ἢ πρὸς πολεμίους μετὰ κινδύνου τὸν ἀγῶνα ποιησό-
μενοι. καὶ τούτους κατιδόντες τινὲς τῶν ἐκ τῆς πό-
λεως δύο τε ὄντας καὶ οὐ ξὺν λογισμῷ προσφερομένους
τῷ τείχει ἐπεκθέουσιν. οἱ δὲ τοὺς μὲν ἐγγὺς πελά-
σαντας ἀπέκτειναν, πρὸς δὲ τοὺς ἀφεστηκότας ἠκροβο-
λίζοντο, πλεονεκτούμενοι τῷ τε πλήθει καὶ τοῦ χωρίου
τῇ χαλεπότητι, ὅτι ἐξ ὑπερδεξίου τοῖς πολεμίοις ἡ
ἐπιδρομή τε καὶ ὁ ἀκροβολισμὸς ἐγίνετο. καὶ ἐν
τούτῳ ἀντεκθέουσί τινες καὶ ἄλλοι τῶν τοῦ Περδίκκου
στρατιωτῶν, καὶ ἀπὸ τῆς Ἁλικαρνασσοῦ ἄλλοι καὶ ξυμ-
πίπτει μάχη καρτερὰ πρὸς τῷ τείχει. καὶ κατακλείονται
αὖθις πρὸς τῶν Μακεδόνων εἴσω τῶν πυλῶν οἱ ἐπεκ-
δραμόντες. παρ᾿ ὀλίγον δὲ ἦλθε καὶ ἁλῶναι ἡ πόλις.
τά τε γὰρ τείχη ἐν τῷ τότε οὐκ ἐν ἀκριβεῖ φυλακῇ ἦν
καὶ δύο πύργοι καὶ μεσοπύργιον ἐς ἔδαφος καταπεπτω-
κότα οὐ χαλεπὴν ἂν τῷ στρατεύματι, εἰ ἅπαν προσ-
ήψατο τοῦ ἔργου, τὴν ἐς τὸ τεῖχος πάροδον παρέσχε,
καὶ ὁ τρίτος πύργος κατασεσεισμένος οὐδὲ οὗτος χαλε-
πῶς ἂν ἠρίφθη ὑπορυσσόμενος. ἀλλὰ ἔφθησαν γὰρ
ἀντὶ τοῦ πεπτωκότος τείχους ἔσωθεν πλίνθινον μη-
νοειδὲς ἀντοικοδομησάμενοι οὐ χαλεπῶς ὑπὸ πολυ-
χειρίας.
Καὶ τούτῳ ἐπῆγε τῇ ὑστεραίᾳ τὰς μηχανὰς Ἀλέξ-
ανδρος. καὶ ἐκδρομὴ αὖθις γίγνεται τῶν ἐκ τῆς πό-
λεως ἐπὶ τῷ ἐμπρῆσαι τὰς μηχανάς. καὶ μέρος μέν τι
τῶν πλησίον τοῦ τείχους γέρρων καὶ ἑνὸς τῶν πύργων
τῶν ξυλίνων κατεκαύθη, τὰ δὲ ἄλλα διεφύλαξαν οἱ
περὶ Φιλώταν τε καὶ Ἑλλάνικον, οἷς ἡ φυλακὴ αὐτῶν
ἐπετέτραπτο. ὡς δὲ καὶ Ἀλέξανδρος ἐπεφάνη ἐν τῇ
ἐκδρομῇ, τάς τε δᾷδας, ὅσας ἔχοντες ἐκβεβοηθήκεσαν,
ἀφέντες καὶ τὰ ὅπλα οἱ πολλοὶ αὐτῶν ῥίψαντες εἴσω
τοῦ τείχους ἔφευγον. καίτοι τά γε πρῶτα τῇ φύσει
τε τοῦ χωρίου, ὑπερδεξίου ὄντος, ἐπεκράτουν καὶ οὐ
κατὰ μέτωπον μόνον ἠκροβολίζοντο ἐς τοὺς προμαχο-
μένους τῶν μηχανῶν, ἀλλὰ καὶ ἐκ τῶν πύργων, οἳ δὴ
ἑκατέρωθεν τοῦ ἐρηριμμένου τείχους αὐτοὶ ὑπολελειμ-
μένοι ἐκ πλαγίου τε καὶ μόνον οὐ κατὰ νώτου παρεῖχον
ἀκροβολίζεσθαι ἐς τοὺς τῷ ἀντῳκοδομημένῳ τείχει
προσάγοντας.
Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐπάγοντος αὖθις
Ἀλεξάνδρου τὰς μηχανὰς τῷ πλινθίνῳ τῷ ἐντὸς τείχει
καὶ αὐτοῦ ἐφεστηκότος τῷ ἔργῳ, ἐκδρομὴ γίνεται παν-
δημεὶ ἐκ τῆς πόλεως, τῶν μὲν κατὰ τὸ ἐρηριμμένον
τεῖχος, ἧ αὐτὸς Ἀλέξανδρος ἐπετέτακτο, τῶν δὲ κατὰ
τὸ Τρίπυλον, ἧ οὐδὲ πάνυ τι προσδεχομένοις τοῖς
Μακεδόσιν ἦν. καὶ οἱ μὲν δᾷδάς τε ταῖς μηχαναῖς
ἐνέβαλλον καὶ ὅσα ἄλλα ἐς τὸ ἐξάψαι τε φλόγα καὶ
ἐπὶ μέγα προκαλέσασθαι, τῶν δὲ ἀμφ᾿ Ἀλέξανδρον
αὐτῶν τε ἐμβαλλόντων ἐς αὐτοὺς ἐρρωμένως καὶ ταῖς
μηχαναῖς ἀπὸ τῶν πύργων λίθων τε μεγάλων ἀφιεμέ-
νων καὶ βελῶν ἐξακοντιζομένων οὐ χαλεπῶς ἀπεστρά-
φησάν τε καὶ ἔφυγον ἐς τὴν πόλιν. καὶ φόνος ταύτῃ
οὐκ ὀλίγος ἐγένετο, ὅσῳ πλείονές τε καὶ ξὺν μείζονι
τῇ τόλμῃ ἐξέδραμον. οἱ μὲν γὰρ εἰς χεῖρας ἐλθόντες
τοῖς Μακεδόσιν ἀπέθανον, οἱ δὲ ἀμφὶ τῷ τείχει τῷ
καταπεπτωκότι, στενοτέρας τε ἢ κατὰ τὸ πλῆθος αὐτῶν
τῆς παρόδου οὔσης καὶ τῶν κατερηριμμένων τοῦ τεί-
χους χαλεπὴν τὴν ὑπέρβασιν αὐτοῖς παρεχόντων.
Τοῖς δὲ κατὰ τὸ Τρίπυλον ἐκδραμοῦσιν ἀπήντα
Πτολεμαῖος ὁ σωματοφύλαξ ὁ βασιλικός, τήν τε
Ἀδαίου καὶ Τιμάνδρου ἅμα οἷ τάξιν ἄγων καὶ ἔστιν
οὓς τῶν ψιλῶν. καὶ οὗτοι οὐδὲ αὐτοὶ χαλεπῶς ἐτρέ-
ψαντο τοὺς ἐκ τῆς πόλεως. ξυνέβη δὲ καὶ τούτοις ἐν
τῇ ἀποχωρήσει κατὰ στενὴν γέφυραν τὴν ἐπὶ τῆς τά-
φρου πεποιημένην φεύγουσι τήν τε γέφυραν αὐτὴν
ὑπὸ πλήθους ξυντρῖψαι καὶ πολλοὺς αὐτῶν ἐς τὴν
τάφρον ἐμπεσόντας τοὺς μὲν ὑπὸ σφῶν καταπατηθέν-
τας διαφθαρῆναι, τοὺς δὲ καὶ ἄνωθεν ὑπὸ τῶν Μα-
κεδόνων βαλλομένους. ὁ πλεῖστος δὲ φόνος περὶ ταῖς
πύλαις αὐταῖς ξυνέβη, ὅτι ἡ ξύγκλεισις τῶν πυλῶν
φοβερά τε καὶ πρὸ τοῦ καιροῦ γενομένη, δεισάντων
μὴ συνεισπέσοιεν τοῖς φεύγουσιν ἐχόμενοι αὐτῶν οἱ
Μακεδόνες, πολλοὺς καὶ τῶν φιλίων τῆς εἰσόδου
ἀπέκλεισεν, οὓς πρὸς αὐτοῖς τοῖς τείχεσιν οἱ Μακε-
δόνες διέφθειραν. καὶ παρ᾿ ὀλίγον ἧκεν ἁλῶναι ἡ
πόλις, εἰ μὴ Ἀλέξανδρος ἀνεκαλέσατο τὸ στράτευμα,
ἔτι διασῶσαι ἐθέλων τὴν Ἁλικαρνασσόν, εἴ τι φίλιον
ἐνδοθείη ἐκ τῶν Ἁλικαρνασσέων. ἀπέθανον δὲ τῶν
μὲν ἐκ τῆς πόλεως ἐς χιλίους, τῶν δὲ ξὺν Ἀλεξάνδρῳ
ἀμφὶ τοὺς τεσσαράκοντα, καὶ ἐν τούτοις Πτολεμαῖός
τε ὁ σωματοφύλαξ καὶ Κλέαρχος ὁ τοξάρχης καὶ
Ἀδαῖος <ὁ> χιλιάρχης, οὗτοι καὶ ἄλλοι τῶν οὐκ ἠμελη-
μένων Μακεδόνων.
Ἔνθα δὴ ξυνελθόντες οἱ ἡγεμόνες τῶν Περσῶν,
Ὀροντοβάτης τε καὶ Μέμνων, καὶ ἐκ τῶν παρόντων
γνόντες σφᾶς τε οὐ δυναμένους ἐπὶ πολὺ ἀντέχειν τῇ
πολιορκίᾳ καὶ τοῦ τείχους τὸ μέν τι καταπεπτωκὸς
ἤδη ὁρῶντες, τὸ δὲ καὶ κατασεσεισμένον, πολλοὺς δὲ
τῶν στρατιωτῶν ἐν ταῖς ἐκδρομαῖς τοὺς μὲν διεφθαρ-
μένους, τοὺς δὲ καὶ ὑπὸ τοῦ τετρῶσθαι ἀπομάχους
ὄντας, ταῦτα ἐν νῷ λαβόντες ἀμφὶ δευτέραν φυλακὴν
τῆς νυκτὸς τόν τε ξύλινον πύργον, ὃν αὐτοὶ ἀντ-
ῳκοδόμησαν ταῖς μηχαναῖς τῶν πολεμίων, ἐμπιπρᾶσι
καὶ τὰς στοάς, ἐν αἷς τὰ βέλη αὐτοῖς ἀπέκειτο. ἐνέβα-
λον δὲ καὶ ταῖς οἰκίαις πῦρ ταῖς πλησίον τοῦ τείχους.
τῶν δὲ καὶ προσήψατο ἡ φλὸξ ἀπό τε τῶν στοῶν καὶ
τοῦ πύργου πολλὴ ἀπενεχθεῖσα καί τι καὶ τοῦ ἀνέμου
ταύτῃ ἐπιφέροντος. αὐτῶν δὲ οἱ μὲν ἐς τὴν ἄκραν
τὴν ἐν τῇ νήσῳ ἀπεχώρησαν, οἱ δὲ ἐς τὴν Σαλμακίδα,
ἄκραν οὕτω καλουμένην. Ἀλεξάνδρῳ δὲ ὡς ἐξηγγέλθη
ταῦτα πρός τινων αὐτομολησάντων ἐκ τοῦ ἔργου καὶ
τὸ πῦρ πολὺ καθεώρα αὐτός, καίτοι ἀμφὶ μέσας που
νύκτας ἦν τὸ γιγνόμενον, ὁ δὲ καὶ ὣς ἐξαγαγὼν
τοὺς Μακεδόνας τοὺς μὲν ἔτι ἐμπιπράντας τὴν πόλιν
ἔκτεινεν, ὅσοι δὲ ἐν ταῖς οἰκίαις καταλαμβάνοιντο τῶν
Ἁλικαρνασσέων, τούτους δὲ σώζειν παρήγγειλεν.
Ἤδη τε ἠὼς ὑπέφαινε καὶ κατιδὼν τὰς ἄκρας, ἃς
οἵ τε Πέρσαι καὶ οἱ μισθοφόροι κατειλήφεσαν, ταύτας
μὲν ἀπέγνω πολιορκεῖν, τριβήν τε ἐπινοῶν οὐκ ὀλίγην
ἔσεσθαί οἱ ἀμφ᾿ αὐτὰς τῇ φύσει τῶν χωρίων καὶ οὐ
παρὰ μέγα εἶναι ἐξελόντι οἱ τὴν πόλιν ἤδη πᾶσαν. θάψας
δὲ τοὺς ἀποθανόντας ἐν τῇ νυκτὶ τὰς μὲν μηχανὰς ἐς
Τράλλεις ἀπαγαγεῖν ἐκέλευσε τοὺς ἐπ᾿ αὐταῖς τεταγμέ-
νους, αὐτὸς δὲ τὴν πόλιν ἐς ἔδαφος κατασκάψας αὐτῆς
τε ταύτης καὶ τῆς ἄλλης Καρίας φυλακὴν ἐγκαταλιπὼν
ξένους μὲν πεζοὺς τρισχιλίους, ἱππέας δὲ ἐς διακοσίους
καὶ Πτολεμαῖον ἡγεμόνα αὐτῶν ἐπὶ Φρυγίας ἐστέλλετο.
τῆς δὲ Καρίας ξυμπάσης σατραπεύειν ἔταξεν Ἄδαν,
θυγατέρα μὲν Ἑκατόμνω, γυναῖκα δὲ Ἱδριέως, ὃς καὶ
ἀδελφὸς αὐτῇ ὢν κατὰ νόμον τῶν Καρῶν ξυνῴκει.
καὶ ὁ μὲν Ἱδριεὺς τελευτῶν ταύτῃ ἐπέτρεψε τὰ πράγ-
ματα, νενομισμένον ἐν τῇ Ἀσίᾳ ἔτι ἀπὸ Σεμιράμεως
καὶ γυναῖκας ἄρχειν ἀνδρῶν. Πιξώδαρος δὲ τὴν μὲν
ἐκβάλλει τῆς ἀρχῆς, αὐτὸς δὲ κατεῖχε τὰ πράγματα.
τελευτήσαντος δὲ Πιξωδάρου Ὀροντοβάτης τὴν Καρῶν
ἀρχὴν ἐκ βασιλέως πεμφθεὶς εἶχε, γαμβρὸς ὢν Πιξω-
δάρου. Ἄδα δὲ Ἄλινδα μόνον κατεῖχε, χωρίον τῆς
Καρίας ἐν τοῖς ὀχυρώτατον, καὶ ἐσβαλόντι Ἀλεξάνδρῳ
ἐς Καρίαν ἀπήντα, τά τε Ἄλινδα ἐνδιδοῦσα καὶ παῖδά
οἱ τιθεμένη Ἀλέξανδρον. καὶ Ἀλέξανδρος τά τε Ἄλινδα
αὐτῇ ἐπέτρεψε καὶ τὸ ὄνομα τοῦ παιδὸς οὐκ ἀπηξίωσε,
καὶ ἐπειδὴ Ἁλικαρνασσόν τε ἐξεῖλε καὶ τῆς ἄλλης Κα-
ρίας ἐπεκράτησεν, αὐτῇ ἄρχειν ἁπάσης ἔδωκε.
Τῶν Μακεδόνων δὲ ἔστιν οἳ συνεστρατευμένοι
Ἀλεξάνδρῳ ἦσαν νεωστὶ πρὸ τῆς στρατιᾶς γεγαμηκό-
τες. καὶ τούτων ἔγνω οὐκ ἀμελητέα εἶναί οἱ Ἀλέξαν-
δρος, ἀλλ᾿ ἐκπέμπει γὰρ αὐτοὺς ἐκ Καρίας διαχειμά-
σοντας ἐν Μακεδονίᾳ ἅμα ταῖς γυναιξίν, ἐπιτάξας
αὐτοῖς Πτολεμαῖόν τε τὸν Σελεύκου, ἕνα τῶν σωμα-
τοφυλάκων τῶν βασιλικῶν, καὶ τῶν στρατηγῶν Κοῖνόν
τε τὸν Πολεμοκράτους καὶ Μελέαγρον τὸν Νεοπτολέ-
μου, ὅτι καὶ αὐτοὶ τῶν νεογάμων ἦσαν, προστάξας,
ἐπειδὰν αὐτοί τε ἐπανίωσι καὶ τοὺς μετὰ σφῶν ἐκ-
πεμφθέντας ἐπαναγάγωσι, καταλέξαι ἱππέας τε καὶ
πεζοὺς ἐκ τῆς χώρας ὅσους πλείστους. καὶ τῷ ἔργῳ
τῷδε, εἴπερ τινὶ ἄλλῳ, εὐδοκίμησε παρὰ Μακεδόσιν
Ἀλέξανδρος. ἔπεμψε δὲ καὶ Κλέανδρον τὸν Πολεμο-
κράτους ἐπὶ ξυλλογῇ στρατιωτῶν εἰς Πελοπόννησον.
Παρμενίωνα δὲ πέμπει ἐπὶ Σάρδεων, δοὺς αὐτῷ
τῶν τε ἑταίρων ἱππαρχίαν καὶ τοὺς Θετταλοὺς ἱππέας
καὶ τοὺς ἄλλους ξυμμάχους καὶ τὰς ἁμάξας ἄγειν. καὶ
κελεύει προϊέναι ἀπὸ Σάρδεων ἐπὶ Φρυγίαν. αὐτὸς
δὲ ἐπὶ Λυκίας τε καὶ Παμφυλίας ἤει, ὡς τῆς παρα-
λίου κρατήσας ἀχρεῖον καταστῆσαι τοῖς πολεμίοις τὸ
ναυτικόν. καὶ πρῶτον μὲν ἐν παρόδῳ υπαρνα, χωρίον
ὀχυρόν, φυλακὴν ἔχον ξένους μισθοφόρους, ἐξ ἐφόδου
ἔλαβεν. οἱ δ᾿ ἐκ τῆς ἄκρας ξένοι ὑπόσπονδοι ἐξῆλθον.
ἔπειτα εἰσβαλὼν εἰς Λυκίαν Τελμισσέας μὲν ὁμολογίᾳ
προσηγάγετο, περάσας δὲ τὸν Ξάνθον ποταμὸν Πίναρα
καὶ Ξάνθον τὴν πόλιν καὶ Πάταρα ἐνδοθέντα ἔλαβε
καὶ ἄλλα ἐλάττω πολίσματα ἐς τριάκοντα.
Ταῦτα καταπράξας ἐν ἀκμῇ ἤδη τοῦ χειμῶνος ἐς
τὴν Μιλυάδα καλουμένην χώραν ἐσβάλλει, ἥ ἐστι μὲν
τῆς μεγάλης Φρυγίας, ξυνετέλει δὲ ἐς τὴν Λυκίαν
τότε, οὕτως ἐκ βασιλέως μεγάλου τεταγμένον. καὶ ἐν-
ταῦθα Φασηλιτῶν πρέσβεις ἧκον περὶ φιλίας τε καὶ
χρυσῷ στεφάνῳ στεφανῶσαι Ἀλέξανδρον. καὶ ὑπὲρ τῶν
αὐτῶν ἐπικηρυκευόμενοι ἐπρέσβευον Λυκίων τῶν κάτω
οἱ πολλοί. Ἀλέξανδρος δὲ Φασηλίτας τε καὶ Λυκίους
παραδοῦναι τὰς πόλεις τοῖς ἐπὶ τοῦτο στελλομένοις
ἐκέλευσε. καὶ παρεδόθησαν ξύμπασαι. αὐτὸς δὲ ὀλίγον
ὕστερον ἐς τὴν Φασηλίδα παραγενόμενος συνεξαιρεῖ
αὐτοῖς φρούριον ὀχυρόν, ἐπιτετειχισμένον τῇ χώρᾳ
πρὸς Πισιδῶν, ὅθεν ὁρμώμενοι οἱ βάρβαροι πολλὰ
ἔβλαπτον τῶν Φασηλιτῶν τοὺς τὴν γῆν ἐργαζομένους.
Ἔτι δὲ αὐτῷ περὶ τὴν Φασηλίδα ὄντι ἐξαγγέλλεται
Ἀλέξανδρον τὸν Ἀερόπου ἐπιβουλεύειν, τά τε ἄλλα τῶν
ἑταίρων ὄντα καὶ ἐν τῷ τότε Θεσσαλῶν τῆς ἵππου
ἄρχοντα. ἦν μὲν δὴ ὁ Ἀλέξανδρος οὗτος ἀδελφὸς
Ἡρομένους τε καὶ Ἀρραβαίου τῶν ξυνεπιλαβόντων τῆς
σφαγῆς τῆς Φιλίππου. καὶ τότε αἰτίαν σχόντα αὐτὸν
Ἀλέξανδρος ἀφῆκεν, ὅτι ἐν πρώτοις τε ἀφίκετο τῶν
φίλων παρ᾿ αὐτόν, ἐπειδὴ Φίλιππος ἐτελεύτησε, καὶ
τὸν θώρακα συνενδὺς συνηκολούθησεν αὐτῷ εἰς τὰ
βασίλεια. ὕστερον δὲ καὶ ἐν τιμῇ ἀμφ᾿ αὑτὸν εἶχε,
στρατηγόν τε ἐπὶ Θρᾴκης στείλας καὶ ἐπειδὴ Κάλας ὁ
τῶν Θετταλῶν ἵππαρχος ἐπὶ σατραπείᾳ ἐξεπέμφθη,
αὐτὸν ἀπέδειξεν ἄρχειν τῆς Θεσσαλικῆς ἵππου. τὰ δὲ
τῆς ἐπιβουλῆς ἐξηγγέλθη ὧδε.
Δαρεῖος, ἐπειδὴ Ἀμύντας αὐτομολήσας παρ᾿ αὐτὸν
λόγους τέ τινας καὶ γράμματα παρὰ τοῦ Ἀλεξάνδρου
τούτου ἐκόμισε, καταπέμπει ἐπὶ θάλασσαν Σισίνην,
ἄνδρα Πέρσην τῶν ἀμφ᾿ αὑτὸν πιστῶν, πρόφασιν μὲν
παρὰ Ἀτιζύην τὸν Φρυγίας σατράπην, τῇ δὲ ἀληθείᾳ
τῷ Ἀλεξάνδρῳ τούτῳ συνεσόμενον καὶ πίστεις δώ-
σοντα, εἰ ἀποκτείνει<ε> βασιλέα Ἀλέξανδρον, αὐτὸν
βασιλέα καταστήσειν Μακεδονίας καὶ χρυσίου τάλαντα
πρὸς τῇ βασιλείᾳ ἐπιδώσειν χίλια. ὁ δὲ Σισίνης ἁλοὺς
πρὸς Παρμενίωνος λέγει πρὸς Παρμενίωνα ὧν ἕνεκα
ἀπεστάλη. καὶ τοῦτον ἐν φυλακῇ πέμπει Παρμενίων
παρ᾿ Ἀλέξανδρον, καὶ πυνθάνεται ταὐτὰ παρ᾿ αὐτοῦ
Ἀλέξανδρος. ξυναγαγὼν δὲ τοὺς φίλους βουλὴν προὐ-
τίθει, ὅ τι χρὴ ὑπὲρ Ἀλεξάνδρου γνῶναι. καὶ ἐδόκει
τοῖς ἑταίροις μήτε πάλαι εὖ βεβουλεῦσθαι τὸ κράτι-
στον τοῦ ἱππικοῦ ἀνδρὶ οὐ πιστῷ ἐπιτρέψας, νῦν τε
χρῆναι αὐτὸν κατὰ τάχος ἐκποδὼν ποιεῖσθαι, πρὶν καὶ
ἐπιτηδειότερον γενόμενον τοῖς Θετταλοῖς ξὺν αὐτοῖς τι
νεωτερίσαι. καί τι καὶ θεῖον ἐφόβει αὐτούς. ἔτι γὰρ
πολιορκοῦντος αὐτοῦ Ἀλεξάνδρου Ἁλικαρνασσὸν ἀνα-
παύεσθαι μὲν ἐν μεσημβρίᾳ, χελιδόνα δὲ περιπέτεσθαι
ὑπὲρ τῆς κεφαλῆς τρύζουσαν μεγάλα καὶ τῆς εὐνῆς
ἄλλῃ καὶ ἄλλῃ ἐπικαθίζειν, θορυβωδέστερον ἢ κατὰ τὸ
εἰωθὸς ἄδουσαν. τὸν δὲ ὑπὸ καμάτου ἐγερθῆναι μὲν
ἀδυνάτως ἔχειν ἐκ τοῦ ὕπνου, ἐνοχλούμενον δὲ πρὸς
τῆς φωνῆς τῇ χειρὶ οὐ βαρέως ἀποσοβῆσαι τὴν χελι-
δόνα. τὴν δὲ τοσούτου ἄρα δεῆσαι ἀποφυγεῖν πληγεῖ-
σαν, ὥστε ἐπὶ τῆς κεφαλῆς αὐτῆς τοῦ Ἀλεξάνδρου
καθημένην μὴ πρόσθεν ἀνεῖναι πρὶν παντελῶς ἐξεγερ-
θῆναι Ἀλέξανδρον. καὶ Ἀλέξανδρος οὐ φαῦλον ποιη-
σάμενος τὸ τῆς χελιδόνος ἀνεκοίνωσεν Ἀριστάνδρῳ τῷ
Τελμισσεῖ, μάντει. Ἀρίστανδρον δὲ ἐπιβουλὴν μὲν ἔκ
του τῶν φίλων σημαίνεσθαι αὐτῷ εἰπεῖν, σημαίνεσθαι
δὲ καί, ὅτι καταφανὴς ἔσται. τὴν γὰρ χελιδόνα σύν-
τροφόν τε εἶναι ὄρνιθα καὶ εὔνουν ἀνθρώποις καὶ
λάλον μᾶλλον ἢ ἄλλην ὄρνιθα.
Ταῦτά τε οὖν καὶ τὰ ἀπὸ τοῦ Πέρσου ξυνθεὶς
πέμπει ὡς Παρμενίωνα Ἀμφοτερὸν τὸν Ἀλεξάνδρου
μὲν παῖδα, ἀδελφὸν δὲ Κρατεροῦ. καὶ ξυμπέμπει αὐτῷ
τῶν Περγαίων τινὰς τὴν ὁδὸν ἡγησομένους. καὶ ὁ
Ἀμφοτερὸς στολὴν ἐνδὺς ἐπιχώριον, [καὶ] ὡς μὴ γνώ-
ριμος εἶναι κατὰ τὴν ὁδόν, λανθάνει ἀφικόμενος παρὰ
Παρμενίωνα. καὶ γράμματα μὲν οὐ κομίζει παρὰ Ἀλεξ-
άνδρου. οὐ γὰρ ἔδοξε γράφειν ὑπὲρ οὐδενὸς τοιούτου
ἐς τὸ ἐμφανές. τὰ δὲ ἀπὸ γλώσσης οἱ ἐντεταλμένα
ἐξήγγειλεν, καὶ οὕτω ξυλλαμβάνεται ὁ Ἀλέξανδρος οὗτος
καὶ ἐν φυλακῇ ἦν.
Ἀλέξανδρος δὲ ἄρας ἐκ Φασηλίδος μέρος μέν τι
τῆς στρατιᾶς διὰ τῶν ὀρῶν πέμπει ἐπὶ Πέργης, ἧ
ὡδοποιήκεσαν αὐτῷ οἱ Θρᾷκες χαλεπὴν ἄλλως καὶ μα-
κρὰν οὖσαν τὴν πάροδον. αὐτὸς δὲ παρὰ τὴν θάλασ-
σαν διὰ τοῦ αἰγιαλοῦ ἦγε τοὺς ἀμφ᾿ αὑτόν. ἔστι δὲ
ταύτῃ ἡ ὁδὸς οὐκ ἄλλως ὅτι μὴ τῶν ἀπ᾿ ἄρκτου ἀνέ-
μων πνεόντων. εἰ δὲ νότοι κατέχοιεν, ἀπόρως ἔχει
διὰ τοῦ αἰγιαλοῦ ὁδοιπορεῖν. τῷ δὲ ἐκ νότων σκληροὶ
βορραῖ ἐπιπνεύσαντες, οὐκ ἄνευ τοῦ θείου, ὡς αὐτός
τε καὶ οἱ ἀμφ᾿ αὐτὸν ἐξηγοῦντο, εὐμαρῆ καὶ ταχεῖαν
τὴν πάροδον παρέσχον. ἐκ Πέργης δὲ ὡς προῄει, ἐν-
τυγχάνουσιν αὐτῷ κατὰ τὴν ὁδὸν πρέσβεις Ἀσπενδίων
αὐτοκράτορες, τὴν μὲν πόλιν ἐνδιδόντες, φρουρὰν δὲ
μὴ εἰσάγειν δεόμενοι. καὶ περὶ μὲν τῆς φρουρᾶς
πράξαντες ἀπῆλθον, ὅσα ἠξίουν. πεντήκοντα δὲ τά-
λαντα κελεύει τῇ στρατιᾷ δοῦναι αὐτοῖς ἐς μισθὸν καὶ
τοὺς ἵππους, οὓς δασμὸν βασιλεῖ ἔτρεφον. οἱ δὲ ὑπέρ
τε τοῦ ἀργυρίου καὶ τοὺς ἵππους παραδώσειν ξυνθέ-
μενοι ἀπῆλθον.
Ἀλέξανδρος δὲ ἐπὶ Σίδης ἤει. εἰσὶ δὲ οἱ Σιδῆται
Κυμαῖοι ἐκ Κύμης τῆς Αἰολίδος. καὶ οὗτοι λέγουσιν
ὑπὲρ σφῶν τόνδε τὸν λόγον, ὅτι, ὡς κατῆράν τε ἐς
τὴν γῆν ἐκείνην οἱ πρῶτοι ἐκ Κύμης σταλέντες καὶ
ἐπὶ οἰκισμῷ ἐξέβησαν, αὐτίκα τὴν μὲν Ἑλλάδα γλῶσ-
σαν ἐξελάθοντο, εὐθὺς δὲ βάρβαρον φωνὴν ἵεσαν,
οὐδὲ τῶν προσχώρων βαρβάρων, ἀλλὰ ἰδίαν σφῶν
οὔπω πρόσθεν οὖσαν τὴν φωνήν. καὶ ἔκτοτε οὐ κατὰ
τοὺς ἄλλους προσχώρους Σιδῆται ἐβαρβάριζον. κατα-
λιπὼν δὲ φρουρὰν ἐν Σίδῃ προῄει ἐπὶ Σύλλιον, χω-
ρίον ὀχυρὸν καὶ φρουρὰν ἔχον ξένων μισθοφόρων καὶ
αὐτῶν τῶν ἐπιχωρίων βαρβάρων. ἀλλ᾿ οὔτε τὸ Σύλ-
λιον ἐξ ἐφόδου αὐτοσχεδίου ἠδυνήθη λαβεῖν, ἐπεί τ᾿
ἠγγέλθη αὐτῷ κατὰ τὴν ὁδὸν τοὺς Ἀσπενδίους ὅτι
οὐδὲν τῶν ξυγκειμένων πρᾶξαι ἐθέλοιεν, οὔτε τοὺς
ἵππους παραδοῦναι τοῖς πεμφθεῖσιν οὔτε ἀπαριθμῆσαι
τὰ χρήματα, καὶ τὰ ἐκ τῆς χώρας ὅτι ἀνασκευασάμενοι
ἐς τὴν πόλιν τάς τε πύλας ἀποκεκλείκασι τοῖς παρὰ
Ἀλεξάνδρου καὶ τὰ τείχη, ὅπῃ πεπονηκότα ἦν, ἐπισκευά-
ζουσι, ταῦτα πυθόμενος ἐπὶ Ἀσπένδου ἀνεζεύγνυεν.
Ὤικισται δὲ τῆς Ἀσπένδου τὰ μὲν πολλὰ ἐπὶ ἄκρᾳ
ὀχυρᾷ καὶ ἀποτόμῳ καὶ παρ᾿ αὐτὴν τὴν ἄκραν ὁ Εὐρυ-
μέδων ποταμὸς ῥεῖ. ἦσαν δὲ αὐτοῖς καὶ περὶ τῇ ἄκρᾳ
ἐν τῷ χθαμαλῷ οὐκ ὀλίγαι οἰκήσεις καὶ τεῖχος περιεβέ-
βλητο αὐταῖς οὐ μέγα. τὸ μὲν δὴ τεῖχος εὐθύς, ὡς
προσάγοντα Ἀλέξανδρον ἔγνωσαν, ἐκλείπουσιν ὅσοι
ἐπῴκουν καὶ τὰς οἰκίας, ὅσας ἐν τῷ χθαμαλῷ ᾠκισμέ-
νας οὐκ ἐδόκουν διαφυλάξαι ἂν δύνασθαι. αὐτοὶ δὲ
ἐς τὴν ἄκραν ξυμφεύγουσιν. Ἀλέξανδρος δὲ ὡς ἀφ-
ίκετο ξὺν τῇ δυνάμει, εἴσω τοῦ ἐρήμου τείχους παρελ-
θὼν κατεστρατοπέδευσεν ἐν ταῖς οἰκίαις ταῖς καταλε-
λειμμέναις πρὸς τῶν Ἀσπενδίων. οἱ δὲ Ἀσπένδιοι ὡς
εἶδον αὐτόν τε Ἀλέξανδρον παρ᾿ ἐλπίδα ἥκοντα καὶ
τὸ στρατόπεδον ἐν κύκλῳ σφῶν πάντῃ, πέμψαντες
πρέσβεις ἐδέοντο ἐφ᾿ οἷσπερ τὸ πρότερον ξυμβῆναι.
καὶ Ἀλέξανδρος τό τε χωρίον ἰσχυρὸν ἰδὼν καὶ αὐτὸς
ὡς οὐκ ἐπὶ χρόνιον πολιορκίαν παρεσκευασμένος ἐπὶ
τοῖς αὐτοῖς μὲν οὐδὲ ὣς ξυνέβη πρὸς αὐτούς. ὁμήρους
δὲ δοῦναι σφῶν τοὺς δυνατωτάτους ἐκέλευσεν καὶ
τοὺς ἵππους, οὓς πρόσθεν ὡμολόγησαν, καὶ ἑκατὸν
τάλαντα ἀντὶ τῶν πεντήκοντα, καὶ πείθεσθαι τῷ σα-
τράπῃ τῷ <ὑπ᾿> Ἀλεξάνδρου ταχθέντι καὶ φόρους
ἀποφέρειν ὅσα ἔτη Μακεδόσι, καὶ ὑπὲρ τῆς χώρας
διακριθῆναι, ἣν τῶν προσχώρων οὖσαν βίᾳ κατέχειν
ἐν αἰτίᾳ ἦσαν.
Ὡς δὲ πάντα οἱ ἐπεχώρησαν, ἀνέζευξεν ἐς Πέργην,
κἀκεῖθεν ἐς Φρυγίαν ὥρμητο. ἦν δὲ αὐτῷ ἡ πορεία
παρὰ Τελμισσὸν πόλιν. οἱ δὲ ἄνθρωποι οὗτοι τὸ
μὲν γένος Πισίδαι εἰσὶ βάρβαροι, χωρίον δὲ οἰκοῦσιν
ὑπερύψηλον καὶ πάντῃ ἀπότομον, καὶ ἡ ὁδὸς παρὰ
τὴν πόλιν χαλεπή. καθήκει γὰρ ἐκ τῆς πόλεως ὄρος
ἔστε ἐπὶ τὴν ὁδόν, καὶ τοῦτο μὲν αὐτοῦ ἐν τῇ ὁδῷ
ἀποπαύεται, ἀντίπορον δὲ αὐτῷ ἄλλο ὄρος ἐστὶν οὐ
μεῖον ἀπότομον. καὶ ταῦτα τὰ ὄρη ὥσπερ πύλας ποιεῖ
ἐπὶ τῇ ὁδῷ, καὶ ἔστιν ὀλίγῃ φυλακῇ κατέχοντας τὰ
ὄρη ταῦτα ἄπορον ποιεῖν τὴν πάροδον. καὶ τότε οἱ
Τελμισσεῖς πανδημεὶ ἐκβεβοηθηκότες ἀμφότερα τὰ ὄρη
κατεῖχον. ταῦτα δὴ ἰδὼν Ἀλέξανδρος στρατοπεδεύεσθαι
αὐτοῦ, ὅπως εἶχον, ἐκέλευε τοὺς Μακεδόνας, γνοὺς,
ὅτι οὐ μενοῦσι πανδημεὶ οἱ Τελμισσεῖς αὐλιζομένους
σφᾶς ἰδόντες, ἀλλ᾿ ἀποχωρήσουσιν ἐς τὴν πόλιν πλη-
σίον οὖσαν οἱ πολλοὶ αὐτῶν, ὅσον φυλακὴν κατα-
λιπόντες ἐπὶ τοῖς ὄρεσι. καὶ ξυνέβη, ὅπως εἴκαζεν. οἱ
μὲν γὰρ πολλοὶ αὐτῶν ἀπῆλθον, αἱ φυλακαὶ δὲ ἐγκατ-
έμειναν. καὶ ἐπὶ τούτους εὐθὺς ἀναλαβὼν τούς τε
τοξότας καὶ τὰς τῶν ἀκοντιστῶν τάξεις καὶ τῶν ὁπλι-
τῶν ὅσοι κουφότεροι ἐπήγαγεν. οἱ δὲ οὐκ ἔμειναν
βαλλόμενοι, ἀλλὰ ἔλιπον τὸ χωρίον. καὶ Ἀλέξανδρος
ὑπερβαλὼν τὰ στενὰ πρὸς τῇ πόλει κατεστρατοπέδευσε.
Καὶ ἐνταῦθα ἀφικνοῦνται παρ᾿ αὐτὸν Σελγέων
πρέσβεις. οἱ δέ εἰσι καὶ αὐτοὶ Πισίδαι βάρβαροι καὶ
πόλιν μεγάλην οἰκοῦσιν καὶ αὐτοὶ μάχιμοί εἰσιν. ὅτι
δὲ πολέμιοι τοῖς Τελμισσεῦσιν ἐκ παλαιοῦ ἐτύγχανον,
ὑπὲρ φιλίας πρὸς Ἀλέξανδρον πεπρεσβευμένοι ἦσαν.
καὶ πρὸς τούτους σπένδεται Ἀλέξανδρος, καὶ ἐκ τού-
του πιστοῖς ἐς ἅπαντα ἐχρήσατο. τὴν Τελμισσὸν δὲ
ἀπέγνω ἑλεῖν ἂν ἐν ὀλίγῳ χρόνῳ, ἀλλ᾿ ἐπὶ Σαγαλασ-
σοῦ ἐστέλλετο. ἦν δὲ καὶ αὕτη οὐ μικρὰ πόλις. Πι-
σίδαι καὶ ταύτην ὤκουν, καὶ ἐδόκουν πάντων Πισιδῶν
μαχίμων ὄντων αὐτοὶ εἶναι [οἱ] μαχιμώτατοι. καὶ τότε
τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὅτι καὶ οὗτος οὐ μεῖον
τοῦ τείχους ὀχυρὸς ἐς τὸ ἀπομάχεσθαι ἦν, κατειλη-
φότες προσέμενον. Ἀλέξανδρος δὲ τὴν μὲν φάλαγγα
τῶν Μακεδόνων τάττει ὧδε. ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως,
ἵνα καὶ αὐτὸς ἐπετέτακτο, τοὺς ὑπασπιστὰς εἶχεν, ἐχο-
μένους δὲ τούτων τοὺς πεζεταίρους ἔστε ἐπὶ τὸ εὐώ-
νυμον παρατείνας, ὡς ἑκάστοις τῶν στρατηγῶν ἡ ἡγε-
μονία τῆς τάξεως ἐν τῇ τότε ἡμέρᾳ ἦν. ἐπὶ δὲ τῷ
εὐωνύμῳ ἐπέταξεν ἡγεμόνα Ἀμύνταν τὸν Ἀρραβαίου.
προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ κέρως οἵ τε
τοξόται καὶ οἱ Ἀγριᾶνες, τοῦ δὲ εὐωνύμου οἱ ἀκον-
τισταὶ οἱ Θρᾷκες, ὧν ἡγεῖτο Σιτάλκης. οἱ γὰρ ἱππεῖς
αὐτῷ οὐκ ὠφέλιμοι ἐν τῇ δυσχωρίᾳ ἦσαν. τοῖς Πισί-
δαις δὲ καὶ Τελμισσεῖς προσβεβοηθηκότες ξυνετάξαντο.
Ἤδη τε οἱ ἀμφ᾿ Ἀλέξανδρον προσβεβληκότες τῷ
ὄρει, ὅπερ κατεῖχον οἱ Πισίδαι, κατ᾿ αὐτὸ τὸ ἀποτο-
μώτατον τῆς ἀνόδου ἦσαν, καὶ ἐν τούτῳ ἐπιτίθενται
αὐτοῖς οἱ βάρβαροι λόχοις κατὰ κέρας ἑκάτερον, ἧ σφίσι
μὲν εὐπροσοδώτατον ἦν, τοῖς πολεμίοις δὲ χαλεπωτάτη
ἡ πρόσβασις. καὶ τοὺς μὲν τοξότας, οἷα δὴ οὔτε ἀκρι-
βῶς ὡπλισμένους καὶ πρώτους πελάσαντας, ἐτρέψαντο,
οἱ δὲ Ἀγριᾶνες ἔμειναν. ἐγγὺς γὰρ ἤδη καὶ ἡ φάλαγξ
τῶν Μακεδόνων προσῆγε καὶ πρὸ αὐτῆς Ἀλέξανδρος
ἐφαίνετο. ὡς δὲ ἐν χερσὶν ἡ μάχη ἐγένετο, γυμνοί τε
οἱ βάρβαροι ὄντες ὁπλίταις προσεφέροντο καὶ πάντῃ
κατατιτρωσκόμενοι ἔπιπτον [δὲ], ἐνταῦθα δὴ ἐγκλίνου-
σιν. καὶ ἀπέθανον μὲν αὐτῶν ἐς πεντακοσίους, ....
κοῦφοι γὰρ ὄντες καὶ ἔμπειροι τῶν χωρίων οὐ χαλε-
πῶς ἀπεχώρουν. καὶ οἱ Μακεδόνες διὰ βαρύτητα τῶν
ὅπλων καὶ ἀπειρίαν τῶν ὁδῶν οὐ θαρραλέοι ἐς τὸ
διώκειν ἦσαν. Ἀλέξανδρος δὲ ἐχόμενος τῶν φευγόν-
των τὴν πόλιν αὐτῶν αἱρεῖ κατὰ κράτος. τῶν δὲ ξὺν
αὐτῷ Κλέανδρός τε ὁ στρατηγὸς τῶν τοξοτῶν ἀποθνή-
σκει καὶ τῶν ἄλλων ἀμφὶ τοὺς εἴκοσιν. Ἀλέξανδρος
δὲ ἐπὶ τοὺς ἄλλους Πισίδας ἦγε. καὶ τὰ μέν τινα τῶν
φρουρίων βίᾳ ἐξεῖλε, τὰ δὲ ὁμολογίᾳ προσηγάγετο.
Ἐντεῦθεν δὲ ἤει ἐπὶ Φρυγίας παρὰ τὴν λίμνην,
ἧ ὄνομα Ἀσκανία, ἐν ἧ ἅλες πήγνυνται αὐτόματοι, καὶ
τούτοις χρῶνται οἱ ἐπιχώριοι οὐδὲ θαλάσσης τι ἐπὶ
τούτῳ δέονται. καὶ ἀφικνεῖται ἐς Κελαινὰς πεμπταῖος.
ἐν δὲ ταῖς Κελαιναῖς ἄκρα ἦν πάντῃ ἀπότομος, καὶ
ταύτην φυλακὴ κατεῖχεν ἐκ τοῦ σατράπου τῆς Φρυγίας
Κᾶρες μὲν χίλιοι, Ἕλληνες δὲ μισθοφόροι ἑκατόν.
καὶ οὗτοι πρεσβεύονται παρ᾿ Ἀλέξανδρον, ἐπαγγελλό-
μενοι, εἰ μὴ ἀφίκοιτό σφισι βοήθεια ἐν ἡμέρᾳ ἧ
ξυνέκειτο, φράσαντες τὴν ἡμέραν, ὅτι παραδώσουσι τὸ
χωρίον. καὶ ἔδοξε ταῦτα Ἀλεξάνδρῳ ὠφελιμώτερα ἢ
πολιορκεῖν ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν.
πρὸς μὲν δὴ ταῖς Κελαιναῖς φυλακὴν καταλείπει στρα-
τιώτας ἐς χιλίους καὶ πεντακοσίους. μείνας δὲ αὐτοῦ
ἡμέρας δέκα καὶ σατράπην ἀποδείξας Φρυγίας Ἀντί-
γονον τὸν Φιλίππου, ἐπὶ δὲ τοὺς συμμάχους ἀντ᾿ ἐκεί-
νου στρατηγὸν Βάλακρον τὸν Ἀμύντου ἐπιτάξας, αὐτὸς
ἐπὶ Γορδίου ἐστέλλετο. καὶ Παρμενίωνι ἐπέστειλεν,
ἄγοντα ἅμα οἷ τὴν δύναμιν ἐκεῖσε ἀπαντᾶν. καὶ
ἀπήντα ξὺν τῇ δυνάμει Παρμενίων. καὶ οἱ νεόγαμοι
δὲ οἱ ἐπὶ Μακεδονίας σταλέντες εἰς Γόρδιον ἧκον καὶ
ξὺν αὐτοῖς ἄλλη στρατιὰ καταλεχθεῖσα, ἣν ἦγε Πτο-
λεμαῖός τε ὁ Σελεύκου καὶ Κοῖνος ὁ Πολεμοκράτους
καὶ Μελέαγρος ὁ Νεοπτολέμου, πεζοὶ μὲν Μακεδόνες
τρισχίλιοι, ἱππεῖς δὲ ἐς τριακοσίους καὶ Θεσσαλῶν ἱπ-
πεῖς διακόσιοι, Ἠλείων δὲ ἑκατὸν καὶ πεντήκοντα, ὧν
ἡγεῖτο Ἀλκίας Ἠλεῖος.
Τὸ δὲ Γόρδιον ἔστι μὲν τῆς Φρυγίας τῆς ἐφ᾿ Ἑλ-
λησπόντου, κεῖται δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ.
τοῦ δὲ Σαγγαρίου αἱ μὲν πηγαὶ ἐκ Φρυγίας εἰσίν,
αὐτὸς δὲ διὰ τῆς Θρᾳκῶν τῶν Βιθυνῶν χώρας ἐξίη-
σιν ἐς τὸν Εὔξεινον πόντον. ἐνταῦθα καὶ Ἀθηναίων
πρεσβεία παρ᾿ Ἀλέξανδρον ἀφίκετο, δεόμενοι Ἀλεξάν-
δρου ἀφεῖναί σφισι τοὺς αἰχμαλώτους, οἳ ἐπὶ Γρανίκῳ
ποταμῷ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς
Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις
δεδεμένοι ἦσαν. καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε
ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ
ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί
τι τοῦ φόβου τοῖς Ἕλλησιν, ὅσοι ἐναντία τῇ Ἑλλάδι
στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν.
ἀλλ᾿ ἀποκρίνεται, ἐπειδὰν τὰ παρόντα καλῶς γένηται,
τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευομένους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου